Polybii Historia edidit Ludovicus Dindorfius

발행: 1866년

분량: 456페이지

출처: archive.org

분류: 미분류

61쪽

L. IV. ORIGO BELLI SOCIALIS.λόμενοι φθείρειν και λυμαίνεσθαι τους τῶν Ἀχαιῶν

ἀφιστῶνται τῆς των Μεσσηνίων συμμαχίας, ἄγειν ἐψηφίσαντο την εἰρήνην, εἰ δὲ μη, πολεμεῖν, πρῆγμα 10 πάντων ἀλογώτατον. οντες γὰρ αυτοὶ σύμμαχοι καὶ ετων υχαιῶν καὶ των Μεσσηνίων, εἰ μεν οὐτοι προς ἀλλήλους φιλίαν ἄγοιεν καὶ συμμαχίαν, τον πόλεμον τοῖς Ῥχαιοῖς ἐπήγγελλοπι εἰ δ' εχθραν ελοιντο προς τοὐς Μεσσηνίους, την εἰρήνην αυτοῖς ἐποίουν κατὰ 1i μόνας, ἄστε μηδ' υπὸ λόγον πίπτειν την αδικίαν αυ- 10των διὰ το παρηλλαγμένον αυτῶν τῶν ἐγχειρημάτων. 16 Οι δ' υπειρῶται καὶ Φίλιππος ὁ βασιλεὼς ἀκουωσαντες τῶν πρεσβεων τοὐς μεν Μεσσηνίους εἰς την2 συμμαχίαν προσέλαβον, ἐπὶ δὲ τοῖς υπὰ τῶν Αἰτωλῶν πεπραγμένοις παραυτίκα μεν ήγανάκτησαν, ου λομον ἐπι πλεῖον ἐθαύμασαν, διὰ τὸ μηδὲν παράδοξον, τῶν εἰθισμένων δε τι πεποιηκέναι τοὐς Αἰτω-3 λοχῖοῦ. διόπερ ουδ' ἁργίσθησαν ἐπὶ πλεῖον, ἀλλ' ἐψηφίσαντο την εἰρήνην ἄγειν προς αυτούς' ουτως ή συνεχὴς αδικία συγγνώμης τυγχάνει μῆλλον τῆς 204 σπανίου καὶ παραδόξου πονηριας. Αἰτωλοὶ γουν τούτω τῶ τρόπω χρώμενοι, και λkστεύοντες συνεχῶς την Ἐλλάδα καὶ πολεμους ανεπαγγελτους νε- ροντες πολλοῖς, ουδ' απολογίας ἔτι κατηξίουν τοῖς ἐγκαλουντας, ἀλλα και προσεχλεύαζον, εἴ τις αυτοὐς 25εις δικαιοδοσίας προκαλοῖτο περὶ τῶν γεγονότων

5 ὴ καὶ νὴ Βία τῶν μελλόντων. οι δε Λακεδαιμόνιοι, προσφάτως μὲν ἡλευθερωμενοι δι ντιγόνου καὶ δια τῆς τῶν Ῥχαιῶν φιλοτιμίας, ὀφείλοντες

δε Μακεδόσι καὶ Φιλίππω μηδεν υπεναντίον πράτ- 30τειν, διαπεμψάμενοι λάθρα προς τοὐς Αἰτωλους φιλίαν δι ἀπορρήτων ἔθεντο καὶ συμμαχίαν.

62쪽

L. IV. ORIGO BELLI SOCIALIS.

Nδη δ' ἐπιλελεγμένων των Ῥχαῖκῶν νεανίσκων οκαι συντεταγμένων υπὲρ της βοηθείας των Λακεδαιμονίων καὶ Μεσσηνίων, Σκερδίλαιδος ὁμοs καὶ Λ μήτριος ὁ Φάριος ἔπλευσαν ἐκ τῆς Ἱλλυρίδος ἐνεμο νήκοντα λέμβοις ἔξω του Λίσσου παρὰ τὰς προς --μαίους συνθηκας. οῖ το μεν πρῶτον τρ Πυλω προσ- 7 μίξαντες και ποιησάμενοι προσβολὰς ἀπέπεσον μετὰ δὲ ταυτα Θημητριος μὲν ἔχων τους πεντή- 8κοντα των λέμβων ἀρμησεν ἐπὶ νησων,' και περι-ib πλέων τινὰς μὲν ἡργυρολόγει, τινὰς δ' ἐπόρθει των Κυκλάδων Σκερδίλαιδος δὲ ποιουμενος τον πλουν θώς ἐπ' οἴκου προσεῖχε προς Ναύπακτον μετὰ τετταράκοντα λέμβων, πεισθεὶς Ἀμένα τῶ βασιλεῖ των Ἀθαμάνων, ος ἐτυγχανε κηδεστὴς Σπάρχων αυτοs.15 ποιησάμενος δὲ συνθήκας προς Αἰτωλους δι ' γε- 10λάου περὶ του μερινοῶ των λαφύρων, υπέσχετο συνεμβαλεῖν ὁμόσε τοῖς Αἰτωλοῖς εἰς την 'Aχαῖαν. συνθέμενοι δὲ ταλα προς τον Σκερδίλαιδον οἱ 11 περὶ τον Ἀγέλαον καὶ Θωρίμαχον καὶ Σκόπαν, πρατ-2ο τομένης αυτοῖς της των Κυναιθέων πόλεως, συναθροίσαντες πανδημεὶ τους Αἰτωλους ἐνέβαλον εἰς την Ἀχαῖαν μετὰ των γλλυριῶν. 'Αρίστων δ' ὁ των 17 Αἰτωλῶν στρατηγός, ου προσποιούμενος ουδὲν των γιγνομένων, ηγε την ησυχίαν επὶ της οἰκείας, φά- 25 σκων ου πολεμεῖν τοῖς 'Aχαιοῖς, αλλὰ διατηρεῖν την εἰρήνην, ευηθες καὶ παιδικῖν πρῆγμα ποιων

Φμον γὰρ ώς εὐήθη καὶ μάταιον εἰκὸς φαίνεσθαι 2τον τοιοsτον, ὁταν ὐπολαμβάνη τοῖς λόγοις ἐπικρέ- ψεσθαι τὰς των πραγμάτων Παργείας. οἱ δὲ περὶ δω τον Θωρίμαχον διὰ τῆς Ἀχαιάτιδος ποιησάμενοι την πορείαν ηκον ἄφνω προς την Κυναιθαν. συνέβαινε εδὲ τους Κυναιθεῖς, ἔντας 'Αρκάδας, ἐκ πολλῶν χρό'

63쪽

L. IV. ORIGO BELLI SOCIALIS.νων ἀκαταπαυστοις καὶ μεγάλαις συνεσχῆσθαι στάσεσι, και πολλὰς μεν κατ' ἀλληλων πεποιῆσθαι σφα

γὰς καὶ φυγάς, προς δὲ τουτοις ἁρπαγὰς των υπαρ-bχόντων, ἔτι δε γης αναδασμους, τελος δ' ἐπικρατῆσαι τους τα των 'Aχαιῶν αἱρουμένους και κατα- 5 σχεῖν την πόλιν, φυλακον ἔχοντας των τειχῶν καὶ

6 στρατηγὸν της πόλεως ἐξ 'Aχαῖας. τουτων δ' ου-

τως ἐχόντων, ὀλίγοις ἔμπροσθεν χρόνοις της τῶν

Αἰτωλῶν παρουσιας διαπεμπομένων τῶν φυγάδων προς τους ἐν τy πόλει, καὶ δεομενων διαλυ- 1οθῆναι προς αυτοὐς καὶ κατάγειν σφῆς εἰς την οἰ-7 κείαν, πεισθέντες οι κατέχοντες την πόλιν ἐπρέσβευον προς τὸ τῶν Αχαιῶν εθνος, βουλόμενοι 8 μετὰ της εκείνων γνώμης ποιεῖσθαι τὰς διαλυσεις. ἐπιχωρησάντων δ' ἐτοίμως διὰ τὸ πεπεῖσθαι σφί- 15σιν ἀμφοτέρους ευνοήσειν, ἄτε τῶν μεν κατεχόντων τον πόλιν ἐν τοῖς 'Aχαιοῖς ἐχόντων πάσας τὰς ελπίδας, τῶν δὲ καταπορευομένων μελλόντων τυγχάνειν. της σωτηρίας διὰ την τῶν Αχαιῶν συγκα-s τάθεσιν, ουτως ἀποστείλαντες τVν παραφυλακὴν και mτον στρατηγὸν ἐκ της πόλεως οι Κυναιθεις διελύσαντο καὶ κατήγαγον τους φυγάδας, ἄντας σχεδὸν εἰς τριακοσίους, λαβόντες πίστεις τῶν παρ' ανθρώ- 10 ποις νομιζομένων τὰς ἰσχυροτάτας. οι δε κατανοστήσαντες Ουχ ώς αἰτίας η προφάσεως ἐπιγενομέ- 25νης του δοκεῖν ἄλλης διαφορὰς αρχην αὐτοῖς τινα γεγενῆσθαι, τὸ δ' ἐναντίον παραχρημα κατελθόντες εὐθέως ἐπεβούλευον τρ πατρίδι καὶ τοῖς σώσασι. Il καί μοι δοκοὐσι, καν ον καιρὸν ἐπὶ τῶν σφαγίων τους ὁρκους καὶ τὰς πίστεις ἐδίδοσαν ἀλλήλοις, τότε soμάλιστα διανοεῖσθαι περί τε τῆς εἰς τὼ θεῖον καιI2 τους πιστεύσαντας ἀσεβείας. ἄμα γὰρ τῶ μετασχεῖν

64쪽

L. IV. ORIGO BELLI SOCIALIS.

τῆς πολιτείας ευθέως ἐπεσπῶντο τους Αἰτωλους καὶ τούτοις ἔπραττον την πόλιν, σπευδοντες τους

σώσαντας ἄμα καὶ την θρέψασαν ἄρδην ἀπολέσαι. την δὲ πρῆξιν τοιαδέ τινι τόλμη καὶ τοιούτω τρόπω 185 συνεστησαντο. πολεμαρχοι των κατεληλυθότων τι- 2νὲς ἐγεγόνεσαν ' ταύτην δε συμβαίνει την αρχην κλεμειν τὰς πυλας καὶ τον μεταξυ χρόνον κυριεύειν των κλειδῶν, ποιεῖσθαι δε και τὸ καν ημεραν την δμαιταν ἐπὶ των πυλώνων. οἱ μεν ουν Αἰτωλοὶ διε- 316 σκευασμένοι και τὰς κλίμακας ετοίμους ἔχοντες επετήρουν τον καιρόν' οἱ δὲ πολεμαρχουντες των φυ- 4γάδων κατασφάξαντες τους συνάρχοντας ἐπὶ του πυλῶνος ἀνέωξαν την πυλην. ου συμβάντος τινες 5μεν των Αἰτωλῶν διὰ ταύτης εἰσέπιπτον, τινες 15 τὰς κλίμακας προσερείσαντες ἐβιάσαντο διὰ τούτων και κατελάμβανον τὸ τεῖχος. οἱ δ' ἐν τη πόλει οπάντες, ἐκπλαγεῖς ἔντες ἐπὶ τοῖς συντελουμένοις, ἀπόρως καὶ δυσχρήστως εἰχον προς τὸ συμβαῖνον 'ουτε γὰρ προς τους διὰ τῆς πύλης εἰσπίπτοντας Ψο οἱοί τ ήσαν βοηθεῖν ἀπερισπάστως διὰ τους προς τὰ τείχη προσβάλλοντας, ουδὲ μην τοῖς τείχεσιν ἐπαμύνειν διὰ τους τῆ πύλρ βιαζομένους. οἱ δ' τΑἰτωλοὶ διὰ ταύτας τὰς αἰτίας ταχέως ἐγκρατεῖς γενόμενοι τῆς πόλεως, των αδίκων ἔργων ῖν τουτ' 25 ἔπραξαν δικαιότατον ' πρώτους γὰρ τους εἰσαγαγόν- τας καὶ προδόντας αυτοῖς την πόλιν κατασφάξαντες διήρπασαν τοὐς τούτων βίους. ομοίως δὲ καὶ ητοῖς ἄλλοις ἐχρήσαντο πῆσι ' τὸ δε τελευταῖον ἐπισκηνώσαντες ἐπὶ τὰς οικίας ἐξετοιχωρύχησαν μὲν ω τους βίους, ἐστρέβλωσαν δὲ πολλοὐς των Κυναιθέων, οἷς ἡπίστησαν ἔχειν κεκρυμμένον διάφορον ἡ κατασκεύασμα ἡ ἄλλο τι των πλείονος ἀξίων.

65쪽

L. IV. ORIGO BELLI SOCIAMS.

ναιθεῖς ἀνεστρατοπέδευσαν, ἀπολιπόντες φυλακην 10 των τειχῶν, καὶ προῆγον ώς ἐπὶ Λουσωπι καὶ παραγενόμενοι προς το τῆς Ῥρτέμιδος ἱερόν, ο κεῖταιμεν μεταξὐ Κλείτορος καὶ Κυναίθης, ἄσυλον δὲ νε- 5 νόμισται παρὰ τοῖς Ελλησιν, ἀνετείνοντο διαρπάσειν τα θρέμματα τῆς θεοs καὶ τἄλλα τὰ περὶ τον

II ναόν. οι δε Λουσιῶται νουνεχῶς δόντες τινὰ των κατασκευασμάτων τῆς θεου παρyτήσαντο τὴν των Αἰτωλῶν ἀσέβειαν καὶ τὸ μηδεν παθεῖν ἀνήκεστον. 1012 οι δε δεξάμενοι παραχρῆμα ἀναζευξαντες προσεστρατοπέδευσαν τῆ των Κλειτορίων πόλει.

19 Κατὰ δὲ τοὐς καιροὐς τούτους ὁ των 'Aχαιῶν στρατηγὸς υρατος ἐξαπέστειλε μὲν προς Φίλιππον

παρακαλῶν βοηθεῖν, συνῆγε δὲ τους επιλεκτους, 15 μετεπέμπετο δε παρὰ Λακεδαιμονίων καὶ Μεσση-2 νίων τους διατεταγμένους κατὰ τὰς ομολογίας. οἱ δ' Αἰτωλοὶ τὸ μεν πρῶτον παρεκάλουν τοὐς Κλειτορίους ἀποστάντας τῶν Ἀχαιῶν αἱρεῖσθαι τὴν προς 3 αυτοὐς συμμαχίαν. τῶν δὲ Κλειτορίων απλῶς Ου 20 προσιεμένων τοὐς λόγους, προσβολὰς ἐποιοίντο,

καὶ προσερείδοντες τὰς κλίμακας τοῖς τείχεσι κατε- 4 πείραζον τῆς πόλεως. αμυνομενων δε γενναίως καὶ

τολμηρῶς τῶν ἔνδον, εἴξαντες τοῖς πράγμασιν ἀνε- στρατοπέδευσαν, καὶ προαγαγόντες αὐθις ώς ἐπὶ ροτὴν Κύναιθαν ὁμως τὰ θρέμματα τῆς θεου πε-b ρισυραντες ἀπήγαγον. καὶ τὸ μὲν πρῶτον παρεδίδοσαν τοῖς υλείοις τὴν Κυναιθαν' ου βουλομένων δε προσδέξασθαι τῶν πιείων, ἐπεβάλοντο μὲν διαυτῶν κατέχειν τὴν πόλιν, στρατηγὀν ἐπιστήσαντες ηο6 Εὐριπίδαν, μετὰ δὲ ταυτα πάλιν δείσαντες ἐκ τῶν

66쪽

προσαγγελλομένων την ἐκ Μακεδονίας βοήθειαν, ἐμπρήσαντες την πόλιν ἀπηλλάγησαν, και προῆγον αὐθις ώς ἐπὶ το μον, ταύτy κρίνοντες ποιεῖσθαι

την διάβασιν. ο δὲ 2 αυρίων, πυνθανόμενος την τ3 των Αἰτωλῶν εἰσβολὴν καὶ τα περὶ την Κυναιθαν πεπραγμένα, θεωρῶν δε τον Θημήτριον τον Φάριον απὰ των νησων εἰς τὰς Κεγχρεὰς καταπεπλευκότα, παρεκάλει τοὐτον βοηθῆσαι τοῖς Ἀχαιοῖς καὶ διισθμμίσαντα τους λέμβους ἐπιτίθεσθαι τρ των Αἰτωλῶν 1ο διαβάσει. ο δε Βημήτριος λυσιτελῆ μέν, οὐκ ευ- 8σχήμονα δὲ πεποιημένος την ἀπο των νησων επάνοδον, διὰ τον των Ῥοδίων ἐπ αυτον ἀνάπλουν, ἄσμενος υπήκουσε τῶ Ἀυρίωνι, προσδεξαμένου ἐκείνου την εἰς την υπέρβασιν των λέμβων δαπά-

15 νην. ουτος μεν οὐν υπερισθμίσας, καὶ δυσι καθυ- 0

στερήσας ημέραις τῆς των Αἰτωλῶν διαβάσεως, προκατασύρας τινὰς τόπους τῆς παραλίας τῆς τῶν Αἰτωλῶν κατήχθη πάλιν εἰς την Κόρινθον. Λακεδαι- 10μόνιοι δε το μὲν πέμπειν τὰς βοηθείας κατὰ την2ο διάταξιν ἐνεκάκησαν, βραχεῖς δέ τινας παντελῶς ιππεῖς καὶ πεζοὐς στοχαζόμενοι τοὐ δοκεῖν μόνον ἐξέμπεμψαν. υρατος δὲ τοὐς 'Aχαιοὐς ἔχων πολιτικώ- 11τερον ἡ στρατηγικώτερον υπὲρ τῶν παρόντων ἐβουλεύσατο ' μέχρι γὰρ τούτου την ἡσυχίαν ῆγε, προσ- la 25 ανέχων καὶ μεμνθμένος τῆς προγεγενVμένης συμφορῆς, εως οὐ πάντα διαπραξάμενοι κατὰ τὰς αυτῶν προαιρέσεις οἱ περὶ τον Σκόπαν καὶ Λωρίμαχον

ἐπανῆλθGν εἰς την οἰκείαν, καίπερ διὰ τόπων ποιούμενοι τὰς πορείας εὐεπιθέτων καὶ στενῶν καὶ μώω νον σαλπικτου δεομενων. Κυναιθεῖς δὲ μεγάλοις l3ἀτυχήμασιν ἡπ' Αἰτωλῶν καὶ μεγάλαις συμφοραῖς

67쪽

περιπεσόντες δμως πάντων ανθρώπων ἔδοξαν τυχηκέναι δικαιότατα.20 Ἐπειδη δε κοινῆ τὸ των 'Αρκάδων ἔθνος ἔχει τινὰ παρὰ πῶσι τοῖς Ελλησιν ἐπ' αρετῆ φήμην, ου μόνον διὰ την ἐν τοῖς ἡθεσι καὶ βίοις φιλοξενίαν εκαι φιλανθρωπίαν, μάλιστα δε διὰ την εἰς τὸ θεῖον2 ευσέβειαν, ἄξιον βραχὐ διαπορῆσαι περι τῆς κυναιθεων ἀγριότητος πῶς ὁντες ὁμολογουμένως 'Αρκάδες τοσουτο κατ' ἐκείνους τους καιροὐς διήνεγκαν 3 των ἄλλων Ἐλλήνων ἁμότητι καὶ παρανομία. δο- Ioκουσι δε μοι, διότι τὰ καλῶς υπὸ των αρχαίων ἐπινενοημένα καὶ φυσικῶς συντεθεωρημένα περὶ πάντας τοὐς κατοικουντας την υρκαδίαν, ταυτα δηη πρῶτοι καὶ μόνοι τῶν 'Αρκάδων ἐγκατέλιπον. μουσικὴν γὰρ την γε αληθῶς μουσικὴν πῆσι μεν αν- 15θρώποις ἔφελος ἀσκεῖν, Ἀρκάσι δὲ καὶ ἀναγκαῖον. ο ου γὰρ ἡγητεον μουσικήν, ώς μορός φησιν ἐν τω προοιμίω τῆς ὁλης πραγματείας, ουδαμῶς ἁρμόζοντα λόγον αυτω ρίφας, επ' απάτη καὶ γοητεία παρεισῆ-6 χθαι τοῖς ἀνθρώποις, ουδὲ τοὐς παλαιοὐς Κρητῶν 20

καὶ Λακεδαιμονίων αυλὰν καὶ ρυθμὸν εἰς τον πόλεμον αντὶ σάλπιγγος εἰκῆ νομιστέον εἰσαγαγειν, τ οὐδε τους πρώτους Ἀρκάδων εἰς την ὁλην πολιτείαν την μουσικὴν παραλαβειν ἐπὶ τοσουτον Αστεμη μόνον παισὶν ουσιν, αλλὰ καὶ νεανίσκοις γενο- 25μένοις εως τριάκοντ ἐτῶν κατ' ανάγκην συντροφον πο ν αυτήν, ' τἄλλα τοῖς βίοις ἔντας αὐστηροτά-8 τους. ταυτα γὰρ πῆσίν ἐστι γνώριμα καὶ συνήθη διότι σχεδὸν παρὰ μόνοις Ἀρκάσι πρῶτον μὲν οἱ παιδες ἐκ νηπίων αδειν εθίζονται κατὰ νόμους τοὐς 30-νους καὶ παιῶνας, οἱς εκαστοι κατὰ τὰ πάτρια ἡ τοὐς ἐπιχωρίους ῆρωας καὶ θεοὐς υμνουσι ' μετὰ

68쪽

δε ταῶτα τους Φιλοξενου καὶ Πμοθέου νόμους μανθάνοντες πολλῆ φιλοτιμία χορευουσι κατ' ενιαυτὸν τοῖς Αιονυσιακοῖς αὐληταῖς ἐν τοῖς θεάτροις, οἱ μεν παῖδες τους παιδικους αγῶνας, οἱ δὲ νεανίσκοι τους ε των ἀνδρῶν λεγομένους. ομοίως γε μην καὶ παρ' 10

ὁλον τον βίον τὰς ἀγωγὰς τὰς ἐν ταῖς συνουσίαις

των ως δι αυτῶν, ἀνὰ μερος αδειν ἀλλήλοις προ τάττοντες. καὶ τῶν μὲν ἄλλων μαθημάτων ἀρνη- 11ao θῆναί τι μὴ γιγνώσκειν ουδὲν αἰσχρὸν ηγοῶνται, την γε μην ωδὴν ούτ αρνηθῆναι δυνανται διὰ τὀ

κατ ανάγκην πάντας μανθάνειν, ου ὁμολογοίν-

τες ἀποτρίβεσθαι διὰ τὸ τῶν αἰσχρῶν παρ' αὐτοῖς νομίζεσθαι τοὐτο. καὶ μην εμβατήρια μετ' αυλοs 1215 καὶ τάξεως ἀσκοῶντες, ἔτι δ' Ορχήσεις ἐκπονοsντες μετὰ κοινῆς ἐπιστροφῆς καὶ δαEάνης κατ ενιαυτὸν ἐν τοῖς θεάτροις ἐπιδείκνυνται τοῖς αυτῶν πολίταις οἱ νέοι. ταὐτα δή μοι δοκοsσιν οἱ πάλαι παρεισα- 21γαγεῖν οὐ τρυφῆς και περιουσίας χάριν, αλλὰ θεω- 20 ροῶντες μεν την ἔκαστων αυτουργίαν καὶ συλλήβδην τό τῶν βίων επίπονον καὶ σκληρόν, θεωροῶντες δε την τῶν ἡθῶν αὐστηρίαν, ῆτις αὐτοῖς παρέπεται διὰ την τοὐ περιέχοντος ψυχρότητα καὶ στυγνότητα την κατὰ τὸ πλεῖστον ἐν τοῖς τόποις αβ ὐπάρχουσαν, ω συνεξομοιοίσθαι πεφύκαμεν πάντες ἄνθρωποι κατ' ανάγκηw ου γὰρ δι ἄλλην, διὰ δὲ τ ταύτην την αιτίαν κατὰ τὰς ἐθνικὰς καὶ τὰς ολοσχερεῖς διαστάσεις πλεῖστον ἀλλήλων διαφέρομενῆθεσί τε και μορφαῖς καὶ χρώμασιν, ἔτι δε τῶν - ἐπιτηδευμάτων τοῖς πλείστοις. βουλόμενοι δὲ μα- 3λάττειν καὶ κιρνὰν τὀ τῆς φύσεως αυθαδες καὶ σκληρὸν τά τε προειρημένα πάντα παρεισήγαγον

69쪽

- 28 L. IV. ORIGO BELLI SOCIALIS. καὶ προς τούτοις συνόδους κοινὰς καὶ θυσίας πλείστας ομοίως ἀνδράσι και γυναιξὶ κατείθισαν, ἔτι δεη χορους παρθένων ὁμοs καὶ παίδων, και συλλήβδην παν ἐμηχανήσαντο, σπεύδοντες τὸ της ψυχῆς ἀτέραμνον διὰ της των εθισμῶν κατασκευῆς ἐξημεροῶν εθ καὶ πραύνειν. ων Κυναιθεῖς ολιγωρησαντες εἰς τέλος, καὶ ταῶτα πλείστης δεόμενοι τῆς τοιαύτης επικουρίας διὰ το σκληρότατον παρὰ πολυ τῆς Ῥρκαθίας ἔχειν αμα καὶ τόπον, προς αὐτὰς δε τὰς ἐν 6 ἀλλήλοις παρατριβὰς και φιλοτιμίας ὁρμήσαντες τέ- Ιολος ἀπεθηριώθησαν ουτως ωστε μηδ' ἐν οποία γεγονέναι των Ελληνίδων πόλεων ἀσεβήματα μείζονατ καὶ συνεχέστερα. σημεῖον δὲ τῆς Κυναιθέων ατυ- χίας περὶ τοίτο τὸ μέρος καὶ τῆς των ἄλλων Ῥρκάδων τοῖς τοιούτοις των επιτηδευμάτων δυσαρε- 158 στήσεως καθ' ους γαρ καιροὐς την μεγάλην σφαγην ποιήσαντες Κυναιθεῖς ἐπρέσβευσαν προς Λακεδαιμονίους, εἰς ας πόλεις ποῶ ώρκαδικὰς εἰσῆλθον κατὰ την οδόν, οι μεν ἄλλοι παραχρῆμα πάντες 9 αυτοὐς ἐξεκήρυξαν, Μαντινεῖς δὲ μετὰ την ἀπαλ- 20 λαγην αυτῶν και καθαρμὸν ἐποιήσαντο καὶ σφάγια περιήνεγκαν τῆς τε πόλεως κύκλω καὶ τῆς χώρας κάσης.

10 sτα μεν ουν ἡμῖν εἰρήσθω χάριν του μὴ διὰ μίαν πόλιν τὸ κοινὸν ήθος διαβάλλεσθαι των υρ- 25κάδων, ομοίως δὲ καὶ τοὐ μὴ νομίσαντας ἐνίους

των κατοικούντων την Αρκαδίαν περιουσίας χάριν

τὰ κατὰ μουσικην ἐπὶ πλεῖον ἀσκεῖσθαι παρ' αὐ-ll τοῖς ὀλιγωρεῖν ἐγχειρῆσαι τούτου τοὐ μέρους, ἔτι και Κυναιθέων ἔνεκα, ἶν' ἄν ποτ' αὐτοῖς ὁ θεὸς ωευ δω, τραπέντες προς παιδείαν ἡμερῶσιν αυτούς, καὶ μάλιστα ταύτης προς μουσικήν ' ουτω γὰρ μόνως

70쪽

L. IV. ORIGO BELLI SOCIALIS.

αν λήξαιεν τῆς τότε περὶ αυτοὐς γενομένης ἀγριότητος. ημεῖς δ επειδη τα περὶ Κυναιθέων υποπί- 12πτοντα δεδηλώκαμεν, αυθις ἐπὶ την εκτροπην ἐπά

νιμεν. .

5 Αἰτωλοι μεν ουν τοιαῶτα διεργασάμενοι κατα 22την Πελοπόννησον ηκον εἰς την οἰκείαν ασφαλῶς. Φίλιππος δε μετα δυνάμεως βοηθῶν τοῖς 'Aχαιοῖς 2 παρην εις Κόρινθον ' υστερήσας δε του καιρos ἀπέστειλε βιβλιαφόρους προς πάντας τοὐς συμμάχους,10 παρακαλῶν πέμπειν ἔκαστους παρ' αυτῶν κατὰ σπουδην εις Κόρινθον τους βουλευσομένους υπὲρ των κοινῆ συμφερόντων. αυτὰς δ' ἀναζεύξας ως 3ἐπὶ Τεγέας προῆγε, πυνθανόμενος τους Λακεδαιμονίους εἰς σφαγὰς καὶ ταραχὰς ἐμπεπτωκέναι προς λβ αλλήλους. οι γὰρ Λακεδαιμόνιοι συνήθεις δντες 4 βασιλεύεσθαι καὶ πάντως τοῖς προεστῶσι πειθαρχεῖν, τότε προσφάτως μεν ηλευθερωμένοι δι Ἀντιγόνου, βασιλέως δ' οὐχ υπάρχοντος παρ' αυτοῖς, ἐστασίαζον προς σφῆς, πάντες υπολαμβάνοντες ἴσον αυτοῖς 20 μετεῖναι τῆς πολιτείας. τὰς μεν ουν οἱ μὲν βδυο των εφόρων ἄδηλον εἶχον την γνώμην, οι δὲ τρεῖς εκοινώνουν τοῖς Αἰτωλοῖς των πραγμάτων, πεπεισμένοι διὰ την ηλικίαν τον Φίλιππον ουδέπω δυνήσεσθαι τοῖς κατὰ τον Πελοπόννησον πράγμα-2b σιν ἐπαρκεῖν. επει δ' οἱ μεν Αἰτωλοι παρὰ την 6

προσδοκίαν αυτῶν εκ Πελοποννησου ταχεῖαν ἐποιήσαντο την επάνοδον, ὁ Φίλιππος ἐκ Μακεδονίας ἔτι θάττω την παρουσίαν, ἀπιστουντες οἱ τρεις τένι τῶν δυοῖν ,δειμάντω διὰ το συνειδέναι μενω σφίσι πάσας τὰς ἐπιβολάς, μὴ λίαν δὲ τοῖς γιγνομένοις ευδοκεῖν, ἐγωνίων μὴ συνεγγίσαντος του βασιλέως πάντα τά πραττόμενα προς του Φίλιππον

SEARCH

MENU NAVIGATION