Polybii Historia edidit Ludovicus Dindorfius

발행: 1866년

분량: 449페이지

출처: archive.org

분류: 미분류

251쪽

154 Ι . II. BELIAIM GALLICUM CISALPINUM. ἱππέων ἀφ' ἐκαστου τῶν στρατοπέδων ἀναμιξ ἀλλη- λοις συμπεπτωκότος. ἐν δὲ τουτω τῶ καιρω συνέβη Γάιον μὲν -ν υπατον παραβόλως ἀγωνιζόμενον ἐν χειρῶν νόμω τελευτθσαι τον βίον, την δὲ κεφαληναυτοὐ προς τους βασιλέας ἐπανενεχθῆναι τῶν Κελ- 5τωw τοὐς δε τῶν Ῥωμαίων ιππεῖς, κινδυνεύσαντας ἐρρωμένως τέλος ἐπικρατῆσαι του τόπου και τιν1l ὐπεναντίων. μετὰ δε ταῶτα τῶν πεζῶν στρατοπέδων ξδη σύνεγγυς ὀντων ἀλλήλοις ιδιον ὴν καὶ

θαυμαστόν το συμβαῖνον οὐ μόνον τοῖς ἐν αὐτῶ 1oτῶ καιρω τότε παροίσιν, ἀλλα και τοῖς ποτε μετὰ ταυτα δυναμένοις υπὸ την Ο φιν λαμβάνειν ἐκ τῶν 29 λεγομένων τὸ γεγονός. πρῶτον μεν γὰρ ἐκ τριῶν στρατοπέδων της μάχης συνισταμένης, δῆλον ως ξένην καὶ παρηλλαγμένην εἰκὸς καὶ την χρείαν φαί- Ib2 νεσθαι του συντεταγμένου. δεύτερον δὲ πῶς οὐκοῦν ἀπορήσαι τις και νυν και τότε παρ' αὐτὸν ἀντον καιρὸν πότερον οι Κελτοι την ἐπισφαλεστάτην εἶχον χώραν, ἐξ ἀμφοῖν τοιν μεροῖν ἄμα τῶν πολε-3 μίων ἐπαγόντων αυτοῖς, η τουναντίον την ἐπιτευ- 20κτικωτάτην, ἄμα μεν ἀγωνιζόμενοι πρὸς ἀμφοτέρους, ἄμα δὲ την ἀφ' ἐκατέρων ἀσφάλειαν ἐκ τῶν ἔπισθεν αὐτοῖς παρασκευάζοντες, τὸ δὲ μέγιστον ἀποκεκλειμένης πάσης της εἰς τουπισθεν ἀναχω- 4 ρήσεως καὶ τῆς ἐν τῶ λείπεσθαι σωτηρίας; ἡ γὰρ 25 τῆς ἀμφιστόμου τάξεως ἰδιότης τοιαυτην ἔχει τηνο χρείαν. τούς γε μην Ῥωμαίους τὰ μὲν ευθαρσεῖς ἐποίει τὰ μέσους καὶ πάντοθεν περιειληφέναι τους πολεμίους, τὰ δὲ πάλιν ὁ κόσμος αυτοὐς και θό-6 ρυβος ἐξέπληττε τῆς τῶν Κελτῶν δυνάμεως. ἀνα- ωρίθμητον μὲν γὰρ ἐν τὰ τῶν βυκανητῶν και σαλπικτῶν πλῆθος ' οἱς ἄμα του παντὸς στρατοπέδου

252쪽

L. II. BELLUM GALLICUM CISALPINUM. 155 συμπαιανίζοντος τηλικαύτην καὶ τοιαύτην συνέβαινε

γίγνεσθαι κραυγην ἄστε μη μόνον τὰς σάλπιγγας καὶ τας δυνάμεις, αλλὰ καὶ τους παρακειμενους τόπους συνζχοῶντας ἐξ αυτῶν δοκεῖν προδεσθαι φωνήν. 5 ἐκπληκτικὴ δ' ὴν καὶ των γυμνῶν προεστώτων ἀν- Tδρῶν η τε ἐπιφάνεια καὶ κίνησις, ως ῖν διαφερόντων ταῖς ἀκμαῖς καὶ τοῖς εiδεσι. πάντες δ' οι τας πρώτας κατέχοντες σπείρας χρυσοις μανιάκαις καὶ περιχείροις ήσαν κατακεκοσμημένοι. προς ἁ βλέπον- 8 10 τες οι ' μαῖοι τὰ μεν ἐξεπλήττοντο, τὰ δ' υπὸ τῆς του λυσιτελοός ἐλπίδος αγόμενοι διπλασίως παρωξύνοντο προς τον κίνδυνον. πλὴν ἄμα τῶ τοὐς ἀκον- 30τιστὰς προελθόντας εκ των μαειῶν στρατοπεδων κατὰ τον ἐθισμὸν εἰσακοντίζειν ἐνεργοῖς καὶ πυκνοῖς 15 τοῖς βέλεσι, τοῖς μεν ὀπίσω τῶν Κελτῶν πολλὴν εὐχρηστίαν οι σάγοι μετὰ τῶν ἀναξυρίδων παρεῖχον τοῖς 2δε γυμνοῖς προεστῶσι παρὰ την προσδοκίαν τοὐ πράγματος συμβαίνοντος τἀναντία πολλὴν απορίαν καὶ δυσχρηστίαν παρεῖχε το γιγνόμενον. ου γὰρ δυνα- 320 μενου τοὐ Γαλατικοs θυρεοῶ τον ἄνδρα περισκέπειν, ὁσω γυμνὰ καὶ μείζω τὰ σώματα ῆν, τοσούτω συνέβαινε μὰλλον τὰ βέλη πίπτειν ἔνδον. τέλος δ' οου δύνάμενοι μεν ἀμύνασθαι τους εἰσακοντίζοντας διὰ την ἀπόστασιν καὶ τὀ πλῆθος τῶν πιπτόντων 25 βελῶν, περικακοὐντες δε καὶ δυσχρηστούμενοι τοῖς παροὐσιν, οι μεν εἰς τοὐς πολεμίους υπὸ τοὐ θυμos

καὶ τῆς ἀλογιστίας εἰκῆ προπίπτοντες καὶ διδόντες σφῆς αυτοὐς ἐκουσίως ἀπέθνησκον, οἱ δ' εἰς τοὐς φίλους ἀναχωροsντες επὶ πόδα καὶ προδήλως ἀπο-

ω δειλιῶντες διέστρεφον τοὐς κατόπιν. τὸ μεν οὐν bτῶν Γαισατῶν φρόνημα παρὰ τοῖς ἀκοντισταῖς τουτωτῶ τρόπω κατελυθη. τό ὁὲ τῶν γνσόμβρων καὶ Βοίων 6

253쪽

156 L. II. BELLUM GALLICIN CISALPINUM.

ἔτι δε Tαυρίσκων πλῆθος ἄμα τῶ τους Ρωμαίους δεξαμένους τοὐς εαυτῶν ἀκοντιστὰς προσβάλλειν σφίσι τας σπείρας συμπεσὸν τοῖς πολεμίοις ἐκ χειρὸς τ ἐποίει μάχην ἰσχυράν. διακοπτόμενοι γὰρ ἔμενον ἐπ' ἴσον ταῖς ψυχαῖς, αυτῶ τούτω καὶ καθόλου καὶ 5 κατ ἄνδρα λειπόμενοι, ταῖς των ὁπλων κατα-8 σκευαῖς. Οἱ μὲν οὐν θυρεοὶ προς ασφάλειαν, αἱ δὲ μάχαιραι προς πρῆξιν μεγάλην διαφορὰν ἔχειν,9 την δὲ Γαλατικην καταφορὰν ἔχειν μόνον. ἐπει δ'εξ υπερδεξίου καὶ κατὰ κερας οἱ των ωμαίων ἱπ- Ioπεῖς ἐμβαλόντες από του λόφου προσέφερον τὰς χεῖρας ερρωμενως, τόθ' οἱ μὲν πεζοι των Κελτῶν εν αυτῶ τῶ τῆς παρατάξεως τόπω κατεκόπησαν, οἱ δ' ἱππεῖς προς φυγὴν ώρμησαν. 31 'Aπέθανον μὲν Ουν τῶν Κελτῶν εἰς τετρακισμυ- 16ρίους, εάλωσαν δ' Ουκ ελάττους μυρίων, ἐν οις καὶ 2 τῶν βασιλέων Κογκολιτάνος. ὁ δ' ἔτερος αυτ υνηρόεστος εἴς τινα τόπον συμφυγὼν μετ' ολίγων προσήνεγκε τὰς χεῖρας αυτῶ καὶ τοῖς ἀναγκαίοις. 3 ο δὲ στρατηγὸς τῶν ' μαίων τὰ μὲν σκῶλα συν- mαθροίσας εἰς την Ρώμην ἀπέστειλε, την δὲ λείαν δ απέδωκε τοῖς προσήκουσιν. αυτὸς δ' ἀναλαβών τὰ στρατόπεδα και διελθὼν παρ' αυτὴν τὴν Λιγυστικὴν εἰς τὴν τῶν Βοίων ἐνέβαλε χώραν. πληρώσας δὲ τὰς ὁρμὰς τῶν στρατοπέδων τῆς ἁφελείας ἐν ὀλί- 25 γαις ἡμέραις ήκε μετὰ τῶν δυνάμεων εἰς τὴν '

b μην. και τὸ μὲν Καπετώλιον ἐκόσμησε ταῖς τε σημαίαις καὶ τοῖς μανιάκαις τosτο δ' ἔστι χρυσουν ψέλιον, ο φοροsσι περὶ τον τράχηλον οἱ Γαλάται 6 τοῖς δὲ λοιποῖς σκυλοις και τοῖς αἰχμαλώτοις προς κτην εἴσοδον ἐχρήσατο τὴν εαυτοὐ και προς τὴν τοὐθριάμβου διακόσμησιν.

254쪽

N μεν ουν βαρυτάτη των Κελτῶν εφοδος ουτω γκαὶ τουτω τῶ τρόπω διεφθάρη, πῆσι μεν ταλιώταις, μάλιστα δὲ Ρωμαίοις, μέγαν καὶ φοβερὸν

ἐπικρεμάσασα κίνδυνον. απὸ του κατορθώ- 85 ματος τουτου κατελπίσαντες Ῥωμαῖοι δυνήσεσθαι τους Κελτους ἐκ των τόπων των περὶ τον Πάδον ὁλοσχερῶς ἐκβαλεῖν, τούς τε μετὰ ταυτα κατασταθέντας υπάτους Κόωτον Φουλουῖον καὶ Ιἰλον Μάλλιον ἀμφοτέρους καὶ τὰς δυνάμεις μετὰ παρασκευῆς

1ο μεγάλης ἐξαπέστειλαν ἐπι τους Κελτους. ουτοι δὲ 9τους μεν Βοίους ἐξ εφόδου καταπληξάμενοι συνηνάγκασαν εις την Ῥωμαίων εαυτοὐς δοίναι πίστιν, τον λοιπὸν χρόνον της στρατείας, ἐπιγενομένων 10 βρων εξαισίων, λι-λοιμικῆς διαθεσεως ἐμπεσου- 15 σης αὐτοῖς, εἰς τέλος ἄπρακτον εἶχον. μετὰ δε του- 32τους κατασταθέντες Πόπλιος Φουριος καὶ Γάιος Φλαμίνιος αυθις ἐνέβαλον εἰς την Κελτικὴν διὰ τῆς των χναμάρων χώρας, οἷς συμβαίνει μη μακρὰν απὸ Μασσαλίας ἔχειν την οἴκησιν. ους εις την φιλίαν προσα- 220 γαγόμενοι διέβησαν εἰς την των γνσόμβρων γην κατὰ τὰς συρροίας του τε υδόα καὶ Πάδου ποταμοs. λα- 3βόντες πληγὰς περί τε την διάβασιν καὶ περὶ την στρατοπεδείαν, παραυτίκα μὲν ἔμειναν, μετὰ δὲ ταυτα σπεισάμενοι καθ' ομολογίαν ἀνέλυσαν ἐκ 25 των τόπων. περιελθόντες δε πλείους ημέρας, καὶ εδιελθόντες τον Κλουσιον ποταμόν, ηλθον εἰς τηντων Γονομάνων χώραν, καὶ προσλαβόντες τούτους, ὁντας συμμάχους, ἐνέβαλον πάλιν απὀ των κατὰ τὰς υλπεις τόπων εἰς τὰ των 1νσόμβρων πεδία και τηνω τε γῆν ἐδήουν και τὰς κατοικίας αυτῶν ἐξεπόρθουν. οἱ δε των γνσόμβρων προεστῶτες, θεωρο- τες ἀμε- Sτάθετον ουσαν την ἐπιβολὴν των Ρωμαίων, ἔκριναν

255쪽

158 L. II. BEL,LUM GALLICUM CISALPINUM.

τῆς τύχης λαβεῖν πεῖραν καὶ διακινδυνεὐσαι προς G αυτοὐς ὁλοσχερῶς. συναθροίσαντες οὐν άπάσας επὶ ταυτόν. καὶ τὰς χρυσῆς σημαίας τὰς ακινητους λεγομένας καθελόντες ἐκ του της Ἀθηνῶς ἱερου, καὶ

τἄλλα παρασκευασάμενοι δεόντως, μετὰ ταυτα τε- 5θαρρηκότως και καταπληκτικῶς ἀντεστρατοπέδευσαν

τοῖς πολεμίοις, ἴντες το πλῆθος εἰς πέντε μυριά-T δας. οι δε Ῥωμαῖοι, τα μεν ὁρῶντες σφῆς ἐλάττους ἔντας παρὰ πολὐ των εναντίων, ἐβούλοντο

συγχρῆσθαι ταῖς των συμμαχουντων αυτοῖς Κελ- io 8 των δυνάμεσι ' τὰ δε συλλογισάμενοι την τε Γαλατικην ἀθεσίαν και διότι προς ομοφύλους των προσλαμβανομένων μέλλουσι ποιεῖσθαι τον κίνδυνον,ευλαβοῶντο τοιούτοις ἀνδράσι τοιουτου καιροὐ καιυ πράγματος κοινωνεῖν. τέλος δ' οὐν αυτοὶ μεν ὁπέ- 15μειναν εντὸς του ποταμοs, τοὐς δὲ των Κελτῶν σφίσι συνόντας διαβιβάσαντες εἰς το πέραν ἀνέσπασαν τὰς ἐπὶ τοὐ ρείθρου γεφύρας, ἄμα μεν ἀσ- 10 φαλιζόμενοι τὰ προς εκείνους, ἄμα δὲ μίαν ἐαυτοῖς

ἀπολείποντες ἐλπίδα τῆς σωτηρίας την ἐν τῶ νικῶν, 20 διὰ το κατόπιν αυτοῖς ἄβατον ὁντα παρακεῖσθαι ll τον π9Oειρημένον ποταμόν. πράξαντες δὲ ταὐταπρος τῶ διακινδυνεύειν ἐσαν.

33 A0κοὐσι δ' ἐμφρόνως κεχρῆσθαι τῆ μάχη ταώτρ

ωμαῖοι, τῶν χιλιαρχων υποδειξάντων ώς δει ποι- 25εῖσθαι τον αγῶνα κοινῆ και κατ' ιδίαν εκάστους.

2 συνεορακότες γὰρ ἐκ τῶν προγεγονότων κινδύνωνῖτι τοῖς τε θυμοῖς κατὰ την πρώτην ἔφοδον, λς αν ακέραιον ὴ, φοβερώτατόν ἐστι παν τὸ Γαλατικὸν 3 φsλον, αῖ τε μάχαιραι ταῖς κατασκευαῖς, καθάπερ βοεῖρηται πρότερον, μίαν ἔχουσι την πρώτην καταφορὰν καιρίαν, απὸ δὲ ταυτης εὐθέως ἀποξυστρολ-

256쪽

L. II. BEI.IIIM GALIACUM CISALPINUM. 159ται, κGμπτόμεναι κατὰ μῆκος καὶ κατὰ πλάτος ἐπιτοσουτον ωστ' εὰν μὴ δω τις ἀναστροφὴν τοῖς χρωμένοις, ἐρείσαντας προς τὴν γην ἀπευθυναι τω ποδί, τελέως ἄπρακτον εἰναι τὴν δευτέραν πληγὴν αὐ-5 των ' ἀναδόντες ουν οι χιλίαρχοι τὰ των τριαρίων 4 δόρατα των κατόπιν εφεστώτων ταῖς πρώταις σπείραις, καὶ παραγγείλαντες εκ μεταλήψεως τοῖς ξίφεσι χρῆσθαι, συνέβαλον εκ παρατάξεως κατὰ πρόσωπον τοῖς Κελτοῖς. ἄμα δε τω προς τὰ δόρατα θ10 ταῖς πρώταις καταφοραῖς χρωμένων των Γαλατῶν

ἀχρειωθῆναι τὰς μαχαίρας συνδραμόντες εἰς τὰς χελ0ας τους μεν Κελτ6ὐς απράκτους ἐποίησαν, ἀφελόμενοι τὴν εκ διάρσεως αυτῶν μάχην, οπερ ἴδιόν ἐστι Γαλατικῆς χρείας, διὰ τὀ μηδαμῶς κέντημα τὸ 15 ξίφος ἔχειν αυτοὶ δ' οὐκ εκ καταφορῆς, ἀλλ' ἐκ θδιαλήψεως ὀρθαῖς χρώμενοι ταῖς μαχαίραις, πραθκτικοὐ τοὐ κεντήματος περὶ αυτὰς ὐπάρχοντος, τέ- πτοντες εις τὰ στέρνα και τὰ πρόσωπα και πληγὴν επὶ πληγῆ φέροντες, διέφθειραν τους πλείστους τῶν 20 παραταξαμένων διὰ τὴν τῶν χιλιάρχων πρόνοιαν. ο μεν γὰρ στρατηγὸς Φλαμίνιος οὐκ ορθῶς δοκεῖ γκεχρῆσθαι τω προειρημένω κινδύνω. παρ' αυτὴν γὰρ τὴν ὀφρυν τοs ποταμού ποιησάμενος τὴν ἐκταξιν διέφθειρε τὰ τῆς Pωμαῖκῆς μάχης ἴδιον, οὐχ

25 υπολιπόμενος τόπου προς τὴν ἐπι πόδα ταῖς σπείραις αναχώρησιν. εἰ γὰρ συνέβη βραχὐ μόνον πιε- 8σθῆναι τῆ χώρα τοὐς ἄνδρας κατὰ τὴν μάχην, ρίπτειν ἀν εις τον ποταμὸν αυτοὐς ἔδει διὰ τὴν ἀστοχίαν του προεστῶτος. ου μὴν αλλά γε πολὐ νική- θ ο σαντες ταῖς σφετέραις ἀρεταῖς, καθάπερ εἰπον, και παμπληθοῶς μεν λείας, οὐκ ολίγων δὲ σκυλων κρατήσαντες, επανῆλθον εἰς τὴν Ρώμην.

257쪽

160 L. II. BEIIam GA ICO CISALPINUΜ. 34 N δ' εξῆς ἔτει, διαπρεσβευσαμένων τῶν Κελτῶν υπὲρ εἰρήνης καὶ παν ποιήσειν υπισχνουμμνων, ἔσπευσαν οἱ κατασταθέντες υπατοι Μάρκος Κλαυδιος καὶ Γνάιος Κορνήλιος του μη συγχωρη-2 θῆναι την εἰρήνην αυτοῖς. οἱ δ' ἀποτυχόντες, καὶ 5 κρίναντες ἐξελέγξαι τὰς τελευταίας ἐλπίδας, αυθις ώρμησαν ἐπὶ τὸ μισθοῶσθαι των περὶ τον Ῥοδανὸν Γαισατῶν Γαλατῶν εἰς τρισμυρίους' ους παραλαβόντες εἶχον ἐν ἐτοίμω καὶ προσεδόκων την των a πολεμίων ἔφοδον. οἱ δὲ των ' μαίων στρατηγοί, 10

τῆς ἄρας ἐπιγενομένης, ἀναλαβόντες τὰς δυνάμεις

4 ἡγον εἰς την των γνσόμβρων χώραν. παραγενόμενοι καὶ στρατοπεδευσαντες περὶ πόλιν Ἀχέρρας, ἡ μεταξυ κεῖται του Πάδου καὶ των Ἀλπίνων ορῶν, 5 ἐπολιόρκουν ταυτην. οἱ δ' Ἱνσομβρες, βοηθεῖν μεν 15oυ δυνάμενοι, διὰ τὸ προκαταληφθῆναι τους ευφυεῖς τόπους, σπευδοντες δὲ λίσαι την πολιορκίαν τῶν χερρῶν, μέρος τι τῆς δυνάμεως διαβιβάσαντες τὸν Πάδον εις την τῶν υνδρων χώραν ἐπο-6 λιόρκουν τὸ προσαγορευόμενον Κλαστίδιον. προσ- 20 πεσόντος δὲ του συμβαίνοντος τοῖς στρατηγοῖς, ἀναλαβὼν τους ἱππεῖς Μάρκος Κλαυδιος καὶ τῶν πεζικῶν ἡπείγετο, σπευδων βοηθῆσαι τοῖς πολιορκου- μένοις. οἱ δε Κελτοί, πυθόμενοι την παρουσίαν

τῶν υπεναντίων, λυσαντες την πολιορκίαν υπήν-258 των καὶ παρετάξαντο. τῶν δε Ῥωμαίων αυτοῖς τοῖς

ἱππεῶσιν ἐξ εφόδου τολμηρῶς σφίσι προσπεσόντων, τὰς μὲν ἀρχὰς ἀντεῖχον μετὰ δὲ ταυτα περιισταμένων καὶ κατὰ νώτου καὶ κατὰ κερας, δυσχρηστουμενοι τῆ μάχη, τέλος ἐτράπησαν υπ' αυτῶν κs τῶν ιππέων. καὶ πολλοὶ μὲν εἰς τον ποταμὸν ἐμπεσόντες υπὸ τos siευματος διεφθάρησαν, οἱ δὲ

258쪽

L. II. BELIRIM GALLICUM CISALΡINIm. 161 πλείους υπὸ τῶν πολεμίων κατεκόπησαν. ἔλαβον 10

δε καὶ τὰς 'Aχέρρας οἱ Ῥωμαῖοι σίτου γεμουσας, ἐκχωρησάντων εἰς τὸ Μεδιόλανον των Γαλατῶν, ὁσπερ ἐστὶ κυριώτατος τόπος τῆς των γνσόμβρων χώρας. 5 οις ει ποδὸς επακολουθησαντος του Γναχυ, καὶ 1 Iπροσβαλόντος ἄφνω προς τὸ Μεδιόλανον, τὸ μεν πρῶτον ησυχίαν ἔσχον ἀπολυομένου δ' αυτοί πά- 12λιν εἰς τὰς 'Aχέρρας, ἐπεξελθόντες καὶ τῆς Ουραγίας ἀψάμενοι θρασέως πολλους μὲν νεκροῶς ἐποί-

10 ησαν, μερος δε τι καὶ φυγεῖν αυτῶν ὴνάγκασαν, ως ὁ Γνάιος ἀνακαλεσάμενος τους εκ τῆς πρωτο - 13 πορείας παρώρμησε στῆναι καὶ συμβαλεῖν τοῖς πολεμίοις. οἱ μὲν ουν Ῥωμαιοι, πειθαρχήσαντες τῶ 14 στρατηγῶ, διεμάχοντο προς τοὐς ἐπικειμένους ευ- 15 ρώστως. οἱ δὲ Κελτοί, διὰ τὰ παρὸν ευτύχημα μεί- 1bναντες ἐπὶ ποσὸν εὐθαρσῶς, μετ' ου πολὐ τραπέντες ἔφευγον εἰς τὰς παρωρειας. ὁ δε Γνάιος μα- κολουθήσας την τε χώραν ἐπόρθει καὶ τὸ Μεδιόλανον εἷλε κατὰ κράτος. οὐ συμβαίνοντος οι προ- 3520 εστῶτες τῶν γνσόμβρων, ἀπογνόντες τὰς τῆς σωτηρίας ελπίδας, πάντα τὰ καθ' αυτοὐς επέτρεψαν τοῖς

Ῥωμαίοις.

Ο μὲν οὐν προς τοὐς Κελτοῖς πόλεμος τοιουτον 2 ἔσχε τὸ τέλος, κατὰ μεν την ἀπόνοιαν καὶ τόλμαν 25 τῶν ἀγωνιζομένων ἀνδρῶν, ἔτι δὲ κατὰ τὰς μάχας καὶ τὸ πλῆθος τῶν ἐν αυταῖς ἀπολλυμένων, ουδενὸς καταδεέστερος τῶν ἱστορημένων, κατὰ δε τὰς δἐπιβολὰς καὶ την ακρισίαν τοὐ κατὰ μέρος χειρισμοί τελέως ευκαταφρόνητος, διὰ τὸ μη τὰ πλεῖον, ω αλλὰ συλλήβδην ἄπαν το γιγνόμενον υπὸ τῶν Γαλατῶν θυμῶ μἀλλον ἡ λογισμῶ βραβευεσθαι. περὶ εἄν ημεῖς συνθεωρήσαντες μετ' ολίγον χρόνον αυτοῖς

259쪽

Ἱ62 L. II. RES HISΡΑNIENSES ET PUNICAE. . εκ τῶν περὶ τον Πάδον πεδίων ἐξωσθέντας, πλὴν ολίγων τόπων των υπ αυτὰς τὰς υλπεις κειμένων, Οὐκ ωήθημεν δεῖν ουτε την ἐξ αρχης ἔφοδον αυ- τῶν ἀμνημόνευτον παραλιπεῖν ουτε τὰς μετὰ ταυταβ πράξεις Ουτε την τελευταίαν ἐξανάστασιν, υπολαμ- sβάνοντες οἰκεῖον ἱστορίας Σπάρχειν τὰ τοιαυτα ἐπεισόδια της τυχης εἰς μνημην ἄγειν καὶ παράδοσιν 6 τοῖς ἐπιγενομένοις, ῖνα μη τελέως οἱ μεθ' ημῆς

ἀνεννόητοι τουτων υπάρχοντες ἐκπλήττωνται τὰς

αἰφνιδίους καὶ παραλόγους των βαρβάρων ἐφόδους, io ἀλλ' ἐπὶ ποσὸν ἐν νῶ λαμβάνοντες ώς ὀλιγοχρόνιόν ἐστι καὶ λίαν ευφθαρτον τὸ φυλον αυτῶν υπομένωσι, καὶ πάσας ἐξελέγχωσι τὰς σφετέρας ἐλπίδας πρότερον η παραχωρῆσαί τινος τῶν αναγκαίων. καὶ γὰρ τους την Περσῶν ἔφοδον ἐπὶ την Ελλάδα i5 καὶ Γαλατῶν ἐπι Λελφους εἰς μνημην καὶ παράδοσιν ἡμῖν ἀγαγόντας ου μικρά, μεγάλα δ' οἴομαι συμβεβλῆσθαι προς τους υπερ τῆς κοινῆς τῶν 'G-8 λζνων ελευθερίας αγῶνας. ουτε γὰρ χορηγιῶν ουθ'ῖπλων ουτ' ἀνδρῶν πλῆθος καταπλαγεὶς ἄν τις ἀπο- 20 σταίη τῆς τελευταίας ἐλπίδος, του διαγωνίζεσθαι περὶ τῆς σφετέρας χώρας και πατρίδος, λαμβάνων προ οφθαλμῶν τὰ παράδοξον τῶν τότε γενομένων, και μνημονευων ὁσας μυριάδας και τίνας τόλμας και πηλίκας παρασκευὰς ἡ τῶν συν νῶ και μετὰ 25 λογισμοs κινδυνευόντων αῖρεσις και δυναμις κα-0 ὁ δε απὸ Γαλατῶν φόβος ου μόνον τὸ παλαιόν, αλλὰ καὶ καθ' ημῆς ῆδη πλεονάκις εξέπληξε

ἐπὶ τὸ κεφαλαιώδη μέν, ανέκαθεν δὲ ποιήσασθαι roτην υπερ τουτων ἐξήγησιν. 36 Mσδρουβας δ' ὁ τῶν Καρχηδονίων στρατηγός,

260쪽

I.. II. RES GRAECORUM.

163 απὸ γὰρ τουτων παρεξέβημεν τῆς ἐξηγήσεως, ἔτη

χειρίσας οκτὼ τὰ κατὰ τὴν 'Ιβορίαν, ἐτελεύτησε δολοφονηθεὶς ἐν τοῖς εαυτοs καταλυμασι νυκτὰς υπότινος Κελτου το γενος ἰδίων ἔνεκα αδικημάτων, ου 25 μικράν, ἀλλα μεγάλην ποιήσας ἐπίδοσιν τοῖς Καρχηδονίων πράγμασιν, Ουχ ούτω διὰ των πολεμίων ἔργων ώς διὰ τῆς προς τοὐς δυνάστας ομιλίας. τὴν δε στρατηγίαν οἱ Καρχηδόνιοι των κατὰ τὴν 'Ιβηρίαν 3

Ἀννίβα περιέθεσαν, οντι νέω, διὰ τὴν υποφαινομέ- 10 νην ἐκ των πράξεων αγχίνοιαν αυτοῶ καὶ τολμαν. ος 4

παραλαβὼν τὴν αρχὴν ευθέως δῆλος ἐν ἐκ των επινοημάτων πόλεμον ἐξοίσων Ῥωμαίοις. ο δὴ καὶ τέλος ἐποίησε, πάνυ βραχὴν ἐπισχών χρόνον. τὰ μὲν θοὐν κατὰ Καρχηδονίους και Ρωμαίους απὸ τούτων 15 ῆδη των καιρῶν ἐν ὁποψίαις ἐν προς ἀλλήλους καιπαρατριβαῖς. οἱ μὲν γὰρ ἐπεβουλευον, ἀμυνασθαι οσπευδοντες διὰ τὰς περὶ Σικελίαν ἐλαττώσεις, οἱ δὲ ' μαῖοι διηπίστουν, θεωροῶντες αυτῶν τὰς ἐπιβολάς. ἐξ ών δῆλον ὴν τοῖς ὀρθῶς σκοπουμένοις 2ο ῖτι μέλλουσι πολεμεῖν αλλήλοις ου μετὰ πολὐν χρόνον. κατὰ δὲ τοὐς αυτοῖς καιροὐς 'Aχαιοὶ και Φί- 37λιππος ὁ βασιλεὼς ἄμα τοῖς ἄλλοις συμμάχοις συνίσταντο τον προς Αἰτωλοὐς πόλεμον τον προσαγο-

25 ρευθέντα συμμαχικόν. ἡμεῖς δ' επειδὴ τάς τε περι 2 Σικελίαν καὶ Λιβύην και τὰς εξῆς πράξεις διεξιόντες κατὰ τὸ συνεχὲς τῆς προκατασκευῆς ῆκομεν ειὶ τὴν αρχὴν τοὐ τε συμμαχικοί καὶ τοὐ δευτέρου συμστάντος μὲν Ῥωμαίοις καὶ Καρχηδονίοις πολέμου, 30 προσαγορευθέντος δὲ παρὰ τοῖς πλείστοις 'Aννιβα κοί, κατὰ δὲ τὴν ἐξ αρχῆς πρόθεσιν απὰ τούτων τῶν καιρῶν ἐπηγγειλάμεθα ποιήσεσθαι τὴν αρχὴν 11

SEARCH

MENU NAVIGATION