Polybii Historia edidit Ludovicus Dindorfius

발행: 1866년

분량: 456페이지

출처: archive.org

분류: 미분류

421쪽

380 Ia. IX. PARTES ARTIS IMPERATORIAE. ηγουμένων ἀγνοίας η ραθυμίας ἐπιτελεῖται τὰ πλεροστα των αμαρτημάτων, ουδεὶς αν τουτ ἀπορήσειε.5 τίς ουν ὁ τρόπος της τοιαυτης διαθέσεως σκοπεῖν ἐδη πάρεστι.

βαίνοντα πράξεις μεν ου δαμῶς αρμόζει λέγειν, περοτ ριπετείας δὲ καὶ συγκυρήσεις μῶλλον ' διὸ καὶ λόγονουκ ἔχοντα μεθοδικὸν οὐδ' ἐστῶτα παραλειπέσθω τὰ δε κατὰ πρόθεσιν ἐνεργουμενα, ταυτα δηλουσθω 8 περι ων ο νυν δη λόγος. πάσης δη πράξεως ἐχουσης id καιρὸν ώρισμένον καὶ διάστημα καὶ τόπον, καὶ προσδεομένης του λαθεῖν και συνθημάτων ώρισμένων, ἔτι δε καὶ δι ων καὶ μεθ' ων καὶ τίνι τρόπω πρα-9 χθήσεται, φανερὸν ώς ὁ μὲν ἐκάστου τουτων ευστοχήσας Ουχ ἁμαρτήσεται της ἐπιβολῆς, ὁ δ' ενὰς ὀλι- 1sγωρήσας σφαλήσεται της ὁλης προθέσεως. ουτως ηI0 φυσις προς τὰς ἀποτυχίας των ἐπινοηθέντων ικανὸν Τν καὶ το τυχὸν ἐποίησε των κατὰ μέρος προς δὲ13 τὀ κατορθουν μόλις ἱκανὰ πάντα. διὸ χρη μηδενὸς ἀφροντιστεῖν ἐν ταῖς τοιαυταις ἐπιβολαῖς τους ηγου- 202 μένους. ἔστι δ' ἀρχὴ μὲν των προειρημένων τὸ σιγῶν, καὶ μήτε δια χαρὰν παραδόξου προφαινομένης

ἐλπίδος μητε διὰ φόβον μήτε διὰ συνήθειαν μήτε

3 διὰ φιλοστοργίαν μεταδιδόναι μηδενὶ των εκτός, αυρο τοῖς δε κοινουσθαι τουτοις, ων χωρὶς ουχ οιόν τε τὸ 25

προτεθεν ἐπὶ τέλος ἀγαγεῖν, καὶ τουτοις μὴ πρότερον, ἀλλ ὁταν ὁ τῆς ἐκάστου χρείας καιρὸς ἐπαναγ- Α καζI χρη δὲ σιγῆν μὴ μόνον τρ γλωττd, πολυ δὲβ μἀλλον τῆ ψυχῆ πολλοὶ γὰρ ξδη κρυψαντες τοὐς λογους ποτὲ μὲν δι' αυτῆς τῆς ἐπιφάσεως, ποτὲ δὲ ιο

καὶ διὰ των πραττομένων φανερὰς ἐποίησαν τὰς ο εαυτῶν ἐπινοίας. δεύτερον δ' ἐπεγνωκέναι τὰς ἡμε-

422쪽

L. IX. ARS IMPERATORIA.

0ησίους και νυκτερινὰς πορείας καὶ τὰ διανύσματα τουτων, μη μόνον κατὰ γην, ἀλλα καὶ κατὰ θάλατταν. τρίτον καὶ μέγιστον των ἐκ του περιέχοντος γκαιρῶν ἔχειν ἔννοιαν καὶ δύνασθαι τούτων κατὰ το5 κριθὲν ευστοχεῖν. καὶ μην Ουδε τον τόπον της πρά- 8ξεως ἐν μικρῶ θετέον, επειδη πολλάκις παρὰ τοίτο τὰ μεν αδύνατα δοκουντα εἶναι δυνατά, τὰ δε δυνατὰ πέφυκεν αδύνατα. το δε τελευταῖον συνθημά- 0των καὶ παρασυνθημάτων, ετι δε ἐκλογῆς, δι' ων 1ο και μεθ' ων ἐνεργηθήσεται τὸ κριθέν, Ουκ ὀλιγωρητέον.

ν δε προειρημενων τὰ μὲν ἐκ τριβ ς, τὰ δ' 14εξ ἱστορίας, τὰ δε κατ' ἐμπειρίαν μεθοδικην θεω-

ρειται. κάλλιστον μεν ουν τὸ γιγνώσκειν αυτὸν και 2 15 τὰς οδοῖς καὶ τον τόπον, ἐφ' ον δεῖ παραγενέσθαι, καὶ την φύσιν του τόπου, προς δε τούτοις, δι ' ών μέλλει καὶ μεθ' ων πράττειν. δεύτερον δὲ ἱστορεῖν 3 επιμελῶς καὶ μη πιστεύειν τοῖς τυχουσι ' την δὲ των καθηγουμένων πίστιν επί τι τῶν τοιούτων ἐν τοῖς Ψο ἐπομένοις ἀεὶ δεῖ κεῖσθαι. ταύτα μεν ουν καὶ τὰ 4

τούτοις παραπλήσια δυνατὸν ἴσως καὶ δι' αυτῆς τῆς στρατιωτικῆς τριβῆς περιγίγνεσθαι τοῖς ἡγουμένοις, τὰ μεν εξ αυτουργίας, τὰ δ' ἐξ ιστορίας τὰ δ' ἐκ 5 τῆς ἐμπειρίας προσδεῖται μαθήσεως καὶ θεωρημά- 25 των, καὶ μάλιστα τῶν ἐξ αστρολογίας καὶ γεωμετρίας, ων τὰ μεν ἔργον ου μέγα πρός γε ταύτην την χρείαν, τὸ δε χρῆμα μέγα καὶ μεγάλα συνεπεῖν δυνάμενον πρὸς τὰς προειρημένας ἐπιβολάς. αναγκαιο- 6τατον δ' αυτοὐ τὸ περὶ τὰς νυκτερινὰς θεωρίας καὶ ad τὰς ἡμερινάς. εἰ μεν γὰρ ἴσας εἶναι συνέβαινε ταύτας αεί, ουδ' ἡστινος ἄν ἀσχολίας τὸ πρῆγμα προσεδεῖτο, κοινὴ δ' ἀν ην απάντων ὴ γνῶσις' ἐπει δ' τ

423쪽

ου μόνον ἔχει τὰ προειρημένα προς ἄλληλα διαφοράν, ἀλλα καὶ προς αυτά, δῆλον ως ανάγκη γιγνώ-8 σκειν τὰς αυξήσεις καὶ μειώσεις ἐκατέρων. πῶς γὰρ

αν τις ευστοχησειε πορείας καὶ διανυσματος ημερη

σίου, πῶς δὲ νυκτερινοῶ, μη κατανοήσας τὰς των οὐ προειρημένων διαφοράς; καὶ μην οὐδενὸς προς τον δέοντα καιρὸν ἐξικέσθαι δυνατὸν ανευ της τουτων ἐμπειρίας, ἀλλα ποτὲ μὲν υστερεῖν, ποτὲ δὲ προτε- 10 ρεῖν ἀνάγκη. μεῖζον δὲ τὸ προτερεῖν ἐν μόνοις τού- 1i τοις αμάρτημα του καθυστερεῖν ο μὲν γὰρ υπερά- 10ρας τον ώρισμένον καιρὸν αυτῆς ἀποτυγχάνει τῆς ἐλπίδος ' τὸ γὰρ γεγονὸς ἐξ αποστήματος ἐπιγνους 12 αυθις ἀπολύεται μετ ασφαλείας ὁ δὲ προλαβώυτον καιρόν, ἐγγίσας καὶ γνωρισθεὶς ου μόνον αποτυγχάνει τῆς ἐπιβολῆς, αλλὰ καὶ κινδυνεύει τοις i5 15 ὁλοις. κρατεῖ δ' ἐπὶ πάντων μὲν τῶν ἀνθρωπείων 2 ἔργων ὁ καιρός, μάλιστα δὲ τῶν πολεμικῶν. διὰ προχείρως ἰστέον τῶ στρατηγῶ τροπὰς ἡλίου θερινὰς καὶ χειμερινάς, ἔτι δ' ἰσημερίας καὶ τὰς μεταξὐ τούτων αυξήσεις καὶ μειώσεις ημερῶν καὶ νυκτῶν 203 ουτω γὰρ οῦν μόνως δύναιτο συμμετρεῖσθαι προς λόγον τὰ διανύσματα καὶ κατὰ γῆν καὶ κατὰ θάλατταν 4 καὶ μην τους κατὰ μέρος καιροῖς ἀναγκαῖον εἰδώναι, καὶ τοὐς τῆς ημέρας καὶ τοὐς τῆς νυκτός, προς τὸ γιγνώσκειν πηνίκα ποιητέον καὶ τὰς ἐξεγέρσεις 255 καὶ τὰς ἀναζυγάς' ου γὰρ οἷόν τε του τέλους τυγ-6 χάνειν μὴ οὐ τῆς αρχῆς εὐστοχήσαντα. τοὐς μὲν ουν τῆς ημέρας καιροὐς τῆ σκιὰ συνθεωρεῖν οὐκ ἀδύνατον, ἔτι τῆ κατὰ τον ῆλιον πορεία καὶ τοῖς ἐπὶ τουτ κόσμου γιγνομένοις αυτοὐ τούτου διαστήμασι ' τους 30δε τῆς νυκτὸς δυσχερές, ἐὰν μή τις ἐπὶ του φαινομένου τὴ τῶν δώδεκα ζωδίων οἰκονομία καὶ τάξει

424쪽

συμπεριφέρηται πάνυ γὰρ καὶ τουτο ράδιον τοῖς τὰ φαινόμενα πεπολυπραγμονηκόσιν. ἐπεὶ γαρ ἀνίσων ηουσῶν των νυκτῶν δμως εν πάση νυκτὶ των δώδεκα ζωδίων εξ ἀναφέρεσθαι συμβαίνει, φανερὸν ως 5 αναγκαῖον ἐν τοῖς αυτοῖς μέρεσι πάσης νυκτὸς ἐσαμερη των δώδεκα ζωδίων ἀναφέρεσθαι. του δ' ἡλιου 9 . γνωριζομένου καθ' ημεραν ποίαν μοῖραν ἐπέχει, δοθλον ώς δυναντος τουτου την κατὰ διάμετρον ἐπιτέλλειν ανάγκη. λοιπὸν ὁσον αν τὸ μετὰ ταυτην μερος Ι010 ἀνατἄταλκὸς φαίνηται του ζωδιακου, τοσουτον εἰκὸς ἡνυσθαι της νυκτὸς αεί. γνωριζομενων δὲ των ζω- 11δίων καὶ κατὰ τὸ πλῆθος καὶ κατὰ τὸ μέγεθος, τοι ουτους γίγνεσθαι μετὰ ταυτα συμβαίνει καιτους κατὰ μέρος καιρους τῆς νυκτός. ἐν δε ταῖς συννεφέσι νυξὶ 1215 τῆ σελήνη προσεκτέον, ἐπεὶ διὰ τὸ μέγεθος ώς ἐπίπαν ἀεὶ τὸ ταυτης ἐμφαίνεται φως, καθ' ον ὰν ἡ τόπον

του κόσμου. καὶ ποτὲ μὲν ἐκ των περὶ τὰς ἀνατολὰς 13 καιρῶν καὶ τόπων στοχαστέον, ποτὲ δὲ πάλιν ἐκ των περὶ τὰς δύσεις, προυπαρχουσης καὶ περι τουτο τὀ 142ο μέρος ἐννοίας ἐπὶ τοσουτον ῶστε συμπεριφέρεσθαι ταῖς καθ' ημέραν διαφοραῖς των ανατολῶν. ἔστι δὲ 15 τρόπος ευθεώρητος καὶ περι ταυτην δρος γὰρ εις μην ώς τυπω καὶ προς αἴσθησιν τοιουτοι πάντες. ὴ καὶ τον ποιητὴν ἄν τις ἐπαινέσειε, διότι παρεισάγει 16 25 τον υδυσσέα, τον ἡγεμονικώτατον ἄνδρα, τεκμαιρόμενον ἐκ τῶν ἄστρων Ου μόνον τὰ κατὰ τους πλους,

αλλὰ καὶ τὰ περὶ τὰς ἐν τῆ γῆ πράξεις. ἱκανὰ γὰρ γ

καὶ τὰ παρὰ δόξαν γιγνόμενα ' τυγχάνειν προνοίας ακριβους εἰς τὸ πολλὴν απορίαν παρασκευάζειν καὶ κ πολλάκις, οἷον ἔμβρων καὶ ποταμῶν ἐπιφοραι καὶ 3πάγων υπερβqλαὶ καὶ χιόνες, ἔτι δ ὁ καπνώδης καὶ συννεφὴς αὴρ καὶ τἄλλα τὰ παραπλήσια τουτοις. εἰ

425쪽

4 δε καὶ περὶ ων δυνατόν ἐστι προὶ δέσθαι, καὶ τούτων ὀλιγωρήσομεν, πῶς ουκ εἰκότως ἐν τοῖς πλείστοις ἀποτευξόμεθα δι αυτούς; διόπερ -κ ἀφροντιστη-5 τέον οὐδενὸς τῶν προειρημένων, λα μη τοιούτοις ἀλογήμασι περιπίπτωμεν οῖοις φασὶ περιπεσεῖν ἐτέ- ερους τε πλείους καὶ τοὐς νῶν υφ' ημῶν λέγεσθαι μέλλοντας υποδείγματος χάριν.17 'Αρατος ὁ τῶν 'Aχαιῶν στρατηγὸς ἐπιβαλόμενος

πραξικοπεῖν την τῶν Κυναιθέων πόλιν, συνετάξατο

προς τοὐς ἐκ τῆς πόλεως αὐτω συνεργούντας ἡμέ- id ραν, ἐν η τον μὲν 'Αρατον ἔδει νυκτὸς παραγενηθέντα προς τον απὸ Κυναίθης ρέοντα ποταμὸν ώς ἐπὶ ' πρεπίου μένειν ἐνασχολήσαντα μετὰ τῆς δυνά- 2 μεως, τοὐς δ' ἔνδοθεν περι μέσον ημέρας, οτε λάβοιεντον καιρόν, ἔνα μεν αυτῶν μεθ' ἡσυχίας ἐν ἱματίω i, διὰ τῆς πύλης ἐκπέμψαι, καὶ κελευσαι προσελθόντα

στῆναι προ τῆς πόλεως ἐπὶ τον συνταχθέντα τάφον,3 τοὐς δε λοιποὐς προσενεγκεῖν τὰς χεῖρας τοῖς ἄρχουσι, κοιμωμένοις κατὰ μέσον ημέρας, τοῖς εἰθισμμο νοις τηρεῖν την πύλην. γενομένου δε τούτου σπουδὴ Φοκαταταχεῖν τοὐς Ἀχαιοίς ἐκ τῆς ἐνέδρας ἔδει προς

5 την πύλην. τούτων διατεταγμένων καὶ του και-

ροῶ συνάψαντος, ο μεν 'Αρατος ήκε, καὶ κρυφθεις 6 κατὰ τον ποταμὸν ἔμενε τηρῶν τὸ σύνθημα ' περὶ δε πέμπτην ῶραν ἔχων τις πρόβατα μαλακὰ τῶν εἰ- 25θισμένων περὶ πόλιν τρέφειν, δεηθεις ἐκ του καιροί πυθέσθαι τι του ποιμένος βιωτικόν, ἐξῆλθε διὰ τῆς

πυλης ἐν ιματίω, καὶ στὰς ἐπὶ τον αυτὸν τάφον πε-7 ριεβλέπετο τον ποιμένα. οι δὲ περὶ τὸν Αρατον ἀποδεδόσθαι σφίσι τὸ συνθημα νομίσαντες σπουδῆ προς ad 8 την πόλιν ἐφέροντο πάντες. ταχὐ δε τῆς πύλης κλεισθείσης υπὸ τῶν ἐφεστώτων διὰ τὰ μηδέπω μηδεν

426쪽

L. IX. ARS IMPERATORIA.

υπό τῶν ενδον ἡτοιμάσθαι, συνέβη μη μόνον τῆς πράξεως ἀποτυχεῖν τοὐς περὶ τον ' ρατον, ἀλλα καὶ

τοῖς ἐκ τῆς πόλεως συμπράττουσιν αἰτίους γενέσθαιτων μεγίστων συμπτωμάτων ' καταφανεῖς γὰρ γενό-5 μενοι παραχρῆμα προβληθέντες ἀπέθανον. τί οὐν 9 εἴποι τις αν τῆς περιπετείας αἴτιον γεγονεναι; τὀ ποιησασθαι τον στρατηγὸν απλουν τὸ σύνθημα, νέονακμὴν ὁντα καὶ τῆς τῶν διπλῶν συνθημάτων καιπαρασυνθημάτων ακριβειας απειρον. ουτως αἱ πο- I01ο λεμικαὶ πράξεις ἐν μικρῶ τὰ διαφέρον ἔχουσι τῆς εφ' εκάτερα ροπῆς τῶν ἐκβαινόντων. Καὶ μην Κλεομενης ὁ Σπαρτιάτης προθέμενος 18 διὰ πράξεως ἔλεῖν την τῶν Μεγαλοπολιτῶν πόλιν, συνετάξατο τοῖς τὸ τεῖχος φυλάττουσι τό κατὰ τον i5 Φωλεὸν καλούμενον νυκτὸς ῆξειν μετὰ τῆς δυνάμεως κατὰ τρίτην φυλακήν τοsτον γὰρ ἐφυλαττοντον καιρὸν τὸ τεῖχος οἱ συμπράττοντες αυτῶ. Dυκέτι 2

προνοηθεὶς ὁτι περὶ την τῆς Πλειάδος ἐπιτολὴν τελέως ἡδη βραχείας εἶναι συμβαίνει τὰς νύκτας,20 ἐκίνησε την δυναμιν ἐκ τῆς Λακεδαίμονος περὶ δυσμὰς ἡλίου. λοιπὸν ου δυνάμενος καταταχεῖν, ἀλλα 3τῆς ημερας καταλαμβανουσης εἰκῆ και ἀλόγως βιαζόμενος, αἰσχρῶς ἐξέπεσε, πολλοὐς ἀποβαλὼν καὶ κινδυνευσας τοῖς ὁλοις' ος εἰ κατὰ τὰ συνταχθεν ηυστό- 4 β χησε τοὐ καιρOs, και κρατουντων τῆς εἰσόδου τῶν συνεργουντων εἰσήγαγε την δυναμιν, ουκ ῖν διεψεύσθη τῆς ἐπιβολῆς. Πάλιν ομοίως Φίλιππος ὁ βασιλευς, ώς επάνω bπροεῖπον, πρῆξιν ἔχων ἐκ τῆς τῶν Μελιταιῶν πό- λεως κατὰ δύο τρόπους ῆμαρτε και γὰρ τὰς κλίθμακας ἐλάττους ἔχων ἡλθε τῆς χρείας καὶ του και ροῶ διέπεσε. συνταξάμενος γὰρ ῆξειν περὶ μέσας 6

427쪽

L. IX. ARS IMPERATORIA.

νύκτας κατακεκοιμημένων ξδη πάντων, προ του δε- οντος καιρου κινήσας ἐκ Λαρίσης, καὶ προσπεσὼν προς την των Μελιταιῶν χωραν, ουτ' ἐπιμένειν εδυ- νατο, δεδιὼς μη προσαγγελθείη τοῖς ἔνδον, ουτ ἀνα- κάμψας ἔτι λαθεῖν. διόπερ αναγκαζόμενος εἰς τουμ- 5 προσθεν προάγειν , ἐκε προς την πόλιν ακμην των 8 ἀνθρώπων ἐγρηγορότων. oθεν ουτε διὰ των κλιμάκων ἐδύνατο βιάζεσθαι διὰ την ἀσυμμετρίαν ουτε διὰ της πύλης εἰσελθεῖν τω μη δύνασθαι τους ἔνδον 9 αυτω συνεργεῖν διὰ τον καιρόν. τέλος διερεθίσας 10

τοὐς ἐν τῆ πόλει, καὶ πολλοὐς των ιδίων ἀποβαλών, μετ' αἰσχύνης ἄπρακτος ἐπανῆλθε, πάσι καὶ τοῖς ἄλλοις παρηγγελκὼς ἀπιστεῖν αὐτω καὶ φυλάττεσθαι. 19 Kαὶ μην Νικίας ὁ των 'Aθηναίων στρατηγός,

δυνάμενος σώζειν το περὶ τὰς Συρακούσας στοά- 15τευμα, καὶ λαβών της νυκτὸς τον ἀρμόζοντα καιρὸν εἰς το λαθεῖν τοὐς πολεμίους, ἀποχωρήσας εἰς ασφαλές, κἄπειτα της σεληνης ἐκλιπούσης, δεισιδαιμονήσας, ε ς τι δεινον προσημοιτούσης, ἐπέσχε την ἀνα- 2 ζυγην. καὶ παρὰ τοsτο συνέβη κατὰ την ἐπιοέσαν 20

αὐτου νύκτα ποιησαμένου την ἀναζυγην προαισθομένων των πολεμίων και το στρατόπεδον και τους

ηγεμόνας υποχειρίους γενέσθαι τοῖς Συρακοσίοις. 3 καίτοι γε παρὰ των ἐμπείρων ἱστορήσας μόνον περιτούτων δυνατὸς ην οὐχ οἷον παραλιπεῖν διὰ τὰ τοι- 25αυτα τοῖς ἰδίους καιρούς, αλλὰ καὶ συνεργοῖς χρη δ σασθαι διὰ την των υπεναντίων ἄγνοιαν η γὰρ των πέλας απειρία μέγιστον ἐφόδιον γίγνεται τοῖς ἐμπείροις προς κατόρθωσιν. 5 Ἐκ μὲν ουν αστρολογίας μέχρι των προειρημέ νων πολυπραγμονητέον. περι δε τῆς των κλιμάκων

συμμετρίας τοιουτός τίς ἐστιν ὁ τρόπος τῆς θεωρίας.

428쪽

ἐὰν μὲν γὰρ διά τινος τῶν συμπραττόντων δοθῆ τὸ ητου τείχους Γφει, πρόδηλος ἡ τῶν κλιμάκων γίγνεται

συμμετρία ' orων γαρ αν δέκα τινῶν εἶναι συμβαίνητὀ του τείχους υψος, τοιουτων δώδεκα δεγμει τὰς 5 κλίμακας δαψιλῶν ὐπάρχειν. την δ' ἀπόβασιν της τκλίμακος προς την τῶν ἀναβαινόντων συμμετρίαν ἡμίσειαν εἶναι δεησει της κλίμακος, ἶνα μητε πλεῖον ἀφιστάμεναι διὰ τὸ πλῆθος τῶν ἐπιβαινόντων ευ- σύντριπτοι γίγνωνται μητε πάλιν ὀρθότεραι προ 1ο ερειδόμεναι λίαν ἀκροσφαλεῖς ωσι τοῖς προσβαίνου- 8σιν. εὰν δὲ μη δυνατὸν η μετρῆσαι μηδ' ἐγγίσαι τῶ τείχει, ληπτεον ἐξ ἀποστάσεως παντος υψους τὰ μέρογεθος τῶν προς ὀρθὰς ἐφεστώτ ων τοῖς υποκειμένοις ἐπιπέδοις. ὁ τε τρόπος τῆς λή ψεως καὶ δυνατὸς καὶ ολβ ράδιος τοῖς βουλομένοις πολυπραγμονεῖν τα παρατῶν μαθηματικῶν. Θιὸ πάλιν ἐν τουτοις φανερὸν ὁτι δεήσει τους 20 βουλομένους ευστοχεῖν ἐν ταῖς ἐπιβολαῖς καὶ πράξεσι γεγεωμετρηκέναι μη τελέως, ἀλλ' ἐπὶ τοσουτον ἐφ' 20 ὁσον αναλογίας ἔννοιαν ἔχειν καὶ τῆς περὶ τὰς ομοιότητας θεωρίας. ου γὰρ περι ταῶτα μόνον, ἀλλα καὶ 2περὶ τὰς τῶν σχημάτων μεταλήψεις ἐν ταῖς στρατοπεδείαις αναγκαῖος ἐστιν ὁ τρόπος, χάριν του δυνα- σθαι ποτὲ μὲν παν σχῆμα μεταλαμβάνοντας τηρεῖν 25 την αυτὴν συμμετρίαν τῶν ἐν ταῖς παρεμβολαῖς πεοι λαμβανομενων, ποτὲ δὲ πάλιν ἐπι τῶν αυ- 3τῶν σχημάτων μένοντας αύξειν ἡ μειοὐν τὸ περιλαμβανόμενον τῆ στρατοπεδεία χωρίον, κατὰ λόγον ἀειτῶν ποοσγιγνομένων τῶν χωριζομένων ἐκ τῆς πα-

βο ρεμβολῆς υπὲρ ἄν ἡμῖν ἐν τοῖς περὶ τὰς τάξεις δυπομνήμασιν ἀκριβέστερον δεδήλωται. ου γὰρ οἴο- bμαι τοὐτο γε μετρίως ἡμῖν ἐποίσειν οὐδένα διότι 25.

429쪽

πολλά τινα προσαρτῶμεν τῆ στρατηγία, κελευοντες ἀστρολογεῖν καὶ γεωμετρεῖν τοὐς ὀρεγομένους αυτῆς. 6 ἐγὼ δὲ τα μεν ἐκ περιττου παρελκόμενα τοῖς ἐπιτηδευμασι χάριν τῆς ἐν έκάστοις ἐπιφάσεως και στωμυλίας πολυ τι μῆλλον αποδοκιμάζων, παραπλη- 5σίως δε και τὸ πορρωτέρω του προς τὴν χρείαν ἀνή- κοντος ἐπιτάττειν, περὶ ταναγκαῖα φιλοτιμότατός εἰμι

τ καὶ σπουδάζων. καὶ γὰρ ἄτοπον τους μεν ὀρχηστικῆς ἡ τοὐς αὐλητικῆς ἐφιεμένους ἐπιδέχεσθαι τήν τε περὶ τοὐς ρυθμοὐς καὶ τὰ μουσικὰ προκατασκευήν, ἔτι δὲ 1οτὰ περὶ τὴν παλαίστραν, διὰ το δοκεῖν προσδεῖσθαι τὸ τιλος ἐκατέρου τῆς των προειρημενων συνεργίας,8 τοὐς δε στρατηγίας αντιποιουμενους ἀσχάλλειν, εἰ δεήσει των ἐκτος επιτηδευμάτων μέχρι τινος ἀναλα- ο βεῖν. ἄστε τοὐς τὰς βαναυσους τέχνας ἀσκούωτας 15 ἐμμελεστέρους εἶναι καὶ φιλοτιμοτέρους των περὶ τὰ κάλλιστα καὶ σεμνότατα προαιρουμενων διαφέρειν 10 ων ουδὲν ὰν ὁμολογήσειε νουν ἔχων οὐδείς. καὶ περὶ μεν τούτων ἐπὶ τοσουτον ἡμῖν εἰρήσθω. 21 οἱ δε πλεῖστοι των ανθρώπων ἐξ αυτῆς τῆς πε- 2οριμέτρου τεκμαίρονται τὰ μεγέθη των προειρημένων. 2 λοιπὸν ἄταν εἴπy τις τὴν μεν των Μεγαλοπολιτῶν

πόλιν πεντήκοντα σταδίων ἔχειν τον περίβολον, τὴν δε των Λακεδαιμονίων οκτὼ καὶ τετταράκοντα, τωδε μεγέθει διπλῆν εἶναι τὴν Λακεδαίμονα τῆς 25 Μεγάλης πόλεως, ἄπιστον αὐτοῖς εἶναι δοκεῖ τὸ λ 3 γόμενον. ἄν δε καὶ συναυξῆσαί τις βουλόμενος τὴν

απορίαν εἴπη διότι δυνατόν ἐστι τετταράκοντα σταδίων πόλιν ἡ στρατοπεδείαν ἔχουσαν τὴν περιγραφὴν διπλασίαν γίγνεσθαι τῆς εκατὸν σταδίων ἐχού- 30σης τὴν περίμετρον, τελέως ἐκπληκτικὸν αὐτοῖς φαμε νεται τὸ λεγόμενον. τούτου δ' ἐστὶν αἴτιον ἔτι των

430쪽

L. IX. ARS IMPERATORIA.

ἐν τοῖς παιδικοῖς μαθήμασι παραδιδομένων ἡμῖν διὰ τῆς γεωμετρίας - μνημονευομεν. περὶ μεν ουν dτουτων προήχθην εἰπεῖν διὰ τὸ μὴ μόνον τοὐς πολλους, ἀλλα καὶ των πολιτευομενων καὶ τωνε ἐν ταῖς ἡγεμονίαις ἀναστρεφομένων τινὰς ἐκπλήττεσθαι, θαυμάζοντας ποτε μέν, εἰ δυνατόν ἐστι μείζω την των Λακεδαιμονίων πόλιν ειναι, καὶ πολλῶ μείζω, τῆς των Μεγαλοπολιτῶν, τον περίβολον ἔχουσαν ἐλάττω, ποτὲ δὲ τὸ πλῆθος των ἀνδρῶν τεκμαίρεσθαι, 616 στοχαζομένους ἐξ αυτῆς τῆς περιμέτρου των στρατο πεδειῶν. παραπλήσιον δέ τι καὶ ἔτερον αδίκημα τσυμβαίνει περὶ τὰς των πόλεων ἐπιφάσεις. οἱ γὰρ πολλοι των ανθρώπων τὰς περικεκλασμένας καὶ βουνώδεις πλείους οἰκίας ὁπολαμβάνουσι κατέχεσθαι 15 των ἐπιπέδων. το δ' Ουκ ἔστι τοιούτον, διὰ τὸ τας 8 οἰκίας τῶν οἰκοδομιῶν μὴ τοῖς ἐγκλίμασι των εδα- φων, ἀλλα τοῖς υποκειμένοις ἐπιπέδοις οἰκοδομεῖσθαι

προς ὀρθάς, ἐφ ' ών και τους λόφους αυτοὐς βεβηκέναι συμβαίνει. γνοίη δ' αν τις ἐκ του φαινομένου sεο παιδικῶς δμως τὸ λεγόμενον. εἰ γὰρ νοήσαι τις εἰς υφος ἀνατεταμένας τὰς ἐν τοῖς κλίμασιν οἰκίας ου- τως ἄστε πάσας ἰσούφεῖς ἡπάρχειν, φανερὸν ως ενὁς ἐπιπέδου γενομένου του κατὰ τὰ τέγη τῶν οἰκιῶν, ἴσον καὶ παράλληλον ἔσται τοίτο τω το0 λό- 10 25 φοις υποκειμένω καὶ τοῖς τῶν τειχῶν θεμελίοις ἐπιπέδω. περὶ μὲν οὐν τῶν ἡγεῖσθαι καὶ πολιτεύεσθαι 11 iβουλομένων, ἀγνοούντων δὲ τὰ τοιαυτα και θαυμαζόντων, ἐπὶ τοσουτον ἡμῖν εἰρήσθω. Εxc. ant. p. 206-212. Jυτι τους μὴ μετ' εὐνοίας καὶ προθυμίας ἐμβαμ 12ω νοντας οὐδ' ἐπ' αὐτῶν εἰκός ἐστι τῶν ἔργων αληροθεῖς εἶναι συμμάχους. ΓΕxc. Vat. p. 375 M. 29 Η.Jπιτι τοιαύτης διαθέσεως υπαρχουσης περί τε τοὐς 13

SEARCH

MENU NAVIGATION