Dionysi Halicarnasensis Antiquitatum Romanarum quae supersunt

발행: 1860년

분량: 376페이지

출처: archive.org

분류: 미분류

201쪽

ηγαγε τὰς γυναῖκας. ην δε τοιόςδε ὁ νόμος ' γυναῖκα γαμετην την νατὰ γάμους ἱεροὐς συνελθοsσαν ἀνδρικοινωνὸν απάντων εἶναι χρημάτων τε καὶ ἱερῶν. ἐκάλουν τοὐς ιερούς καὶ νομίμους οἱ παλαιοὶ γάμους ' μαγy προσηγορία περιλαμβάνοντες φαρραχείους liἐπι της κοινωνίας τοs φαρρὸς, ο καλοῶμεν ημεῖς ζέαν. υτη γὰρ ην αρχαῖα και μεχρι πολλοs συνήθης ἄπασιν αὐτοῖς η τροφ' φέρει δὲ πολλὴν καὶ καλην η Ρωμαίων γη την ζέαν. καὶ ἄσπερ Ἐλληνες τον κρίθινον καρπὸν αρχαιότατον υπολαμβάνοντες ἐπὶ των 10 θυσιῶν κριθαῖς καταρχόμεθα οὐλὰς αυτὰς καλο - τες, οὐτω ' μαῖοι τιμιώτατόν τε καρπὸν καὶ αρχαιότατον εἶναι νομίζοντες τὰς ζέας διὰ τούτων ἀπάσης ἐμπυρου θυσίας κατάρχονται. μένει γὰρ ἔτι και Ουι μεταπέπτωκεν εἰς πολυτελεστέρας ἀπαρχὰς το ἔθος. II τὸ δη κοινωνοὐς της ἱερωτάτης τε καὶ πρώτης τρο- φης γενέσθαι γυναῖκας ἀνδράσι και ἐπὶ πολλη συνελθεῖν τύχη την μὲν ἐπίκλησιν της κοινωνίας τοs , φαρρὸς εἶχεν, εἰς σύνδεσμον δ' αναγκαῖον οἰκειότητος ἔφερεν ἀδιαλύτου, καὶ τὸ διαιρῆσον τοὐς γάμους 20 τούτους οὐδὲν ην. ούτος ὁ νόμος τάς τε γυναῖκας ηνάγκασε τὰς γαμετὰς, οια δη μηδεμίαν ἐχούσας

ετέραν αποστροφην, προς ἔνα τον τοὐ γεγαμηκότος ζζν τρόπον, καὶ τοὐς ἄνδρας ως αναγκαίου τε καὶ ἀναφαιρέτου κτηματος τῆς γυναικὸς κρατεω. σω - 2b φρονοῶσα μὲν οὐν καὶ πάντα τῶ γεγαμηκότι πειθομένη γυνη κυρία τοὐ οἴκου τον αυτὸν τρόπον ην,

δνπερ ὁ ἀνὴρ, καὶ τελευτήσαντος ἀνδρὸς κληρονόμος

εγίνετο τῶν χρηματων, ώς θυγάτηρ πατρὸς, εἰ μενο ἄπαις τε καὶ μηδεν διαθέμενος ἀποθάνοι πάντων 30ουσα κυρία τῶν ἀπολειφθέντων, εἰ δὲ γενεὰν ἔχοι τοῖς παισὶν ἰσόμοιρος γινομένη. ἀμαρτάνουσα δέ τι

DION. I. 10

202쪽

δικαστην τον ἀδικούμενον ἐλάμβανε καὶ του μεγέθους lτης τιμωρίας κύριον. ταυτα δε οἱ συγγενεῖς μετὰ του ἀνδρὸς ἐδίκαζον' ἐν οἷς ην φθορὰ σώματος καὶ, οπάντων ἐλάχιστον αμαρτημάτων Ελλησι δόξειεν ἰνύ υπάρχειν, εἴ τις οἶνον ευρεθείη πιοῶσα γυνη. ἀμφότερα γὰρ ταυτα θανάτω ζημιουν συνεχώρησεν ὁ μέλος, ως αμαρτημάτων γυναικείων ἔσχατα, φθορὰν μεν ἀπονοίας αρχην νομίσας, μέθην δὲ φθορῆς. καὶ μέχρι

πολλου διέμεινε χρόνου ταυτ ἀμφότερα παρὰ - 10 μαίοις απαραιτητου τυγχάνοντα οργης. μάρτυς δε τοvκαλῶς ἔχειν τον-των γυναικῶν νόμον ὁ πολυς χρόνος. ὁμολογεῖται γὰρ ἐντὸς ετῶν εἴκοσι καὶ πεντακοσίων μηδεὶς ἐν Ῥώμa λυθῆναι γάμος' κατὰ δε την ἐβδόμην ἐπι ταῖς τριάκοντα καὶ εκατὸν ὀλυμπιάσιν υπα- rs 15 τευόντων Μάρκου Πομπωνίου και Γαῖου Παπιρίοvπρῶτος ἀπολυσαι λέγεται την εαυτου γυναῖκα Σπόριος Καρουῖλιος ἀνηρ ουκ αφανης, αναγκαζόμενος υπὸ τῶν τιμητῶν ὀμόσαι τέκνων ἐνεκα γυναικὶ συν

20 τούτω καίτοι δι ανάγκην γενομένω μισούμενος υπο του δημου διετέλεσεν. XXVI. 'A μεν ουν εις γυναῖκας ευ ἔχοντα ὁ -

μέλος ἐνομοθέτησεν, ἐξ ῶν κοσμιωτέρας αυτὰς περὶ τους ἄνδρας ἀπειργάσατο, ταυτ ἐστιν, ὼ δ' εἰς αἰδῶ

25 καὶ δικαιοσύνην παίδων, ῖνα σέβωσι τους πατέρας ἄπαντα πράττοντές τε και λέγοντες ὁσα ῶν ἐκεῖνοι κελεύωσιν, ἔτι τούτων ην σεμνότερα καὶ μεγαλοπρεπέστερα καὶ πολλην ἔχοντα παρὰ τους ημετέρους νόμους διαφοράν. οι μεν γὰρ τὰς Ἐλληνικὰς κατα- 30 στησάμενοι πολιτείας βραχύν τινα κομιδύ χρόνον ἔταξαν ἄρχεσθαι τους παῖδας υπὸ τῶν πατέρων, οιμεν εις δεύτερον ἐκπληρώσωσιν ἀφ' ηβης ἔτος, οἱ δὲ

203쪽

B147- ἴσον αν χρόνον ὴίθεοι μένωσιν, οἱ δὲ μέχρι τῆς εἰς

τα αὐχεῖα τα δημόσια ἐγγραφης, ῶς ἐκ της Σόλωνος

νομοθεσίας καὶ Πιττακοs καὶ Xαρώνδου ἔμαθον, οἷς πολλη μαρτυρεῖται σοφία ' τιμωρίας τε κατὰ των παίδων ἔταξαν, εὰν ἀπειθῶσι τοῖς πατράσιν, ου βα- ἔρείας ἐξελάσαι τῆς οἰκίας ἐπιτρέψαντες αυτοὐς καὶ χρήματα μη καταλιπεῖν, περαιτέρω οὐδέν. εἰσὶ δ' Ουχ ἱκαναὶ κατασχεῖν ἄνοιαν νεότητος καὶ αυθάδειαν τρόπων οὐδ' εἰς το σῶφρον ἀγαγειν τοὐς ὴμεληκότας των καλῶν αἱ μαλακαὶ τιμωρίαι ' τοιγάρτοι πολλὰ ἐν Io Ελλησιν υπὸ τέκνων εἰς πατέρας ἀσχημονεῖται. ὁτων ' μαίων νομοθέτης ἄπασαν ώς εἰπεῖν ἔδωκεν ἐξουσίαν πατρι καθ' υἱοs καὶ παρὰ πάντα τον τοὐβίου χρόνον, ἐάν τε εἴργειν, ἐάν τε μαστιγουν, ἐάντε δέσμιον ἐπὶ των κατ' αγρὸν ἐργων κατέχειν, Io ἐάν τε ἀποκτιννύναι προαιρῆται, καν τὰ πολιτικὰ

πράττων ὁ παῖς ἡδη τυγχάνη καν ἐν ἀρχαῖς ταῖς

μεγίσταις ἐξεταζόμενος καν διὰ την εἰς τὰ κοινὰ

φιλοτιμίαν ἐπαινούμενος. κατὰ τοὐτον γέ τοι του

νόμον ἄνδρες ἐπιφανεῖς δημηγορίας διεξιόντες ἐπὶ 20των ἐμβόλων ἐναντίας μὲν τῆ βουλῆ , κεχαρισμένας δὲ τοῖς δημοτικοῖς, καὶ σφόδρα εὐδοκιμο τες ἐπὶ

ταυταις κατασπασθέντες απὸ τοs βήματος ἀπήχθησαν υπὸ των πατέρων, ῆν ἰν ἐκείνοις φανῆ τιμωρίαν υφέξοντες ' οὐς ἀπαγομένους διὰ τῆς αγορὰς ουδεὶς των 25 παρόντων ἐξελέσθαι δυνατὸς ὴν ούτε ὐπατος οὐτε δήμαρχος οὐτε ὁ κολακευόμενος ὐπ' αυτῶν καὶ πῆσαν ἐξουσίαν ἐλάττω τῆς ἰδίας εἶναι νομίζων ὁχλος. ἐῶ γὰρ λέγειν ὁσους ἀπέκτειναν οι πατέρες ἄνδρας ἀγα- θοὐς ὐπ' αρετῆς καὶ προθυμίας ἔτερόν τι διαπράξα- 30σθαι ἔργον γενναῖον προαχθέντας, ο μη π90ςέταξαναυτοις οἱ πατέρες, καθάπερ ἐπὶ Μαλλίου Τορκουάτου 10.

204쪽

148 B

και πολλῶν αλλων παρειληφαμεν, ἡπερ ων κατὰ τον οἰκεῖον καιρον ἐρῶ.

XXVlΙ. Και οὐδ' ἐνταsθα ἔστη της ἐξουσίας οτων Ῥωμαίων νομοθέτης, ἀλλα καὶ πωλεῖν ἐφηκε τον 5 υἱὸν τω πατρι, οὐδὲν ἐπιστραφεὶς εἴ τις ώμον ὐποληψεται το συγχώρημα και βαρύτερον η κατὰ την φυσικην συμπάθειαν. και ο πάντων μάλιστα θαυμάσειεν Σαν τις υπὸ τοῖς Ελληνικοῖς ηθεσι τοῖς ἐκλελυμένοις τραφεὶς ως πικρον καὶ τυραννικόν, και τοὐτο συνε-

10 χώρησε τω πατρὶ, μεχρι τρίτης πράσεως ἀφ' υιοὐ χρηματίσασθαι, μείζονα δοὐς ἐξουσίαν πατρὶ καταπαιδὸς η δεσπότη κατὰ δούλου. θεραπόντων μέν γε ὁ πραθεις Ιἄπαξ, ἔπειτα την ἐλευθερίαν ευρόμενος αυτοs το λοιπὸν ηδη κύριός ἐστιν, υιῶν δ' ὁ πραθεις 1 5 υπὸ τοὐ πατρὸς εἰ γένοιτο ἐλεύθερος υπὸ τω πατριπάλιν ἐγίνετο, καν τὸ δεύτερον ἀπεμποληθη τε καὶ

μετὰ δε την τρίτην πρῆσιν ἀπηλλακτο τοs πατρός. τοὐτον τον νόμον ἐν ἀρχαῖς μὲν οἱ βασιλεῖς ἐφύλατ-20 τον εἴτε γεγραμμένον εἴτε ἄγραφον ίου γὰρ ἔχω τὸ σαφες εἰπεῖν) απάντων κράτιστον ηγούμενοι νόμον. καταλυθείσης δὲ της μοναρχίας, ὁτε πρῶτον ἐφάνη Ῥωμαίοις πάντας τοὐς πατρίους ἐθισμοὐς τε καινόμους ἄμα τοῖς ἐπεισάκτοις ἐν αγορὰ θεῖναι φανε - 2b ρους ἄπασι τοῖς πολίταις, ἶνα μη συμμεταπίπτΓ τακοινὰ δίκαια ταῖς τῶν αρχόντων ἐξουσίαις , οἱ λαβόντες παρὰ τοs δημου την ἐξουσίαν της συναγωγης τε και αναγραφης αυτῶν δέκα ἄνδρες ἄμα τοῖς ἄλλοις ανθοαψαν νόμοις, καὶ ἔστιν ἐν τη τετάρτη τῶν λε- 30 γομένων δώδεκα δελτων, ας ἀνέθεσαν ἐν αγορῶ. ὁτιδ' οὐχ οἱ ἄνδρες δέκα, οἱ τριακοσίοις ἔτεσιν υστεροναποδειχθέντες ἐπὶ την αναγραφην τῶν νόμων πρῶτοι

205쪽

τοὐτον εἰσηγήσαντο τον νόμον Pωμαίοις, ἀλλ' ἐκ πολ- λου κείμενον παραλαβόντες Ουκ ἐτόλμησαν ἀνελεῖν, ἐκ πολλῶν μεν καὶ αλλων καταλαμβάνομαι, μάλιστα δ' ἐκ των Νομὰ Πομπιλίου του μετὰ Ρωμύλον ἄρξαντος νόμων, οἷς καὶ ουτος γέγραπται ' ἐὰν πατηρ livta συγχωρησύ γυναῖκα ἀγαγέσθαι κοινωνὸν ἐσομενην ἱερῶν τε και χρημάτων κατὰ τοὐς νόμους, μηκέτι την ἐξουσίαν εἶναι τῶ πατρὶ πωλεῖν τον υἱόν ' δπερουκ αν ἔγραψεν εἰ μη κατὰ τοὐς προτέρους νόμους ἄπαντας εξην τῶ πατρὶ πωλεῖν τοὐς υἱούς. ἀλλ' υπερ 10 μὲν τούτων ἄλις, βούλομαι δὲ καὶ τον ἄλλον ἐπὶ κεφαλαίων διελθεῖν κόσμον, ω τοὐς τῶν ἰδιωτῶν δ' -

μύλος ἐκόσμησε βίους. XXVIII. υρῶν γὰρ ὁτι το σωφρόνως ζην ἄπαν

τας καὶ τὰ δίκαια προ τῶν κερδαλέων αἱρεῖσθαι καρ- 15τερίαν τε την προς τοὐς πόνους ἀσκειν καὶ μηδὲν υπολαμβάνειν χρῆμα τιμιώτερον αρετῆς ου λόγων διδαχῆ παραγίνεσθαι τοῖς πολιτικοῖς πλήθεσι πέφυκεν, ἐν οις το πλεῖόν ἐστι δυσάγωγον, ἀλλ' ἔργων ἐθισμοῖς τῶν προς έκάστην ἀρετὴν ἀγόντων, υπ' 20s ανάγκης τε μῆλλον η κατὰ γνώμην ἐπ' αυτὰ τοὐς πολ-λ0ὐς παραγινομένους, εἰ μηδὲν εἴη τὸ κωλῶσον

επὶ την φύσιν ολισθαίνοντας εἰδὼς, επιδιφρίους μὲν καὶ βαναύσους και προσαγωγοὐς ἐπιθυμιῶν αἰσχρῶν τέχνας, ως ἀφανιζούσας καὶ λυμαινομένας τά τε σώ- 2bματα και τὰς ψυχὰς τῶν μεταχειριζομενων, δούλοις και ξενοις ἀπεδωκε μεθοδεύειν' καὶ διέμεινεν εως πολλου πάνυ χρόνου δι' αἰσχύνης ἔντα Pωμαίοις τὰ τοιαῶτα ἔργα καὶ υπ' ουδενὸς τῶν αὐθιγενῶν ἐπιτη-I δευόμενα. δύο δὲ μόνα τοῖς ἐλευθεροις επιτηδεύματα 30 κατέλιπε τά τε κατὰ γεωργίαν καὶ τὰ κατὰ πολε-μ0υς, ορῶν ὁτι γαστρός τε ἄνθρωποι γίνονται διὰ

206쪽

τούτους τους βίους εγκρατεῖς ἀφροδισίοις τε ηττον ἀλίσκονται παρανόμοις πλεονεξίαν τε Ου την βλάπτουσαν ἀλληλους διώκουσιν, αλλὰ την ἀπό των πολεμίων περιποιουμενην τὰς ἀφελείας. ατελη δὲ του-d των ἐκάτερον ηγούμενος εἰναι των βίων χωριζομενον θατερου και φιλαίτιον οὐχ ἐτέροις μεν τισιν ἀπέδωκεν ἐργάζεσθαι την γην, ετεροις δὲ τα πολεμίων φέρειν τε και ἄγειν ως ὁ παρὰ Λακεδαιμονίοις εἶχε νόμος, ἀλλὰ τους αυτοὐς τόν τε πολεμικὸν καὶ τον

10 γεωργικὸν ἔταξε βίον ζην' εἰ μεν εἰρηνην ἄγοιεν ἐπι lτοῖς κατ ἀγρὸν ἔργοις ἐθίζων ἄπαντας μένειν, πληρεἴ ποτε δεηθεῖεν ἀγορῆς, τότε δ' εις ἄστυ συνιόντας ἀγοράζειν, ἐνάτην ὁρίζων ημεραν ταῖς ἀγοραῖς οτε δὲ πόλεμος καταλάβοι στρατεύεσθαι διδάσκων και μη r1b παραχωρεῖνετεροις μητε των πόνων μητε των ωφελειῶν. διηρει γὰρ αὐτοῖς ἐξ ἴσου γην τε ὁσην ἀτἀφέλοιτο πολεμίους καὶ ἀνδράποδα καὶ χρηματα, κοιπαρεσκεύαζεν ἀγαπητῶς δέχεσθαι τὰς στρατείας. XXVIIII. Tων δ' εἰς ἀλληλους ἀδικημάτων ov20 χρονίους ἀλλὰ ταχείας ἐποιεῖτο τὰς κρίσεις τὰ μεταυτὸς διαιτων, τὰ δ' ἄλλοις ἐπιτρέπων, και τὰς τιμωρίας αὐτῶν προς τὰ μεγέθη των αμαρτημάτων ἐποιεῖτο. ἀποτρέπειν τε ἀνθρώπους ἀπὸ παντὸς ἔργου πονηρου τὸν φόβον μάλιστα δυνάμενον ορῶν πολλα 2b εἰς τοὐτο παρεσκευάσατο χωρίον τε, ἐν ω καθεζόμενος ἐδίκαζεν, ἐν τῶ φανερωτάτω της ἀγορὰς κui στρατιωτῶν, οῖ παρηκολούθουν αὐτῶ τριακόσιοι τὸν ἀριθμὸν ὁντες, καταπληκτικωτάτην πρόσοψιν, ράβδους τε και πελέκεις υπ' ἀνδρῶν δώδεκα φερ030 μένους, οις τοὐς μεν ἄξια μαστίγων δεδρακότας εν φαγορῶ ἔξαινον, τῶν δὲ τὰ μέγιστα ηδικηκότων τοὐς τραχηλους ἀπέκοπτον ἐν τῶ φανερῶ. τοιοίτος μεν

207쪽

τις ὁ κόσμος ἐν τῆς κατασκευασθείσης υπὸ Ῥωμύλου πολιτείας ' ἀπόχρη γὰρ ἐκ τούτων καὶ περὶ τωναλλων εἰκάσαι.

XXX. AI-ἄλλαι πράξεις αῖ τε κατὰ τοὐς πολεμους υπὸ τοs ἀνδρὸς γενόμεναι καὶ αἱ κατὰ τὴν πό- 1λιν, ἄν - τις καὶ λόγον ποιήσαιτο ἐν ἱστορίας γραφῆ,

τοιαῶταί τινες παραδίδονται. πολλῶν περιοικουντων

την Ρώμην ἐθνῶν μεγάλων τε καὶ τὰ πολεμια ἀλκίμων λίαν, ων οὐδεν ἐν τοῖς Ῥωμαίοις φίλιον, οἰκειώσασθαι ταυτα βουληθεις ἐπιγαμίαις, ὁσπερ ἐδόκει io τοῖς παλαιοῖς τρόπος εἶναι βεβαιότατος των συναπτόντων φιλίας, ἐνθυμούμενος- ῆτι βουλόμεναιμεν αἱ πόλεις Ουκ αν συνελθοιεν αυτοῖς ἄρτι τε συνοι -

κιγμενοις καὶ οἴτε χρήμασι δυνατοῖς Ουτε λαμπρὸν ἔργον ἐπιδεδειγμένοις οὐδὲν, βιασθεῖσαι δε εἴξουσιν Id εἰ μηδεμία γενοιτο περὶ την ανάγκην υβρις, γνώμηνεσχεν, Π καὶ Νεμετωρ ὁ πάππος αυτos προσέθετο, δι' αρπαγῆς παρθενων ἀθρόας γενομενης ποιήσασθαι τὰς ἐπιγαμίας. γνοὐς δὲ ταῶτα θεω μὲν εὐχὰς τιθε- ται πρῶτον απορρήτων βουλευμάτων ἡγεμόνι, ἐὰν 20 η πεῖρα αυτῶ κατὰ νουν χωρήσst θυσίας καὶ ἐορτὰς αξειν καθ' εκαστον ἐνιαυτόν' ἔπειτα τῶ συνεδρίφτης γερουσίας ανενέγκας τον λόγον, ἐπειδὴ κἀκείνοις το βούλευμα ξρεσκεν, εορτὴν προεῖπε καὶ πανήγυριναξειν Ποσειδῶνι καὶ περιήγγελλεν εἰς τὰς εγγιστα ab πόλεις καλῶν τοὐς βουλομενους αγορῆς τε μεταλαμβάνειν και αγώνων ' καὶ γὰρ αγῶνας ἄξειν ἔμελλενῖππων τε και ἀνδρῶν παντοδαπούς. συνελθόντων δεπολλῶν ξενων εἰς την εορτὴν γυναιξιν ἄμα και τέκνοις, επειδὴ τάς τε θυσίας επετελεσε τῶ Ποσειδῶνι καὶ 30 ἡς αγῶνας, τῆ τελευταία τῶν ημερῶν, ἡ διαλύσειν μελλε την πανήγυριν, παράγγελμα δίδωσι τοῖς νέοις,

208쪽

ἡνίκ αν αυτὸς αῖρη τὸ σημεῖον ἀρπάζειν τας παρούσας ἐπὶ την θέαν παρθένους , αἷς αν ἐπιτύχωσιν Εκα- στοι, και φυλάττειν ἀγνὰς ἐκείνην την νύκτα, τῆ δ'εξῆς ημέρα προς εαυτὸν ἄγειν. οἱ μεν δη νέοι δια-d στάντες κατὰ συστροφὰς, ἐπειδὴ τὸ σύνθημα ἀρθὲν

εἶδον τρέπονται προς την των παρθένων αρπαγὴν,

ταραχὴ δὲ των ξένων εὐθὐς ἐγένετο και φυγὴ μεῖζόν

τι κακὸν ἡφορωμένων. τῆ δ' ἐξης ημέρα προαχθει- ael

σων των παρθένων, παραμυθησάμενος αυτῶν τὴν

10 ἀθυμίαν ὁ Ῥωμύλος, ως ουκ ἐφ' sβρει τῆς αρπαγῆς ἀλλ' ἐπὶ γάμω γενομένης, Ἐλληνικόν τε καὶ ἀρχαιον

ἀποφαίνων τὸ ἔθος καὶ τρόπων συμπάντων καθ' ους συνάπτονται γάμοι ταις γυναιξιν ἐπιφανέστατον, ἡξίου στέργειν τοὐς δοθέντας αυταῖς ἄνδρας υπὸ τῆς τύχης ' 15 καὶ μετὰ τοὐτο διαριθμήσας τὰς κόρας ἐξακοσίας τε καὶ ὀγδοήκοντα καὶ τρεῖς ευρεθείσας κατέλεξεν αὐθις εκ των ἀγαμων ἄνδρας ἰσαρίθμους, οἷς αὐτὰς συνήρ - μοττε κατὰ τοῖς πατρίους ἔκαστης ἐλσμοὐς, ἐπικοινωνία πυρὸς καὶ ὁδατος ἐγγυῶν τους γάμους , ώς 20 και μέχρι των καθ' ημῆς ἐπιτελοsνται χρόνων. XXXI. Tαῶτα δὲ γενέσθαι τινες μὲν γράφουσι κατὰ τον πρῶτον ενιαυτὸν τῆς ' μύλου αρχῆς, Γναῖος δὲ Γέλλιος κατὰ τον τέταρτον ' ο και μὰλλον εἰκός. νέον γὰρ οἰκιζομένης πόλεως ηγεμόνα πρὶν ἡ κατα- 25 στησασθαι τὴν πολιτείαν ἔργω τηλικούτω ἐπιχειρεῖν οὐκ ἔχει λόγον. τῆς δὲ αρπαγῆς τὴν αιτίαν οι μὲν εἰς σπάνιν γυναικῶν ἀναφέρουσιν, οἱ δ' εις ἀφορμὴν πολέμου, οἱ δὲ τα πιθανώτατα γράφοντες, οἱς κἀγω δρ συγκατεθέμην, εἰς τὸ συνάψαι φιλότητα προς τὰς πλη- 30 σιοχώρους πόλεις ἀναγκαίαν. τὴν δὲ τότε υπὸ Ῥωμύλου καλερωθεῖσαν ἐορτὴν ἔτι και εἰς ἐμὲ ἄγοντες ' - μαῖοι διετέλουν Κωνσουαλια καλοῶντες, εν ῆ βωμος

209쪽

τε υπόγειος ἱδρυμενος παρὰ τῶ μεγίστω των ἱπποδρόμων περισκαφείσης της γης θυσίαις τε και υπερπύροις ἀπαρχαῖς γεραίρεται, καὶ δρόμος ῖππων ζευκτῶν τε καὶ ἀζεύκτων ἐπιτελεῖται. καλεῖται δε ὁ θεος, ω ταὐτ ἐπιτελοsσι, Κῶνσος ὐπὸ Ῥωμαίων, δν dἐξερμηνεύοντες εἰς την ημετέραν γλῶτταν Ποσειδῶνα σεισίχθονά φασιν εἶναί τινες καὶ διὰ τοsτο υπογείω τετιμησθαι βωμῶ λέγουσιν, ὁτι την γην ὁ θεὸς ουτος ἔχει. ἐγὼ δε καὶ ἔτερον οιδα λόγον ἀκούων, ώς της ὁ μεν εορτης τῶ Ποσειδῶνι αγομενης και του δρόμου 10των Ἀπων τουτω τῶ θεω γινομενου, του δε καταγείου βωμοs δαίμονι ἀρρητω τινὶ βουλευμάτων κρυφίων ηγεμόνι και φύλακι κατασκευασθέντος ἴστερον '

Ποσειδῶνι γὰρ ἀφανη βωμὸν οὐδαμόθι γης οὐθ' ὐφ'

Ελληνων οἴθ' υπὸ βαρβάρων καθιδρῶσθαι ' το δ' Id αληθες ὀπως εχει χαλεπὸν εἰπεῖν. XXXII. Mς δε διεβοηθη τα περὶ την αρπαγην τῶν παρθένων καὶ τὰ περὶ τοὐς γάμους εἰς τὰς πλησιοχώρους πόλεις, αἱ μὲν αυτὸ το πραχθεν προς οργην

ἐλάμβανον, αἱ ἀφ ης ἐπράχθη διαθέσεως και εἰς κο τέλος ἐχώρησεν ἀναλογιζόμεναι μετρίως αυτὸ ἔφερον. κατέσκηψε δ' οὐν ἀνὰ χρόνον εις πολέμους τους μεν ἄλλους εὐπετεῖς, ἔνα-τον προς Σαβίνους μέγαν καὶ χαλεπόν ' οἷς ἄπασι τέλος ἐπηκολουθησεν ευτυχες, ῶσπερ αὐτῶ τὰ μαντεύματα προεθέσπισε πριν ra ἐπιχειρησαι τῶ ἔργω πόνους μὲν καὶ κινδύνους Α μεγάλους προσημαίνοντα, τὰς δὲ τελευτὰς αυτῶν ἔσεσθαι καλάς. ησαν αἱ πρῶται πόλεις ἄρξασαι τοὐ προς αυτὸν πολέμου Καινίνη καὶ ' ντεμνα καὶ Κρουστομέρεια, πρόφασιν μὲν ποιουμεναι την ἀρπα- 30γην τῶν παρθένων καὶ τό μη λαβεῖν υπερ αυτῶν δίκας, ως δε τἀληθες εἶχεν ἀχθόμεναι τη κτίσει τε

210쪽

και Ουκ ἀξιουσαι περιιδεῖν κοινὸν ἐπὶ τοῖς περιοίκοις ἄπασι κακον φυόμενον. τέως μὲν ουν προς το Σαβίνων ἔθνος ἀποστέλλουσαι πρέσβεις ἐκείνους ἡξίουν

si την ηγεμονίαν τοs πολεμου παραλαβεῖν ἰσχύν τε μεγίστην ἔχοντας καὶ χρημασι πλείοσι δυναμένους ἄρχειν τε ἀξιουντας τῶν πλησιοχώρων καὶ ουκ ἐλάχιστα των αλλων περιυβρισμένους ' των γὰρ ηρπασμένων αἱ πλείους ησαν ἐκείνων. 10 XXXIII. Ἐπεὶ δ' ουδεν ἐπέραινον ἀντικαθισταμένων αυταῖς των παρὰ του Pωμύλου πρεσβειῶν και νθεραπευουσῶν λόγοις τε και ἔργοις το ἔθνος, ἀχθόμεναι τύ τριβ si του χρόνου μελλόντων ἀει των Σαβίνων καὶ αναβαλλομενων εις χρόνους μακρους την περὶ του Id πολεμου βουλην αυταὶ καθ' ἐαυτὰς ἔγνωσαν τοῖς ' μαίοις πολεμεῖν, ἀποχρην οἰόμεναι την οἰκειαν δύναμιν, εἰ καθ' is αι τρεῖς γένοιντο, μίαν αἱρήσειν πόλιν ου μεγάλην. ἐβουλεύσαντο μὲν ταυτα, συνελ- θείω δ' ουκ ἔφθησαν εἰς is ἄπασαι στρατόπεδον 20 προεξαναστάντων προχειρότερον των ἐκ της Καινίνης, οῖπερ καὶ μάλιστα ἐδόκουν τον πόλεμον ἐνάγειν. ἐξεστρατευμένων δε τούτων και δyούντων την ὁμορον

ἐξαγαγὼν την δύναμιν ὁ ' μύλος, ἀφυλάκτοις ουσιν

ἔτι τοῖς πολεμίοις ἀπροσδοκήτως επιτίθεται και του 2b τε χάρακος αυτῶν ἀρτίως ιδρυμένου γίνεται κύριος τοῖς τε φεύγουσιν εἰς την πόλιν εκ ποδὸς επόμενος ουδέπω των ἔνδον πεπυσμένων την περὶ τους σφετέρους συμφο0ὰν τεῖχος τε αφύλακτον ευοῶν καιπύλας ἀκλείστους αἱρεί την πόλιν ἐξ ἐφοδου και δ

30 τον βασιλέα των Καινινιτῶν υπαντ ζσαντα συν καθ

τερῆ χειρι μαχόμενος αυτοχειρία κτείνει και τὰ ὁπλα

ἀφαιρεῖται. .

SEARCH

MENU NAVIGATION