Polybii Historia edidit Ludovicus Dindorfius

발행: 1866년

분량: 449페이지

출처: archive.org

분류: 미분류

441쪽

344 L. III. BELLUM PUNICUM II. IN ITALIA.

μεταβολῆς ὁ κίνδυνος, ἀλλ' εἰσάπαξ συμπεσόντες

ἐμάχοντο συμπλεκόμενοι κατ' ανδρα, παρακαταβαί- 4 νοντες απὰ των Ἀπων. ἐπειδὴ δε ἐκράτησαν οἱ παρὰ των Καρχηδονίων, καὶ τους μεν πλείστους ἀπέκτειναν εν τῆ συμπλοκῆ, πάντων ἐκθύuως καὶ 5 γενναίως διαγωνιζομένων των Ῥωμαίων, τοὐς δε λοιποῖς ξλαυνον παρὰ τον ποται ὀν φονεύοντες καὶ

προσφέροντες τὰς χεῖρας ἀπαραιτήτως, τότε δὴ τὰ

πεζὰ στρατόπεδα διαδεξάμενα τους εὐζώνους συνε-5 πεσεν ἀλλήλοις. ἐπὶ βραχὐ μεν οὐν των 'Ιβήρων και 1οτῶν Κελτῶν εμενον αἱ τάξεις καὶ διεμάχοντο τοῖς Ῥωμαίοις γενναίως ' μετὰ δὲ ταὐτα τῶ βάρει θλιβό-

' μενοι κλίνοντες ὐπεχώρουν εἰς τοὐπίσω, λυσαντες 6 τον μηνίσκον. αἱ δε τῶν Ῥωμαίων σπεῖραι κατὰ την ἐκθυμίαν ἐπόμεναι τούτοις διέκοψαν ραδίως την τῶν i5ὐπεναντίων τάξιν, ἄτε δὴ τῶν μὲν Κελτῶν ἐπὶ λεπτὸν ἐκτεταγμένων, αυτοὶ δε πεπυκνωκότες απὸ τῶν κεράτων ἐπὶ τὰ μέσα και τον κινδυνευοντα τόπον τ ου γὰρ ἄμα συνέβαινε τὰ κερατα και τὰ μεσα συμπίπτειν, αλλὰ πρῶτα τα μέσα, διὰ το τοὐς Κελτους 20 ἐν μηνοειδεῖ σχήματι τεταγμένους πολὐ προπεπτωκέναι τῶν κεράτων, ἄτε του μηνίσκου τὸ κύρτωμα 8 προς τους πολεμίους ἔχοντος. πλὴν επόμενοί γε τούτοις οἱ νωμαῖοι καὶ συντρέχοντες ἐπὶ τὰ μεσα καιτον εἴκοντα τόπον τῶν πολεμίων ούτως ἐπὶ πολῶ 25 προέπεσον ωστ ἐξ εκατέρου τοs μέρους κατὰ τὰς ἐκ τῶν πλαγίων ἐπιφανείας τοὐς Λίβυας αυτῶν γε-s νέσθαι τοὐς ἐν τοῖς βαρέσι καθοπλισμοῖς ων οἱ μεν απὸ τού δεξιοί κέρατος κλίναντες επ' ἀσπίδα καὶ την εμβολὴν ἐκ δόρατος ποιούμενοι παρίσταντο παρὰ λ

ἐπὶ δόρυ ποιούμενοι την κλίσιν ἐξ ασπίδος ἐπιπα-

442쪽

L. III. BELLUM PUNIMUM II. IN ITALIA. 345ρενέβαλλον, αυτου του πράγματος ο δέον ἐν ποιεῖν υποδεικνυντος. ἐξ ου συνέβη κατὰ την υννίβου ii πρόνοιαν μέσους ἀποληφθῆναι τους Γωμαίους υπὀτων Λιβυων κατὰ την ἐπι τους Κελτους παράπτω-5 σιν. ουτοι μὲν ουν ουκέτι φαλαγγηδόν, ἀλλα κατ' 12 ἄνδρα καὶ κατὰ σπείρας στρεφόμενοι προς τοὐς ἐκ

των πλαγίων προσπεπτωκότας ἐποιουντο την μάχην

Λευκιος δέ, καίπερ ων ἐξ ἀρχῆς ἐπὶ του δεξιου κέ- 116ρατος και μετασχὼν ἐπί τι του των ιππέων ἀγι νος,16 δμως ἔτι τότε διεσώζετο. βουλόμενος δε τοῖς κατὰ 2την παράκλησιν λόγοις ἀκολουθως επ' αυτῶν γίγνεσθαι των εργων, καὶ θεωρῶν τὸ συνέχον τῆς κατὰ τον αγῶνα κρίσεως ἐν τοῖς πεζοῖς στρατοπέδοις κεμμενον, παριππευων ἐπὶ τὰ μέσα τῆς ὁλης παρατά- 315 ξεως ἄμα μεν αυτὸς συνεπλέκετο καὶ προσέφερε τὰς χεῖρας τοῖς υπεναντίοις, ἄμα δε παρεκάλει καὶ παρώξυνε τους παρ' αυτos στρατιώτας. τὸ δὲ παραπλήσιον υννίβας ἐποίει καὶ γὰρ Ουτος ἐξ ἀρ- 4χῆς ἐπὶ τουτοις τοῖς μέρεσιν ἐπέστη τῆς δυνά-

26 μεως. οἱ δὲ Νομάδες απὰ του δεξιου κέρατος προσ- θπίπτοντες τοῖς υπεναντίοις ἱππεῶσι τοῖς ἐπι τῶνευωνυμων τεταγμένοις μέγα μεν ουτ' ἐποίουν ουδεν Ουτ ἔπασχον διὰ την ἰδιότητα τῆς μάχης, απράκτους γε μην τους πολεμίους παρεσκευαζον, περισπῶντες 25 καὶ πανταχόθεν προσπίπτοντες. ἐπεὶ δ' οἱ περὶ του 0 Ἀσδρουβαν, ἀποκτείναντες τοὐς περὶ τον ποταμὸν ιππεῖς πλὴν παντελῶς ολίγων, παρεβοήθησαν απὸ τῶν ευωνυμων τοῖς Νομάσι, τότε προ δόμενοι την ἔφοδον αυτῶν οἱ σύμμαχοι τῶν Ῥωμαίων ἱππεῖς, so ἐγκλίναντες ἀπεχώρουν. ἐν ω καιρῶ πραγματικὸν γδοκεῖ ποιῆσαι και φρόνιμον ἔργου 'Aσδρουβας θεωρῶν γὰρ τοὐς Νομάδας τῶ τε πλήθει πολλοὐς ὁντας

443쪽

346 L. III. BEI LUM PUNICUM II. IN ITALIA.καὶ πρακτικωτατους και φοβερωτάτους τοῖς ἄπαξ ἐγκλίνασι, τους μεν φευγοντας παρέδωκε τοῖς Νομάσι, προς δὲ την των πεζῶν μάχην ηγεῖτο, σπευ-8 δων παραβοηθῆσαι τοῖς Λίβυσι. προσπεσὼν τοῖς Ῥωμαῖκοῖς στρατοπέδοις κατὰ νώτου, καὶ ποιουμε- 5νος εκ διαδοχῆς ταῖς ἴλαις ἐμβολὰς ἄμα κατὰ πολλούς τόπους, ἐπέρρωσε μὲν τοὐς Λίβυας, ἐταπεί- ωωσε δὲ καὶ κατέπληξε τὰς ψυχὰς των Ῥωμαίων. 0 ἐν ω καιρῶ καὶ Λευκιος Αἰμίλιος περιπεσὼν βιαίοις πληγαῖς ἐν χειρῶν νόμω μετήλλαξε τον βίον, ανὴρ io πάντα τὰ δίκαια τῆ πατρίδι κατὰ τον λοιπὸν βίον καὶ κατὰ τον ἔσχατον καιρόν, εἰ καί τις ἔτερος, ποιή-I0 σας. οἱ δὲ Ῥωμαῖοι, μέχρι μὲν ἐμάχοντο κατὰ τὰς ἐπιφανείας στρεφόμενοι προς τοὐς κεκυκλωκότας,1i ἀντεῖχον ' ἀεὶ δὲ των πέριξ ἀπολλυμένων, καὶ κατὰ 15 βραχὐ συγκλειόμενοι, τέλος αυτοὐ πάντες, ἐν οἷς και Μάρκος καὶ Γνάιος, ἔπεσον, οἱ το πρότερον ἔτος υπατοι γεγονότες, ἄνδρες αγαθοὶ καὶ τῆς Ῥώμης

12 ἄξιοι γενόμενοι κατὰ τον κίνδυνον. κατὰ δὲ τον τούτων φόνον καὶ την συμπλοκὴν οἱ Νομάδες ἐπό- ωμενοι τοῖς φεύγουσι των ἱππέων τοῖς μὲν πλείστους ἀπέκτειναν, τοὐς δὲ κατεκρήμνισαν απὸ των Ἀπων.

13 oλίγοι δέ τινες εἰς Οὐενουσίαν διέφυγον, ἐν οἷς ἡνκαὶ Γάιος Τερέντιος ὁ των Ῥωμαίων στρατηγός, ανξραἰσχρὰν μὲν την φυγήν, ἀλυσιτελῆ δὲ την αρχὴν την 25αυτοὐ τῆ πατρίδι πεποιθμένος. 1l7 H μὲν οὐν περὶ Κάνναν γενομένη μάχη ' - μαίων καὶ Καρχηδονίων ἐπετελέσθη τον τρόπον τού- τον, μάχη γενναιοτάτους ἄνδρας ἔχουσα καὶ τοὐς νικήσαντας και τοῖς ἡττηθέντας. δῆλον δὲ τοὐτ so 2 ἐγένετο ἐξ αυτῶν των πραγμάτων. τῶν μὲν γὰρ ἐξακισχιλίων ἱππέων εβδομήκοντα μὲν εἰς Ουενουσίαν

444쪽

L. III. BELLUM PUNICUM II. IN ITALIA. 347

μετὰ Γαῖου διέφυγον, περὶ τριακοσίους δὲ των συμμάχων σποράδες εἰς τας πόλεις ἐσώθησαν ' ἐκ δε των 3 πεζῶν μαχόμενοι μὲν εάλωσαν εἰς μυριους, οἱ δ'εκτὸς ὁντες τῆς μάχης, εξ αυτου δε του κινδυνου5 τρισχίλιοι μόνον ἴσως εἰς τὰς παρακειμένας πόλεις διέφυγον. οἱ δὲ λοιποὶ πάντες, ἴντες εἰς επτὰ μυ- 4ριάδας, ἀπέθανον ευγενῶς, την μεγίστην χρείαν παρεσχημένου τοῖς Καρχηδονίοις εἰς τὸ νικῶν καὶ τότε καὶ προ του του των ἱππέων ὁχλου. καὶ δῆλον 5 10 ἐγένετο τοῖς ἐπιγενομένοις ὁτι κρεῖττόν ἐστι προς τους των πολέμων καιρους ἡμίσεις ἔχειν πεζούς, ἱπποκρατεῖν δε τοῖς ὁλοις, μἀλλον η πάντα πάρισα τοῖς

πολεμίοις ἔχοντα διακινδυνευειν. των μετ' 'Aννί- 6βου Κελτοι μὲν ἔπεσον εἰς τετρακισχιλίους, Ἱβηρες i5-καὶ Λίβυες εἰς χιλίους καὶ πεντακοσίους, ιππεῖς δὲ περὶ διακοσίους. οἱ δε ζωγρηθέντες των μαίων γἐκτος ἐγένοντο του κινδυνου, καὶ διὰ τοιαυτην αἰτίαν. Λευκιός ἀπέλιπε μυρίους πεζοὐς ἐπὶ τῆς ἐαυ- 8του παρεμβολῆς, ῖν ἐὰν μεν Ἀννίβας ὀλιγωρήσας -

20 του χάρακος ἐκτάξy πἀσι, παραπεσόντες Ουτοι κατατον τῆς μάχης καιρὸν ἐγκρατεῖς γένωνται τῆς των πολεμίων ἀποσκευῆς, ἐὰν δε προἶδόμενος τὸ μέλλον 9απολίπη φυλακὴν αξιόχρεων, προς ἐλάττους αυτοῖς ὁ περὶ των ὁλων γένηται κίνδυνος. εάλωσαν δε τοι- 10 25 ουτω τινὶ τρόπω. καταλιπόντος 'Αννίβου φυλακον ἀρκουσαν ἐπὶ του χάρακος, ἄμα τω κατάρξασθαι την μάχην κατα τὸ συντάχθεν ἐπολιόρκουν οἱ μαῖοι προσβάλλοντες τοὐς ἀπολελειμμένους ἐν τω των Καρχηδονίων χάρακι. τὸ μὲν ουν πρῶτον ἀντεῖχον ' Hau ξδη δ' αυτῶν πιεζομένων, ἐπειδὴ κατὰ πάντα τὰ μέρη την μάχην υννίβας ἔκρινε, καὶ τότε παραβοηθήσας καὶ τρεψάμενος συνέκλεισε τοὐς Ῥωμαίους εἰς

445쪽

την ἰδίαν παρεμβολην, και δισχιλίους μὲν αυτῶν ἀπέκτεινε, τῶν λοιπῶν εγκρατης ἐγένετο ζωγρία 12 πάντων. ομοίως καὶ τους ἐπὶ τα κατὰ την χώρανερυματα συμπεφευγότας ἐκπολιορκήσαντες οἱ Νομάδες ἐπανῆγον, οντας εἰς δισχιλίους τῶν εἰς φυγην 5

τραπέντων ιππεων.

118 Βραβευθείσης δὲ της μάχης τον προειρημενον τρόπον, ἀκόλουθον εἰληφει τα ὁλα κρίσιν τοῖς υπ2 ἀμφοτέρων προσδοκωμένοις. Καρχηδόνιοι μεν γὰρ διὰ τῆς πράξεως ταυτης παραχρῆμα τῆς μεν λοιπῆς 103 παραλίας σχεδὸν πάσης ἰσαν ἐγκρατεῖς Ἀραντῖνοί τε γὰρ ευθέως ἐνεχείριζον αυτούς, υργυριππανοὶ δὲ καὶ Καπυανῶν τινες ἐκάλουν τον 'Aννίβαν, οἱ δὲ

λοιποὶ πάντες ἀπεβλεπον ξδη τότε προς Καρχηδο- 4 νίους' μεγάλας δ' εἶχον ἐλπίδας ἐξ ἐφόδου καὶ τῆς 1s5 ' μης αυτῆς ἔσεσθαι κύριοι ' Ῥωμαῖοί γε μην τηνγταλιωτῶν δυναστείαν παραχρῆμα διὰ την ἡτταν ἀπεγνώκεσαν, ἐν μεγάλοις δε φόβοις καὶ κινδύνοις ῆσαν περί τε σφῶν αυτῶν καὶ περὶ τοὐ τῆς πατρίδος ἐδάφους, ὁσον Οἴπω προσδοκῶντες ῆξειν αυτὸν 206 τον υννίβαν. καὶ γὰρ ἄσπερ επιμετρούσης καὶ συνεπαγωνιζομένης τοῖς γεγονόσι τῆς τύχης συνέβη μετ'

ὀλίγας ημέρας, του φόβου κατεχοντος την πόλιν, καὶ τον εἰς την Γαλατίαν στρατηγὸν ἀποσταλέντα εἰς

ἐνέδραν ἐμπεσόντα παραδόξως ἄρδην υπὸ τῶν Κελ- εs V τῶν διαφθαρῆναι μετὰ τῆς δυνάμεως. ου μην ῆ γε σύγκλητος ουδὲν ἀπέλειπε τῶν ἐνδεχομένων, αλλὰ παρεκάλει μεν τοὐς πολλούς, ἡσφαλίζετο δὲ τὰ κατὰ

την πόλιν, ἐβουλεύετο δε περὶ τῶν ἐνεστώτων ἀνδρωδῶς. τούτο δ' ἐγένετο φανερὸν ἐκ τῶν μετὰ χ8 ταύτα συμβάντων ' ὁμολογουμένως γὰρ τῶν Ῥωμαίων ἡττηθέντων τότε καὶ παραχωρησαντων τῆς ἐν

446쪽

L. III. BELLUM PUNICUM II. IN ITALIA. 349 τοῖς ὁπλοις αρετης, τῆ του πολιτευματος ἰδιότητι καὶ sτῶ βουλευεσθαι καλῶς ου μόνον ἀνεκτήσαντο την τῆς 'Ιταλίας δυναστείαν, νικήσαντες μετα ταυτα Καρχηδονίους, ἀλλα καὶ τῆς οἰκουμένης ἀπάσης ἐγκρα , τεῖς ἐγένοντο μετ' ὀλίγους χρόνους. διόπερ ημεῖς 10 ταυτην μὲν την βίβλον ἐπὶ τουτων των ἔργων καταστρέψομεν, ὼ περιέλαβεν 'Iβηρικῶν καὶ των 'Ιταλικῶν ἡ τετταρακοστῆ προς ταῖς εκατὸν ὀλυμπιάσι δηλώσαντες ' ὁταν δὲ τὰς 'Ελληνικὰς πράξεις τὰς κατὰ li16 την αυτὴν ολυμπιάδα γενομένας διεξιόντες ἐπιστῶμεν τοῖς καιροῖς τουτοις, τότ' ῆδη προθέμενοι ψιλῶς τον υπὲρ αυτῆς τῆς ' μαίων πολιτείας ποιησόμεθα λόγον, νομίζοντες ου μόνον προς την τῆς ἱστορίας 12 συνταξιν οἰκείαν εἶναι την περὶ αυτῆς ἐξήγησιν, ἀλλα,5 καὶ προς τὰς των πολιτευμάτων διορθωσεις καὶ κατασκευὰς μεγάλα συμβάλλεσθαι τοῖς φιλομαθουσι καὶ πραγματικοῖς τῶν ανδρῶν.

SEARCH

MENU NAVIGATION