Antiqvitatvm romanorvm qvae svpersvnt, recensvit Adolphvs Kiessling

발행: 1860년

분량: 380페이지

출처: archive.org

분류: 미분류

341쪽

ηλικίαν οἱ την υπατικὴν εσχηκότες αρχην, οις ἄπασιν ἐδόκει τη Μενηνίου χρῆσθαι γνώμy, εως καθῆροκεν ὁ λόγος εἰς τον ,ππιον. ὁ-ἀναστὰς, ωρῶ μεν,εφησεν, ὁτι καὶ τοῖς υπάτοις ἐστὶ κεχαρισμενον, ω5 βουλὴ, καὶ τοῖς αλλοις υμῖν ολίγου δεῖν πῶσι, κατάγειν τον δῆμον εφ' οἷς αν αυτὸς ἀξιοῖ' καὶ μόνος εξαπάντων ἐγὼ λείπομαι των ἐναντιωθέντων προς τας διαλυσεις ἐκείνοις τε απεχθὴς διαμένων καὶ υμῖν

ουδὲν ἔτι χρήσιμος ών. - μην διὰ ταυτά γε ἀπο- 10 στήσομαι των ἐξ αρχῆς ἐγνωσμενων, - δε καταλείψω την τάξιν τῆς πολιτείας ἐκών. ὁσω δ' αν ἐρημότερος

γένωμαι των τα αυτά μοι προελομενων, τοσουτω τιθ

μιώτερος υμῖν ἔσομαί ποτε ἐν χρόνω, καὶ περιέσται μοι ζῶντι μεν επαινος, τελευτήσαντι δε ἡ παρὰ των 15 ἐπιγενομένων μνήμη. εἴη μεν ουν, ἁ Καπετώλιε Ζευκαὶ θεοὶ πόλεως ἐπίσκοποι τῆς ἡμετερας ῆρωες τε καὶ δαίμονες οσοι γῆν την ' μαίων ἐφορῆτε, καλὴ 1195καὶ συμφερουσα πῶσιν ἡ των φυγάδων κάθοδος, καὶ φευσθείην ἐγώ των ἐλπιδων, ας υπερ του μελλοντος 20 ἔχω χρόνου. ἐὰν δέ τι δεινὸν ἐκ τουτων καταλάβητων βουλευμάτων την πόλιν' ἔσται δε τούτο φανερὸν ουκ εἰς μακράν τουτοις μὲν ταχεῖαν επανόρθωσιν

αυτοὶ δοίητε καὶ σωτηρίαν τοῖς πράγμασιν ἀσφαλῆ, ἐμοὶ δὲ, δς -τ ἐν ἄλλω καιρω πώποτε τὰ ῆδιστα 25 εἱλόμην λέγειν ἀντὶ των ἀφελιμωτάτων Οἴτε νυν προδίδωμι τὸ κοινὸν ἰδίαν καταπραττόμενος ἀσφάλειαν, ευμενεῖς εἴη τε καὶ μειλίχιοι. θεοῖς μεν δηταυτα εἴχομαι, λόγων γὰρ ουδὲν ἔτι δεῖ γνώμην δεῆν καὶ πρότερον ἀποφαίνομαι, τους μὲν ἐν τη πόλει 30 διαμένοντας των δημοτικῶν ἀφίεσθαι χρεῶν, τοῖς δὲ ἀποστάταις πολεμεῖν ἀπάση προθυμία, εως αν ἔτι διαμενωσιν ἐν τοῖς ὁπλοις.

i Diuili oci by Co le

342쪽

LXVIIII. Ἀλα εἰπὼν ἐπαυσατο. ἐπεὶ δὲ αὐτῶν πρεσβυτέρων γνῶμαι τη Μενηνίου προσέθεντο, 11μ καὶ καθηκεν ὁ λόγος ἐπὶ τους νεωτέρους, ὀρθης --σης ἀπάσης της βουλης ἀνίσταται Σπόριος Ναύτιος, οἰκίας ἐν τοῖς πάνυ λαμπροτατης διάδοχος' ὁ γὰρ 54γεμὼν αυτῶν τού γένους Ναύτιος απὸ των συν Αἰνεία στειλάντων την αποικίαν εις ην, 'Aθηνῆς ἱερεῶς Πολιάδος, και το ξόανον ἀπηνέγκατο της θεὰς μετανιστάμενος, ο διεφύλαττον ἄλλοι παρ' ἄλλων μεταλαμβάνοντες οἱ τοί γένους ἔντες του Ναυτίων' 10ος ἐδόκει καὶ διὰ την οἰκείαν αρετην λαμπρότατος εἶναι των νέων, καὶ ουκ εἰς μακρὰν της ὐπατικης ἐξουσίας τεύξεσθαι. ἀρξάμενος δὲ ἀπολογεῖσθαι κοι- νην απολογίαν ὐπὲρ απάντων των νέων, ώς οἴτε φιλονεικία τῆ προς τους πατέρας ἀτε αυθαδεία χρη- 15σαμένων, ὁτε την ἐναντίαν ἔσχον ἐν τη προτέρα βουλst προαίρεσιν, ἀλλ' εἴπερ ἄρα ημάρτανον διὰ την ηλικίαν γνώμη σφαλέντων, τελευτῶν ἔφη τὸ πιστόν

τούτου παρέξεσθαι την μεταβολην. συγχωρεῖν γουναυτοῖς ώς ἄμεινον φρονοῶσιν ἐπιψηφίζεσθαι παν ο 20 τι ἰν ηγῶνται τῶ κοινῶ συμφέρειν, ώς οὐδὲν σφῶν

1197 γε προς ταλα ἐναντιωσομένων, αλλὰ πεισομένων τοῖς πρεσβυτέροις. ομοια ει τούτω καὶ των ἄλλων νέων αποφηναμένων ἐκτὸς ολίγων τινῶν πάνυ τῶν Ἀππίου συγγενῶν, ἐπαινέσαντες την εὐκοσμίαν αυ- 25 τῶν οἱ Γπατοι καὶ παρακαλέσαντες εἰς πάντα τὰ κοινὰ τοιούτους εα- ς παρέχειν πρεσβευτὰς εῖλοντο

δέκα τοὐς ἐπιφανεστάτους τῶν πρεσβυτέρων, ἐκτὸς ενὸς ἄπαντας υπατικους. οἱ δὲ ἀποδειχθέντες ησανοχε Αγρίππας Μενηνιος Γαῖου υιὸς Λαινάτης, Μά- 30νιος Ουαλέριος Ουολούσσου υιὸς Πόπλιος 1198 Σερουίλιος Ποπλίου υἱος Πόπλιος Ποστουμιος

343쪽

Κοῖντου υἰος υβερτος, Πτος Αἰβούτιος πτου υἰος Φλαουιος, Σερβιος Σολπίκιος Ποπλίου υἱὸς Καμερῖνος, Aυλος Ποστουμιος Ποπλίου υιος Βάλβος, λος Ουεργίνιος λου υἱὸς Καιλιμοντανός. μεταε ταλα τῆς βουλῆς διαλυθείσης, οι μὲν ἴπατοι προελθόντες εἰς ἐκκλησίαν το δόγμα τῆς βουλῆς ἀνεγνω- . σαν καὶ τους πρεσβευτὰς προήγαγον απάντων δε ἀξιουντων τὰς ἐντολὰς ἶς ἔδωκαν αυτοῖς μαθεῖν, ε πον ἐν τβ φανερῶ, πράττειν ὁτω ὰν τρόπω δυνωνται 10 φιλίαν τω δήμω συνθέσθαι προς τους πατρικίους ἄτερ δόλου καὶ απάτης καὶ καταγαγεῖν τους φευγον τας ἐπὶ τα σφέτερα ἐν τάχει. LXX. Tαύτας οἱ πρεσβεις παρ' αυτῶν λαβόντες

τὰς ἐντολὰς αυθημερὸν ἐξήεσαν. φθάσασα δε την 15 παρουσίαν αυτων ἡ φήμη διήγγειλε τοῖς ἐπὶ στρα- 1199τοπέδου πάντα τὰ ἐν τῆ πόλει γενόμενα, καὶ αυτίκα πάντες ἐκλιπόντες το ἔρυμα υπήντων ετι καν οδὸν ουσι τοῖς πρεσβευταῖς. ην δε τις ἐν τω στρατοπέδωπάνυ ταραχώδης καὶ στασιαστὴς ανὴρ, τῆ γνώ - 20 μ si προιδεῖν τι των ἐσομένων ἐκ πολλos, καὶ εἰπεῖνο τι νοήσειεν ως λάλος καὶ κωτίλος ουκ αδυνατος, δς εκαλεῖτο μεν Λευκιος γουνιος, ομώνυμος τω καταλυ- σαντι τους βασιλεῖς, ἐκπληρωσαι δὲ την ομωνυμίαν βουλόμενος ήξίου καὶ Βροὐτος ἐπικαλεῖσθαι. τοῖς δε25 αρα πολλοῖς γέλως ἐπὶ τῆ κενοσπουδία του ανθρώπου εἰσήρχετο, καὶ ὀτε βουληθεῖεν ἐπισκώπτειν αυτὸν Βροὐτον ἐπεκάλουν. ουτος ὁ ἀνὴρ τον ηγεμόνα τοὐστρατοπέδου Σικίννιον διδάξας, ως ουκ ἄμεινον εχτω δήμω ραδίως εαυτὸν ἐπιτρεπειν τοῖς προτεινομέ-30 νοις, ἶνα μη απ' ἐλάττονος ἀξιώσεως ατιμοτεραν ευ- ρηται την κάθοδον, ἀλλ' ἐναντιουσθαι μεχρι πολλοὐ καὶ τραγωδίαν τινὰ ἐπιθεῖναι τοῖς πράγμασι προσρο

344쪽

1200 ποιητήν, υποσχόμενός τε αυτὸς ἀναλήψεσθαι τονυπερ του δημου λόγον τά τε ἄλλα υποθέμενος, α χρὴ πράττειν ἡ λέγειν, ἔπεισε τον Σικίννιον. καὶ μετὰ τοὐτο ὁ μεν Σικίννιος συγκαλέσας εἰς ἐκκλησίαν τονδημον ἐκελευσε τοὐς πρεσβευτὰς υπὲρ ίν ῆκουσι 5λέγειν. LXXI. Παρελθὼν δε Μάνιος Ουαλέριος, ὁσπερῆν αυτῶν πρεσβυτατός τε καὶ δημοτικωτατος, ἐπιμαρτυρήσαντος αυτῶ την προθυμίαν του πλήθους ευμενεστάταις φωναῖς καὶ προσηγορίαις, ἐπειδὴ σιω- 10πῆς ἔτυχε τοιουτοις ἐχρήσατο λόγοις Ουδὲν υμῶς ἔτι τὸ κωλυον ἐστὶν, ὼ δημόται, κατιέναι πάλιν ἐπὶ τὰ υμέτερα καὶ διηλλάχθαι προς τοὐς πατέρας. ἐψήφισται γὰρ η βουλὴ καλην καὶ συμφέρουσαν υμῖν κάθοδον, καὶ γνώμην πεποίηται μηδενὸς των γεγο- 15 νότων μνησικακεῖν' ημῶς τε Ους ἐγίγνωσκε φιλοδημοτάτονς ὁντας καὶ προς υμῶν τὰ δίκαια τιμωμένους πρεσβευτὰς ἀπέσταλκεν αυτοκράτορας ἀποδείξασα των διαλυσεων, ινα μη δόξαις μηδὲ εἰκασμοις χρώμενοι περὶ της υμετέρας γνώμης, αλλὰ παρ' αυτῶν 20 ἡμῶν ἀκουσαντες ἐφ' οις ἀξιουτε καταλυσασθαι την 201 διχοστασίαν, δν η μέτριόν τι των αἰτημάτων καὶ μήτε τῶ ἀδυνάτω μ ε υπ' ἄλλης αἰσχυνης ἀνηκέστου κωλυηται, συγχωρῶμεν υμῖν μηκέτι την του

συνεδρίου γνώμην ἐκδεχόμενοι, μηδ' εἰς χρόνους 25 μακρούς καὶ φθόνους ἀντιπάλων ἀναβάλλοντες τὰ πράγματα. ταυτα δὴ τῆς βουλῆς ἐψηφισμένης δέχεσθε ἄσμενοι τὰς χάριτας αυτῶν, ω δημόται, μετὰ πάσης προθυμίας καὶ σπουδῆς, ἐν μεγάλω τιθέμενοι την τοσαυτην εὐτυχίαν και πολλὴν τοῖς θεοῖς χάριν 30

εἰδότες αυτῆς, εἰ πόλις ἡ ωμαίων ἡ τοσουτων ἄρχουσα ανθρώπων, καὶ συνέδριον, ο την ηγεμονίαν

345쪽

ἔχει πάντων των ἐν ταυτy καλῶν, ουκ ον αυτοῖς πάτριον Ουδενι των αντιπάλων εἴκειν, ἡμῖν μόνοις

υποκατακλίνονται της ἀξιώσεως ἐκόντες, καὶ Ουτε 1202 ἀκριβολογεῖσθαι περὶ των καθηκόντων ἐκατέροις 5 ηξίωσαν ώς ὐποδεεστέροις κρείττονες, ἀλλ' αυτοὶ πρότεροι περὶ διαλύσεων ἐπρεσβεύσαντο, Ουτε τὰς αυθάδεις υμῶν ἀποκρίσεις ας ἐποιησασθε προς τοὐς προτέρους πρέσβεις προς οργην ἐδεξαντο, ἀλλ' υπε μειναν υμῶν το σοβαρὸν τοίτο καὶ μειρακιῶδες της 10 αυθαδείας βάρος, ῶσπερ αν παίδων αφρόνων χρηστοὶ πατέρες καὶ πάλιν ετέραν πρεσβείαν ἀποστέλλειν ωοντο δεῖν και των δικαίων μειονεκτεῖν καὶ

πάντα υπομένειν, ω πολῖται, τὰ μέτρια. ἐπὶ δη τοσαυτης βεβηκότες ευτυχίας μη μέλλετε λέγειν, ὼ δη- 15 μόται, τίνων χρηζετε μηδ' ἐντρυφῆτε ημῖν, καταλυσάμενοι δε την στάσιν ἄπιτε χαίροντες εἰς την γειναμένην τε καὶ θρεψαμένην υμῆς πόλιν, η τροροφεῖά τε καὶ χάριτας - χρηστὰς ἀπεδίδοτε, καταλιπόντες αυτην τὸ γ ν ἐφ' υμῖν ἔρημον ειναι καὶ μη-120320 λόβοτον. εἰ δὲ παρήσετε τον καιρὸν τοὐτον, εἴξεσθε πολλάκις ὁμοιον εὐρεῖν ἔτερον. LXXII. Παυσαμένου δε τοὐ Ουαλερίου παρελθὼν ὁ Σικίννιος οὐκ ἐξ ενὸς ἔφη δεῖν λόγου τὸ συμφέρον ἐξετάζειν τους ευ βουλευομένους, ἀλλ'

25 ὐποτίθεσθαι του ἐναντίον αυτοῖς λόγον, ἄλλως τε καὶ περὶ τηλικούτων πραγμάτων σκοποῶντας ηξίου τε λέγειN. προς ταυτα τους βουλομένους ἄπασαν αἰδῶ καὶ ευλάβειαν ἀποθεμένους ου γὰρ ἐπιτρέπειν τὰ πράγματα σφίσιν εἰς τὰς τοιαυτας ἀνάγκας κατακε-30 κλειμένοις Οἴτ ἔκνω ουτ αἰσχύνη εἴκειν. σιωπης

δε γενομένης, επειδη πάντες εἰς ἀλληλους ἀπέβλεπον ἐπιζητοῶντες τον υπερ τοὐ κοινοῶ λέξοντα, ἐφαίνετο

346쪽

δε ουδείς ὁ γὰρ Σικίννιος τοῖς αὐτοῖς πολλάκις ἐχρητο λόγοις προσέρχεται κατὰ τὰς υποσχέσεις Λεύκιος γούνιος ἐκεῖνος, ο βουλόμενος επικαλεῖσθαι Βρουτος, καὶ τυχὼν ἐπισημασίας παρὰ του πληθους ἀθρόας τοιαύτην διέθετο δημηγορίαν δέος υμὰς, 51204 ω δημόται, το των πατρικίων ἐντετηκὸς ἔτι ταῖς ψυχαῖς ἐκπλησσειν μικε, καὶ διὰ τουτο τεταπεινωμένοι φέρειν τους λόγους εἰς μέσον, οἷς εἰώθατε χρη- σθαι προς ἀλληλους, ὀκνείτε. οἴεται δ' ἰσως ἔκαστος υμῶν τον πλησίον υπερ του κοινοὐ λέξειν, καὶ πάν- 10τας μὰλλον, εἴ τι κινδύνευμά ἐστιν, υπομενεῖν αυ-

τὸς δ' ἐν τῶ ἀσφαλεῖ βεβηκὼς, ο τι ἄν ἐκ του τολμηρos χρηστὸν περιγένηται, τούτου το μέρος εξειν ἀδεῶς ' κακῶς εἰδώς. εἰ γὰρ ἄπαντες τοὐτο υπολάβοιμεν, η καθ' ἔνα ημῶν ἔκαστον ἀτολμία κοινη πῆ- 15σιν ἔσται βλάβη, καὶ εν ω τὸ ἴδιον τις ασφαλὲς ἀποσκοπεῖ τὸ μετὰ πάντων κοινὸν ἀπολεῖ. ἀλλ' εἰ

καὶ μη πρότερον ἔγνωτε ὁτι λέλυται τὸ δέος υμῶν καὶ τὸ ἐλεύθερον ἄμα τοῖς ὁπλοις βεβαίως ἔχετε, νῶν

γε ηδη μάθετε διδασκάλοις χρησάμενοι τουτοις. οι 20 γὰρ υπερηφανοι καὶ βαρεῖς Ουκ επιτάττοντες υμῖνώς πρότερον ηκουσιν, ου δ' ἀπειλοῶντες, αλλὰ δεό- 1205 μενοι καὶ παρακαλοῶντες ἐπὶ τὰ υμέτερα υμὰς κατιέναι, καὶ ώς ἐλευθέροις ἐξ ἴσου ηδη ἄρχονται ὁμιλεῖν.

τί oυν ἔτι καταπέπληχθε αυτοὐς καὶ σιωπῆτε, ἀλλ' 25 κ ἐλευθερα φρονεῖτε, καὶ διαρρήξαντες ηδη ποτὲ τους χαλινῶς λέγετε εἰς τὁ κοινὸν ἁ πεπόνθατε προς αυτῶν; ώ σχέτλιοι, τί δεδοίκατε; μη τι πάθητε ηγεμόνι της ἐλευθεροστομίας ἐμοὶ χρώμενοι; κινδυνεύσω γὰρ υπὲρ υμῶν εἰπεῖν τὰ δίκαια μετὰ παρρησίας ἐγὼ 30 προς αυτοὐς, καὶ οὐδὲν ἀποκρύψομαι. καὶ ἐπειδη Οὐαλέριος οὐδὲν ἔφησεν εἶναι τὐ κωλίον ἀναστρέ-

347쪽

φειν υμῆς ἐπὶ τὰ οἰκεῖα, βουλης διδούσης την

κάθοδον καὶ προσεφηφισμένης τὸ μη μνησικακεῖν, ταυτ ἀποκρινουμαι προς αυτον, ἄπερ ἐστὶν ἀληθηκαὶ αναγκαῖα εἰρῆσθαι.

5 L. XXIII. φῆς, ἁ Ουαλέριε, πολλὰ μὲν καὶ ἄλλατα κωλύοντά ἐστιν ἀποθεμένους τα οπλα ἐφ' υμῖν 1206γενέσθαι, τρία δὲ τα μέγιστα καὶ φανερώτατα. πρῶτον μὲν ὁτι ἐγκαλουντες ημῖν ως ημαρτηκόσιν ηκετε καὶ ἐν ευεργεσίας οἴεσθε μέρει διδόναι την κάθοδον

10 ἔπειθ' ὁτι οὐδὲν ὐποδηλουτε παρακαλοῶντες ἐπὶ τὰς διαλλαγὰς, ἐφ' οἷς αὐτὰς δικαίοις καὶ φιλανθρώποις ποιησόμεθα ' τὸ δε τελευταῖον ὁτι βέβαιον ημῖν ἄναν υπόσχησθε οὐδέν ἐστιν, ἀλλα πολλάκις ἐξαπατῶντές τε καὶ φενακίζοντες ημὰς διατετελέκατε. ἐρῶ δὲ 15 υπὲρ ἐκάστου χωρὶς, ἀπὸ τοὐ δίκαίου ἀρξάμενος' καὶ γὰρ ἰδία τε καὶ ἐν κοινω λέγοντας ἀπὸ τοὐ δικαίου χρη ἄρχεσθαι. ημεῖς τοίνυν εἰ μέν τι ἀδικοῶμενυμὰς, ουδὲν δεόμεθα ολ ἀδείας ουτ ἀμνηστίας

καίτοιγε ουκ ἀξιοὐμεν ουδε κοινωνεω ἔτι της πόλεως,

20 ἀλλ' ἐπιμενουμεν ὁποι ποτ αν ημῆς ἄγη τὸ χρεών, τη τύχρ καὶ δαίμοσιν ἐπιτρέψαντες ηγεμόσιν. εἰ δὲ ἀδικούμενοι πρὸς υμῶν ταύτης ἡναγκάσμεθα της τύχης πειραθηναι ἐν η ἔσμεν, τί οὐχ ομολογεῖτε κακοὶ 1207 περὶ ημῆς αυτοὶ γενόμενοι συγγνώμης δεῖσθαι καὶ 25 ἀμνηστίας; νυν δὲ ην αἰτεῖσθε, ταύτην διδόναι λέγετε, καὶ ης ἀφεῖσθαι ζητεῖτε οργης, ταύτης ως ἀφιέντες μεγαληγορεῖτε, συγχέοντες την της ἀληθείας φύσιν καὶ την των δικαίων ἀξίωσιν ἀναστρέφοντες. ὁτι δ' Ουκ ἀδικεῖσθε, ἀλλ' ἀδικεῖτε, καὶ πολλὰ καὶ 30 μεγάλα ευεργετηθέντες ὐπὸ του δημου, τὰ μέν εἰς την ἐλευθερίαν, τὰ δε εἰς την ηγεμονίαν, οὐ καλὰς ἀποδεδώκατε αὐτω τὰς ἀμοιβὰς, μάθετε ποιησομαι

348쪽

299 '

δ' ἀφ ων ἴστε και αὐτοὶ πραγμάτων τοὐς λόγους, καὶ προς θεῶν εάν τι ψευδος εi πω μη ἀνάσχησθε, ἀλλ' εὐθὴς ελέγχετε. .XXIIII. Nμῖν το ἀρχαῖον πολίτευμα ἐν μοναρχία, καὶ μέχρι γενεῆς ἐβδομης ταυτη χρώμενοι 5

διετελέσαμεν τli πολιτεία, και παρὰ πάσας τὰς ηγεμονίας ταυτας ουδεν ὁ δημος ηλαττωθη πωποτε υπὸ 1208 των βασιλέων καὶ πάντων ῆκιστα υπὸ των τελευταί-

ων ἐῶ γὰρ λέγειν ὁτι πολλὰ καὶ μεγάλα ἀγαθὰ ἐκτης ἀρχῆς αυτῶν ἐκαρπώσατο. χωρὶς γὰρ της ἄλλης 10

θεραπείας, Π κολακευοντες αυτον οἰκεῖον μὲν σφίσιν, ἐχθρον δὲ Ῥῖν ἐβουλοντο εἶναι, ο ποιοῶσιν ἄπαντες οι τυραννικῶς ἐξάγοντες τὰς δυναστείας, κρατήσαντες πολέμω μακρω Συέσσης, πόλεως πάνυ εὐδαίμονος , ἐξὸν αυτοῖς μηδενὶ κοινωνεῖν των λαφυρων, 15 ἀλλ' αυτοὶ κατασχεῖν και πάντας ὐπερβαλέσθαι πλου-

τω βασιλέας, οὐκ ηξίωσαν, αλλὰ φέροντες εἰς μέσον ἐθηκαν ἄπασι την ωφέλειαν ἄσθ' ημῆς-ανδραπόδων καὶ βοσκημάτων καὶ της ἄλλης κτησεως

πολλης ουσης καὶ καλης αργυρίου πέντε μνῶς κατ' 20 ἄνδρα διανείμασθαι. ων ζμεῖς ἀμελήσαντες, επειδη τυραννικώτερον ἐχρῶντο ταῖς ἐξουσίαις οὐκ εἰς τον δομον πλημμελοῶντες αλύ εἰς υμῆς, δυσανασχε- τοὐντες ἐπὶ τοῖς γινομένοις της μεν των βασιλέων εὐνοιας ἀπέστημεν, ὐμῖν δε προσεθέμεθα καὶ συνε- 251209 παναστάντες αὐτοῖς μεθ' υμῶν οι τε ἐν τη πόλει καὶ

οι ἐπὶ στρατοπέδου τους μὲν ἐξηλάσαμεν, ἡμῖν φεροντεςJ ἀνεθήκαμεν την ἐκείνων αρχήν. πολλάκις τε γενόμενον ἐφ ἡμῖν μεταθέσθαι προς τοὐς ἐξελαθέντας μεγάλαις δωρεαῖς, ἔς υπέτεινον ἡμῖν ινα δὴ 30 τὸ προς υμῆς πιστὸν ἐγκαταλίπωμεν, οὐχ ὁπεμείναμεν, αλλὰ πολλοὐς καὶ μεγάλους καὶ συνεχεῖς πολ

349쪽

μους καὶ κινδυνους δι υμὰς ἀνηντλησαμεν καὶ μέχρι του παρόντος ἔτος ἔπτακαιδέκατον ηδη τριβόμεθα πῶσιν ἀνθρώποις μαχόμενοι περὶ της κοινης ἐλευθερίας. ἀκαταστάτου μὲν γὰρ ἔτι της πολιτείας 5 -σης ola γίνεσθαι φιλεῖ περὶ τὰς μεταβολὰς τὰς αἰφνιδιως γιγνομένας ' δυσὶ ταῖς ἐπιφανεστάταις πόλεσι Τυρρηνῶν, Ἀρκυνιηταις τε καὶ Ουἴεντανοῖς κατάγειν βουλομένοις τους βασιλεῖς μεγάλη στρατιὰ, παρακινδυνευσαντες oλίγοι προς πολλους διηγων 10 σμεθα, και μεγίστην ἀποδειξάμενοι προθυμίαν τους τε ἀντιταχθέντας μάχη νικησαντες ἀπεωσάμεθα, καὶ

τῶ περιόντι των υπάτων διεσώσαμεν την αρχην.

πολλοῖς δὲ χρόνοις υστερον Πορσῖναν Tυρρηνῶν βα- 1210σιλέα κατάγειν καὶ αυτὸν ἀξιουντα τους φυγάδας τI 15 τε ἐξ ἀπάσης Τυρρηνίας ην αυτὸς ἐπηγετο δυνάμει

καὶ ταῖς ὐπ' ἐκείνων ἐκ πολλου συναχθείσαις, ουπἔχοντες αξιόμαχον χεῖρα καὶ διὰ τουτο κατακλεισθέντες εἰς πολιορκίαν τε καὶ αμηχανίαν καὶ παντὸς πράγματος απορίαν, τῶ πάντα υπομεῖναι τὰ δεινὰ 20 φίλον γενόμενον ηναγκάσαμεν ἀπελθεῖν. τὰ δὲ τελευταῖα τρίτην κάθοδον τῶν βασιλέων παρασκευασαμένων διὰ του Λατίνων ἔθνους καὶ τὰς τριάκοντα πόλεις ἐπαγομένων, ἀντιβολοῶντας υμῶς ὁρῶντες καὶ ὀλοφυρομένους καὶ ἔνα ἔκαστον ἐπιβοωμένους εται-25 ρίας τε καὶ συντροφίας καὶ ὁμαιχμίας ἀναμιμνησκον τας -χ υπεμείναμεν ἐγκαταλιπεῖν ' ηγησάμενοι κάλλιστον εἶναι καὶ λαμπρότατον αγῶνα τον υπὲρ υμῶν ὁμόσε τοῖς δεινοῖς θωρησαμεν, μέγιστον δηκίνδυνον ἀναρρίψαντες ἐκεῖνον, ἐν ω πολλὰ μὲν 121 130 τραυματα λαβόντες, πολλὰ δε σώματα συγγενῶν τε καὶ εταίρων καὶ ὁμοσκήνων ἀποβαλόντες, ἐνικησαμεντους πολεμίους καὶ τους ηγεμόνας αυτῶν ἀπεκτείνα-

350쪽

μεν καὶ την βασιλικὴν συγγένειαν ἄπασαν διεφθεί

ραμεν.

LXXV. 'Λ μὲν δη εἰς τὸ συνελευθερῶσαι υμὰς ἀπὸ των τυράννων παρεσχόμεθα υπὲρ δύναμιν τὸ εαυτῶν πρόθυμον, οὐχ υπὸ του αναγκαίου μῆλλον εἰς 5αυτό καταστάντες, η υπ' αρετης, ταὐτά ἐστιν. ἁ δε εἰς τὸ τιμῶσθαί τε καὶ ἄρχειν ετέρων δυναστείαν τε περιβαλέσθαι μείζω η κατὰ την ἐξ αρχῆς δόκησινακουσατε, καὶ ὀπως, εάν τι παρατρέψω τὸν λόγοω ἔξω του ἀληθους, ῶσπερ καὶ ἀρχόμενος ειπον, ἐναν- 10τιώσεσθέ μοι. υμῖν γὰρ επειδὴ τὸ ασφαλες τῆς ἐλευ- 1212 θερίας ἔδοξεν εἶναι βέβαιον, ουκ ἀπέχρησεν ἐπὶ τ - του μένειν, ἀλλ' ἐπὶ τό τολμῶν καὶ νεωτεροποιεῖν ὁρμήσαντες, ἐχθρὸν δε χως ἄπαν ηρουμενοι τὸ περιεχόμενον ἐλευθερίας, καὶ μικρου δεῖν προς ἄπαντας 15 ἀνθρώπους πόλεμον ἀναδείξαντες, εἰς ἄπαντα τὰ κινδυνευματα καὶ τους υπὲρ τῆς πλεονεξίας ταυτης αγῶνας τοῖς ἡμετέροις ωεσθε δεῖν καταχρῆσθαι σώμασιν. ὁσας μὲν ουν πόλεις κατὰ μίαν καὶ δυο πολεμουσας υμῖν υπερ τῆς ἐλευθερίας, τὰς μὲν ἐκ παρατάξεως 20 χειρωσάμενοι, τὰς δε τειχομαχίαις ἐλόντες υπηκόους ἐποιήσαμεν, ἐῶ. τί γὰρ δεῖ κατὰ μικρὸν λέγειν τὰς πράξεις τοσαυτην ἔχοντας λόγον ἀφθονίαν; αλλὰ Τυρρηνίαν ἄπασαν εἰς δώδεκα νενεμημένην ἡγεμο-

μίας καὶ πολλῆ μεν τῆ κατὰ γῆν, πολλῆ δὲ τῆ κατὰ 25

θάλατταν δυναστεία περιουσιάζουσαν, τίνες ἐσαν οἱ συγκατακτησάμενοι καὶ ποιήσαντες αυτὸν Ῥῖν υπήκοον; Σαβίνους δὲ τουτουσὶ ἔθνος τηλικουτον, o 1213 διὰ παντὸς ὁ περὶ τῶν πρωτείων προς υμῶς ην αγών, ποία παρέσχεν υμῖν βοήθεια μηκέτι διαμιλλῆσθαι 30 περὶ τῶν ἴσων , τί δέ; τὰς Λατίνων τριάκοντα πόλεις, ου μόνον δυνάμεως μεγέθει ἐπαιρομένας, αλλὰ καὶ

SEARCH

MENU NAVIGATION