Glossen und Scholien zur hesiodischen Theogonie mit Prolegomena

발행: 1876년

분량: 451페이지

출처: archive.org

분류: 미분류

312쪽

ΕΙΣ ΤΗΝ

313쪽

βιβάζεσθαι μέλλοντας νέους ευσέβειαν, ουκ ευλογον εἶναι μοι δοκεῖ τοῖς Ελληνικοῖς ἐὰν υθλοις καὶ τω ἐκ τούτων ἡδεῖ καθυπάγεσθαι ' φιλόμυθον γὰρ αεὶ το των νέων γέ-

θεῖναι τω φαννομένω ἡδεῖ καὶ την ακοην καταθέλγοντι μόνον, το μη φαινόμενον αλλ' ξδη καὶ oν, αληθές. τοιουτον δὲ πάντως το μεταληπτικὸν εἶδος του λόγου καὶαλληγορικὸν ου μέχρις ακοῆς παραμένον, ἀλλ' ἔνδον καιεἰς ψυχὴν ἀφικνουμενον νοεράν τε και τῆς αληθοῶς ἐφιεμένην γνώσεως. αἰνῶ δὲ αρα και Πλωτῖνον ἐκεῖνον, καντων θύραθεν ουτός ἐστι, παρεγγυώμενον τοῖς νέοις ταμαθήματα παραδίδοσθαι, προς συνεθισμὸν τῆς ἀσωμάτου φύσεως ' ἔτι δε καὶ Σωκράτην Τωθεν ανισταμένοις παρακελευόμενον, τὴν ἱερὰν καὶ αρρενωπὸν κατασπάζεσθαι μουσικήν, τὸ ἐν ταῖς σφῶν ψυχαῖς καταστέλλουσαν ταρα- 545χῶδες, και προς τὸν κρείττω και θειοτέραν ἐντεμεν καιἀνδρώδη ἐμβιβάζεσθαι ηλικίαν. πολλῶν δὲ τῶν παρ' Ἐλλησι βίβλων οὐσῶν, ἐν αἷς μόθοι καὶ τερατολογίαι τινες ἐπιφέρονται και ἀναπλάσματα, τῆς Ἐλληνικῆς τε κακοδαιμονίας σεβάσματα, τὴν 'Hσιόδου Θεογονίαν ημεῖς μεταχειριούμεθα ' πλήρης γάρ ἐστι τῶν τοιούτων τερατολογιῶν, καὶ τὴν ἐγκεκρυμμένην ἐν ταυτsi αλήθειαν τοῖς βουλομένοις ἀνακαλύψομεν, καν οι τῆ πλάνn κατεχέ μενοι Ἐλ-λ νες τὰ τῆς ψυχῆς μύσαντες αἰσθητήρια τὴν ἐναντίαν ἐτράποντο ' ῆν τινα δὴ βίβλον Φυσιογονίαν Ο μαι δέον

314쪽

καθὼς ὁ λόγος προῖὼν διαρθρώσει, καν Θεογονίαν οντως ἀγερώχως ἐκεῖνοι ταυτην ἀνόμασαν. πρῶτον δε ἀθρητέον τὸ προοίμιον, και τqν ἐν τούτω μετιτέον αλήθειαν, Ουχημῶν ἴσως ἀνακαλυπτόντων ταύτην, αλλὰ καὶ αυτοὐ του ποιητοs ἐνίοτε και απὸ λέξεών τινων ταύτην ἡμῖν καταφανῆ ποιοίντος καὶ γνώριμον. 1. Μουσάων Ἐλικωνιάδων ἀρχώμεθ' ἀείδειν. δῆλός ἐστιν ὁ ποιητὴς τον ευχαριστήριον ταῖς Μούσαις

τομον ανατιθέμενος τον λόγον, υπερ ων αυτὸν ἐσοφί

σαντο

ἄρνας ποιμαίνονθ' Ἐλικῶνος υπὸ ζαθέοιο δάφνης ἐριθηλέος αὐτῶ κλάδον παρασχοὐσαι καθεύδοντι. παιδεύει δὲ πάντας ) ἡμῶς' πρῶτα μεν, ως οὐκ ἀχαριστεῖν δεῖ τοῖς ευεργετοῶσι καὶ τῆς εἰς τὸ θεῖον ἀφοσιώσεως μὴ ἀφίστασθαι, ἔπειτα δέ, ώς πῆσαν κακίαν ἀφ' εαυτῶν ἀποτίθεσθαι. και τὰ τοὐ σώματος αἰσθητήρια μύ- σαντας, νοερῶς ἄμα και θειοτέρως ζην, ταῖς ψυχικαῖς ενεργείαις τό παν ἀναθεμένους. τοὐτο γάρ μοι δοκεῖ παρασημαίνειν ἡ τῶν ἀρνῶν ποίμανσις, ἡ δε ) τοὐ φυtos γεὐσις, και ἡ πίκρανσις ) την τῆς αἰσθητικῆς ζωῆς

αποστασίαν καὶ ἀπόταξιν πικραίνονται γὰρ οἱ ἄνθρωποι

καὶ λυποὐνται τοῖς κατὰ τον βίον ἡδέσιν ἀποταξάμενοι 546 καὶ προς σκληραγωγίαν ἐκκλίναντες ' αἱ γὰρ ἀρεταὶ περὶ ἡδονὰς καὶ λύπας εἰσίν ' ἡδονὰς μέν, ὁτι τοὐ καλοῖ ἔνεκα λύπας δέ, ὁτι τοῖς φοβεροῖς ξ δεινοῖς ἐντυγχάνουσιν ' ἀλλαταῖτα κατὰ λόγον φέροντες τὰς γνώσεις ἡ ἔξεις ἐν εαυ- τοῖς ἐπιγινομένας ἔχουσιν. ὁ τοίνυν Hσίοδος πάση μὲν ἀποταξάμενος φαντασία, πάσn δε χαίρειν εἰπὼν ἀνέσει του σώματος καὶ προς την σπουδαίαν ἐκκλίνας διαγωγὴν καὶ σχολάσας, ἔσχε ποτὲ τὰς ἐπιστήμας αυτῶ ἐγγενομένας καὶ

1. δέον καλεῖν Par. O. καλεῖν δέον Trino. G. Vin l. 2. φυσικῆς - γενέσεως Par. O. φυσικῶν - γενεσεων Trino. G.Vin 1. 3. πάντας Par. O. πάντως Trino. G. Viaul.

5. πίκρανσις PRr. O. πικρία

315쪽

σοφιζουσας αυτόν αῖ τινες δὴ γνώσεις ἐν τοῖς ἡσυχίοις τόποις καὶ πάσης ἀπηλλαγμενοις τύρβης βιωτικῆς διατρίβουσιν ἔτι δὲ καὶ τοῖς ἔρεσι και ταῖς υφηλαῖς σκοπιαῖς εἰώθασι γὰρ οι σχολάζοντες ἐνίοτε και υφηλὰς φύσεις καὶ μετεώρων πάθη σκοπεῖν και καταλαμβάνειν αυτά, καὶ διὰ τούτο δάφνης ἀπογευεσθαι ἀνέκαθεν τοῖς μάντεσι παρεδίδοτο πρὸ του των μαντειῶν ἀπάρχεσθαι, παρόσον, οἶμαι, δαφοινης τινος διαγωγῆς καὶ νεκρωτικῆς τῶν του σώματος σκιρτημάτων, τοῖς τά τ' ἐόντα, τά τ' ἐσόμενα, πρό

τ' ἐόντα καταλέγειν μελλουσι χρεία ἐστίν' ουτω γὰρ ἡ τῶν εξῆς ἐριθηλεστάτη γνῶσις γένοιτ ὰν καὶ ἡ του νοὸς ἀνάβλυσις ὴ προαιρετικὴ χάρις τῆς γνώσεως. εν Ἐλικωνι δὲ χορεύειν λεγονται') αἱ Μοῶσαι και ἐν τῶ βωμῶ τoc Λιὸς ὀρχεῖσθαι ποσὶν ἀπαλοῖς, ἔτι δὲ και λούεσθαι ἐν κρήνn 1ππου και ἐν υλμιῶ, διότι αἱ γνώσεις και ἐπιστημονικαὶ θεωριαι, ελισσομένης τῆς ψυχῆς πρὸς εαυτην καὶ τῶ πατρὶ τῶ νοῖ συγκιρνωμένης ξ λουμένης, ῶσπερ εκ

τινος κρήνης πηγάζουσι, θῆττον βλαστάνουσαι, και οἷον ἱπτάμεναι καὶ ἴλλουσαι το τῆς ἀγνοίας μεῖον, πλατύνονται αυται Ουτω, και ώς ἄν τις φαίη ὁρχοὐνται ταῖς οἰκείαις ἐνεργείαις καὶ προέσεσιν, ἄλλhς ἐπ ἄλλρ συλλεγομένης εἰλικρινοῶς θεωρίας καὶ ἀμοιβαδὸν ἀλλήλας διαδεχομενης τοιαυτη γὰρ ἡ τῶν καθαρῶν νοημάτων τοὐνοὸς προέξαλσις, ῆτις δη καὶ ἱμερόεσσα λέγοιτ ἄν. τί γὰρ ηδυτερον τῆς τοιαυτης ραστώνης γένοιτ ῶν διαβατικωτάταις ψυχαῖς καὶ αἰθεροβάμοσι, καθ' ῆν ἐς ἀκρότατον Ελικῶνα χορεύουσιν, ἀνατεινόμεναι δηλαδὴ καὶ συμπτυσσόμεναι νῶ αυτὰς καταλάμποντι καὶ ζωὴ, την μακαρίαν παρέχοντι νῶ; αἱ γἀρ ουτω κουφισθεῖσαι φυχαὶ καὶ πάσης ἀπηλλαγμέναι σωματικῆς ἀχλύος, λεπτομερῶς τε καὶ

ἀεροειδῶς κινοῶνται, καὶ παντός εἰσι καταληπτικαί, ουπερεθέλουσι, καὶ την τῶν ἔντων εἰδυῖαι φυσιν, υμνοῶσί τε δι' ἄν ἔνεργούσιν ἐνεργειῶν τον πάντων πατέρα καὶ πολυτίμητον νοῶν, καὶ την τοῖς αἰσθητοῖς τούτοις ἐγκεκρυμμένην ἀλήθειαν ἀνακαλυπτουσι, τίς τε ἡ του ἀέρος φυσις,

316쪽

διδάσκουσαι, καὶ τίς ἡ του υδατος, και απλῶς των στοιχείων και των συνθέτων ἐκ τουτων σωμάτων, ζώων τε

καὶ φυτῶν ' ἔτι δε καὶ πῶς τόδε το παν συνέστη καὶ ῆρμοσται, τίσιν ἀρμονίαις ἡ λόγοις, και πῶς ο θλιος καὶ ἡ σελήνη, ζμέρας τε καὶ νυκτὸς δημιουργοι και καιρῶν καὶ χρόνων και ζωώσεως φυτῶν η ζώων γενέσεως τυγχάνουσι ' τίς τε η διευθετοῶσα τόδε το παν τάξις ') καὶ συνέχουσα δύναμις, ῶσπερ τις κοσμήτωρ ἄριστος εν στρατοπεδω στρατηγός ' πῶς δὲ τοῖς ζώοις ἔρωτές τε και ἡδοναὶαλογοι ἐγγίνονται, καὶ τίνες οἱ τοὐ σπέρματος λόγοι, δι' ων ἡβάσκουσι τα κυήματα, πῶς τε κινεῖ ὁ υπερκαθήμενος νους ἐν τῆ ἀπλανεῖ τὸ πάντων κινητικὸν αἴτιον, ώς ἀκρότατον ἐφετόν' πῶς δὲ καὶ τὰ Ουράνια κινεῖται και φέρεται σώματα, καὶ διὰ τίνας ἄρα αἰτίας, καὶ τίς ἡ του χρόνου φυσις' ταλα καὶ τὰ τοιαλα αἱ νοερώτεραι τῶν ψυχῶν καὶ τὰς οἰκείας ἐνεργείας μὴ συγχύσασαι ταῖς προς τὸ σῶμα νεύσεσιν ἐξετάζουσί τε καὶ ημῆς ἐκδιδάσκουσιν,απαθανατισθεῖσαι καὶ τῆς κρείττονος ήξιωμέναι μοίρας καὶ

του κρατῆρος ἐκείνου ἀποσπάδες Ουσαι του θειοτέρου, ας

δῆ και ώς ποθουμένας καὶ ζητουμένας παρ' ημῶν Μούσας ὁ λόγος προσαγορευειν ἐθέλει ' φύσει γὰρ ἡ εἰδητικὴ ὁρεξις

τοῖς ἀνθρώποις ἐγκατέσπαρται, καθὰ και Ἀριστοτέλει δοκεῖ,

ἀρχομένω τῆς μετὰ τὰ φυσικὰ πραγματείας.

δια τί ἐννέα αι Μοὐσαι ). ἐννέα δ' εἰσὶν αἱ μυ- σαι, ώς τὸ τετράγωνον καὶ ἔμπεδον τῶν τοιούτων γνώσεων του αριθμοί τούτου ἐμφαίνοντος, καὶ την ἀκλινῆκαι αμετακίνητον τῶν ψυχικῶν δυνάμεων ἡμῖν παριστάνειν ἐθέλοντος, ἀναταθεισῶν τάχα και προς έαυτὰς συνιουσῶν,ολικὴν και ενιαίαν ἀνάκρασιν. ἄπαξ γὰρ ψυχὴ προς εαυ-548 την ελιχθεῖσα και νοερῶς ἐαυτὴν ἐποπτεύουσα, ουκέτι θέλει πρὸς πολυμέρειάν τινα διασκεδάννυσθαι, καὶ του συμπτυσσοντος ενὸς υποχωρεῖν τε καὶ ἀφίστασθαι. τοὐτο γὰρ οἶμαι και τὸ του ἐννέα ὁνομα αριθμos υποσημαίνειν ' οὐ γάρ

ἐστιν ἔτερον τὸ ἐννέα, ἀλλ' ἡ ἔν πρὸς εαυτὸ ἀναστρε-

317쪽

φόμενόν τε καὶ συμπτυσσόμενον, ωσπερ υπό τινος δρου καὶ πέρατος, τῆς μονάδος καὶ του πληθυντικου σκεδασμοὐ, και εἰς απειρίαν προαντος υπ' αυτῆς εἰργόμενόν τε κα

ἐπεχόμενον. ἔστι γὰρ ταῖς ψυχαῖς ροπή τις προς πλη- θυσμόν, ῆν ανασειράζειν εἰοθεν ἡ του νοὐ προς εαυτὸ ἐπιστροφή τε καὶ ελιξις. ἐννάδι δὲ πάντως κατίδοις και

τὰς νοερωτερας ουσίας σεμνυνομένας, και ἀπαριθμουμένας-ἰ των κλεινῶν καὶ θεσπεσίων ἀνδρῶν. καὶ κατὰ τνς τριάδος προκοπὴν προχύσας, το ἐν αυταῖς πάντως καιτο-ου υποσημαίνοντος του αριθμos τελειωτικόν. ἄθρει δε ὁ διαβατικώτατος καὶ μηλόνους ακροατὴς και τὴν του

oνόματος σύμπτυξιν ξ ἀνέλιξιν. ὁ ἐννέα αριθμὸς δύο εν

ἐστι προς έαυτὰ συστρεφόμενα. τὸ μεν γὰρ πρῶτον εν τὴν ταῖς ψυχαῖς ἐνοῶσαν ροπὴν προς πληθυσμὸν υπο- σημαίνειν εοικε ' διὸ πνεὐμα ἐπιδέχεται τὴν τοιαύτην ἐμφαῖνον ορμήν' ου γάρ εἰσιν ακίνητοι τέλειον αἱ μετὰ τὴν πρώτην ουσίαν νοεραὶ καὶ θεῖαι οὐσίαι προς σκεδασμον τινα και διάστασιν ἡ πολυμέρειαν, ῶς τινι τῶν προ ημῶν πεφιλοσόφηται κάλλιστά τε καὶ υψηλότατα. τὸ δὲ δεύτερονεν, o και ἀντιστρόφως ἀναγινώσκεται νε, τὴν προς έαυτὴν υποσημαίνει τῆς ψυχῆς στροφήν πάσχει δε τοὐτο ἡ ψυχὴ τῆ μοναδικῆ ἀμερεία καὶ ἀσκεδάστω ἐπισχεθεῖσα και

προς έαυτὴν καταναγκασθεῖσα ἐπιστραφῆναι, ωσπερ υπότινος ορου καὶ πέρατος. o δὴ δεύτερον εν ουδὲ πνεὐμαἐπιδέχεται. ουδὲ γάρ ἐστι τῆ τοιαύτn στροφῆ προς τὰ

τῆδε ὁρμὴ ἡ φορά τις ξ ορεξις. ἐπεὶ δὲ γραμματικοῖς

προσδιαλεγόμεθα, καὶ ποιητὴς ἡμῖν τὸ ἀνὰ χεῖρας, ου κατόπιν ὁ λόγος ἀπαντήσει τοὐ δέοντος, εἰ καὶ πορισόμεθα κατὰ τους γεωμέτρας ἐκ τῶν προσεχῶς ἡμῖν δεδειγμένων, καὶ διὰ τί τό μευ Dy) τῶν αριθμῶν δασύνεται; πλῆν 549τοῶ ἐννέα, και ἐννενήκοντα. καὶ απλῶς διὰ τί τὸ μεν ἔν δασύνεται, τὸ δὲ ἐννέα δύο εν ον, ὼς εἴρηται, ου δασύνεται. λεκτέον δέ, ἔτι τὸ δασύνεσθαι τὸ ε τῶν αριθμῶν καὶ ἀπλῶς τὸ εν παριστάνειν ἔχει ἡμῖν τὴν ἐπ' ἄπειρα πρόοδον τῶν αριδμῶν ορμὴν γὰρ ἄσανεὶ φυσικὴν ἔχει

318쪽

το Τν εἰς σκεδασμόν τε καὶ πληθυσμόν, ην δ' φοπηνυποσημαίνειν ἐθέλει τοὐ πνεύματος ἡ δασύτης. ἄρχεται δε η τοιαύτη φορα απὁ του ενὸς και προελθοὐσα μέχρι του εννέα, ἐπειδὴ μέλλει συστέλλεσθαι καὶ συμπτύσσεσθαι, ῶσπερ υπό τινος πέρατος τῆς δευτερευομένης μονάδος. τοι τοὐ δέκα, μιμεῖται πάντως την συστολὴν τὸ πνεὐματὸ ψιλόν, και ἡμῖν υποδηλοῖ ταυτην, ἄνω ν του ἐννέα επιτιθέμενον. πολλὰς δ' ευρήσει τις συμπασχούσας λέξεις

τοῖς υπ' αυτῶν σημαινομένοις και μιμουμένας αυτά. και

μάρτυς του λόγου τὸ λιμὸς ἔνομα ' δέον γὰρ διὰ διφθόγγου γράφεσθαι ώς ἀπὸ του λείπω και του αἷμα γεγονός, ὁμως την των λιμωττόντων συστολὴν καὶ τὸ πάθος ἐμιμήσατο, καὶ ἔπαθέ τινα ἔνδειαν του i, ῶσπερ καὶ τὼ ἰδέα ἄνομα καὶ τὸ εἶδος μαρτυρούσι. τὸ γὰρ ἰδέα διὰ του iγράφεται, τὴν των ἰδεῶν ἐκείνων υποσημαῖνον απλότητα τῶν Πλατωνικῶν. τὸ γὰρ αυτοὲν καὶ ἡ αυτοδυὰς απλἀπάντη, ουκ ἔκ τινων ' τὸ δε εἶδος ἐπὶ τῶν συνθέτων λεγόμενον τῶν ἐκ ψυχῆς τε καὶ σώματος ξ μορφῆς, ευλόγως καὶ σύνθετον εἴληχε γραφήν. περι τοὐ δύο. ἀλλ', ὁπερ ἐλέγομεν, τῆς ἐπ ἄπειρα καὶ τῶν αριθμῶν προόδου ἡ τοὐ πνεύματός ἐστι δασυτης δηλωτική, ἀπὸ του ενὸς ἀρχομένη ' is γὰρ φαμέν, ειτα

δυο. διὰ μεν του ενὸς τὴν ἐνίζουσαν τὰ πεπληθυσμένα καὶ περατοῶσαν φύσιν υποσημαίνοντες, ώς δῆθεν αυτῆς συμμετέχοντά πως παν γὰρ πλῆθος μετέχει πως του ενός.

διὰ δὲ τοὐ δύο τὴυ εἰς πλῆθος διάστασιν ῆ τὴν δίοδον

την εἰς τὰ πολλὰ αἰνιττόμενοι, ἐκ του δύνω τάχα παράγουσι ') τὁ ἄνομα, Ο σημαίνει τὸ ὁπεισέρχομαι ' τὰ γὰρ δύο πῶς μεν πλήθους αρχή ἐστι, πῶς δὲ πλῆθος, καὶ πῶς μεν πολλά, πῶς δὲ ὀλίγα ' και πώς μὲν αριθμός, πῶς δὲ αρχὴ αριθμοs. ώς μὲν γὰρ μετρητὸν καὶ αριθμητὸναριούς ἐστι καὶ πλῆθος υπὸ γὰρ του ενὸς μετρεῖται, ἔν

γὰρ καὶ is δύο), προς ο ῖν συγκρινόμενα τὰ δύο καὶ 550 πολλὰ λέγεται ' ἐπει καὶ oλίγα εχ ὼν, προς τὰ τέσσαρα.o δέ ἐστι πολύ, τοὐτο καὶ Oλίγον λέγεται, ἀλλα προς ἄλλο

319쪽

ωαὶ ἄλλο πάντως. και ὁτι των παρ' εκάτερα του δύο συντεθειμένων ἄμα, του ενὸς καὶ του τρία ῆμισύς ἐστιν ὁ δύο, καὶ κατὰ τολο αριθμός ἐστι. πάλιν δὲ οτι τὰ δύο ουκ εἰσὶ πολλά, ουδὲ ἀριθμὸς ουδὲ πληθος, σκόπει ἐντευθεν ), μεταχειρισάμενος το καθ' υπεροχὴν πολύ. διτ-

ὀλίγα, ἡ κατὰ σύγκρισιν η καθ' υπεροχην. πῶς αριθμος υπερέχειν θέλει ἐν ἀριθμοῖς, τινος αριθμοs ἐνεργεία. ὁ δυο οὐχ υπερέχει ου γάρ ἐστιν αριθμος ῆ μονὰς ἐνεργεία, καὶ τὸ ἐν δευτέρω σχήματι συναγόμενον συμπέρασμα νόει. εἰ δ' αριθμος Ουκ ἔστd, τί αν ἄλλο εἴη ' ἀρχη αριθμοὐ παν γὰρ τὸ ἐν ἀριθμοῖς λεγόμενον η πάθος ἐστιν αριθμῶν, ῶς ἀρτιότητές τε καὶ περιττότητες, η αριθμος V ἀρχηαριθμos. ἔπεται δε δεδειγμένου τοὐ, οτι τὰ δύο ἀριθμὸς

Ουκ ἔστι, συναποδείκνυσθαι και οτι ουδὲ πολλὰ ουδὲ πλῆ

θος ' ὁ γὰρ ἀριθμὸς ουδέν ἐστιν ἄλλο, ἀλλ' ῆ πλῆθος τῶ

ενὶ μετρητόν τὸ δὲ υφ' ἐνὸς μετρητὸν πλῆθος πολλά ἐστιν. περι τοὐ τρία. εἶτα φαμὲν τρία ἀπὸ τοὐ τρὶς μ' τρις γὰρ μία τρεῖς, τριπλοῶντες την μονάδα τρισσάκις εἰς ἐαυτήν. ῆ ἀπὸ τοὐ τηρεῖν τὸ μοναδικὸν καὶ ενιαῖον, ἀκραιφνέστερον ἔτι καὶ εἰλικρινέστερον υπὲρ τους μετ' αυτὁναριθμους κατονομάζοντες, τὸν τρία ' ἀμιγὲς γὰρ ἔτι και ἀθόλωτον τό is ἔχει ὁ τρία, o δὴ καὶ ἔμφαίνει διὰ τοὐμ, τηρίας ἄν τις.περι του τέσσαρα. τὸν δε τέσσαρα ῆ ἐθνικὴν εἶναι την λέξιν καὶ διαλέκτω ἰδία τινί, ῶς τὸ παρ' Nσιόδωδηλοῖ ἐν ταῖς φέραις ευρεθὲν μέτορ' ἡβώn ἀντὶ τοὐτεσσαρεσκαιdέκατον χρόνον, ξ παράγοιτο αν ἀπὸ τos ταράσσω ταράξω, τετάραχα, τετάραγμαι, τετάραξαι, τετάρακται ταραχὴν γάρ τινα και σκεδασμὸν τὸν εἰς πολυήρειαν εμ-

φαίνει ὁ ἀριθμέ ς Ουτος' ἐντεμεν γὰρ ὁ πληθυσμὸς καὶ ὁ μερισμὸς μῆλλον ἔπεισάγεται. διὰ τοὐτο δέ, οἶμαι, καὶ

τὸν τέσσαρα σώματι ἀναλογεῖν ἔλεγον οἱ Πυθαγόρειοι bbi συμβολικῶς καὶ τετρακτυν αυτὸν ἐκάλουν παγὰν ἀενάου φύσεως,

320쪽

διὰ τον σκεδασμὸν τον ες πλῆθος και τας ἐναντιότητας

και τα πάθη τῶν σωμάτων, ἄ τινα δη ταραχὰς ὁ λόγος

καλῶν Ουκ ἀπεικότως λέγει. περι του πέντε. πέντε δε η απὸ του ἐντύνω τὁ κατασκευάζω παρωνόμασται η ἀπὸ του πένω τὁ ἐνεργῶ ενεργητικώτερος γὰρ καὶ κατασκευαστικώτερος η γεννητικώτερος τῶν ἐντbς τῆς δεκάδος αριθμῶν ουτός ἐστι. και γὰρ τοῖς προ αυτου συνερχόμενος τους μετ' αυτὸν γεννῶπάντας αυτὸς γὰρ εἰς ἐαυτὸν συντιθέμενος ἡ συστρεφόμενος τον δέκα ποιεῖ πέντε γὰρ καὶ πέντε δέκα ' προς δὲ τον τέσσαρα ποιεῖ τον ἐννέα ' τέσσαρα γὰρ και πέντε ἐννέα ' προς δὲ τον τρία ἐπιτιθέμενος τον ὀκτώ ' τρία γὰρ καὶ πέντε οκτώ ' προς δε τον δύο τον επτά, προς δε την μονάδα του n.

περὶ του εξ. δὲ είρηται απὸ του ἐξιέναι προς πλῆθος ' του γὰρ πλῆθους ἀρξαμένου απὸ του τρία, εν- ταωα ἡ ἐπιδίπλωσις του πληθυντικοὐ θεωρεῖται αριθμού.

δύο γὰρ τρία ὁ εξ ἐστι' διὸ καὶ μερισμους πλείονας τῶν

προ αυτοὐ Dφέστηκεν αριθμῶν ἔχει γὰρ ἔκτον την μονάδα, τρίτον τα δύο, και ῆμισυ τὰ τρία, καὶ απλῶς πολυμερέστερός ἐστι τῶν προ αυτοὐ. δασύνονται δὲ και τὰ εξ διὰ την προειρημένην ἄνωθεν αἰτίαν. περι τ os ἐπτά. επτὰ δὲ απὸ τοὐ ἐπιτείνεσθαι πλέον εἰς σκεδασμόν' ἐγὼ δε εἴποιμι, ἐκ τos ἔπεσθαι τοῖς λοιποῖς καὶ την μονάδα τηρεῖν ' διὸ καὶ δασύνεται. περὶ τos o κτώ. οκτὼ δὲ απὸ τος δεκτώ τις εἶναι

στερεὸς γάρ ἐστι καὶ κύβος ' δις γὰρ δύο τέσσαρες, και δὶς τέσσαρες oκτώ' ὴ ὁτι δεκτικώτερός ἐστι πολυμερείας υπὲρ τοὐς προ αυτοs' ἔχει γὰρ καὶ ῆμισυ τὰ τέσσαρα, καὶ τέταρτον τὰ δύο, καὶ ἴγδοον την μονάδα, τοὐς αρτίους μερισμους υποδεχόμενος. ὁ γὰρ ἔξ καὶ περιττὸν

μερισμὸν εἰχε τον τρία, και ἄρτιον τὸν δύο ' ουτος δεουδέν τι τοιολον ἔχει.

περὶ τοs εννέα. ἐννέα δε εἴρηται απὸ τοὐ τὁ εκχυ- θεν δ, καὶ διὰ τῶν ἄλλων προελθὸν μέλλειν ἐν τῆ δε-552 κάδι, δευτερευομένη ουση μονάδι, πάλιν μοὐσθαι καὶ

SEARCH

MENU NAVIGATION