Dionysi Halicarnasensis Antiquitatum Romanarum quae supersunt

발행: 1860년

분량: 376페이지

출처: archive.org

분류: 미분류

221쪽

τῶν κατὰ μέσην ἀγωνιζομένων την φάλαγγα και τους ἀντιτεταγμένους ενίκα, βουληθεὶς δὲ και τὰ κερατα τῶν Σαβίνων μοχθοῶντα ἡδη καὶ ἐξωθουμενα εἰς τὰ ἰσον καταστῆσαι, παρακελευσάμενος τοῖς ἀμφ' αυτὸν ἐδίωκε τους φευγοντας τῶν πολεμίων ἐσκεδασμέ- βνους και μεχρι τῶν πυλῶν αυτοὐς ήλασεν, ἄστε ἡναγκάσθη καταλιπὼν ημιτελῆ την νίκην ὁ - μέλος ἐπιστρέψαι τε καὶ ἐπὶ τὰ νικῶντα τῶν πολεμίων ἄσασθαι μερη. τὸ μεν δη κάμνον τῶν Σαβίνων μέρος ἐν τῶ ἴσω πάλιν ὴν ἀπελθούσης τῆς μετὰ - 10 μύλου δυνάμεως, ὁ-κινδυνος ἄπας περὶ τον Κούρτιον καὶ τοὐς συν ἐκείνω νικῶντας ἐγεγόνει. χρόνον, μὲν οὐν τινα οἱ Σαβῖνοι δεξάμενοι τοὐς Ῥωμαίους λαμπρῶς ήγωνίσαντο, ἔπειτα πολλῶν ἐπ αυτοὐς συνιόντων ἐνέκλινάν τε και διέσωζον εαυτοὐς ἐπι τον 15 χάρακα, πολλὴν τοs Κουρτίου παρέχοντος αὐτοῖς εἰς τὸ μὴ διώκεσθαι τεταραγμένοις ἀλλα βάδην ἀποχωρεῖν ασφάλειαν. αυτὸς γὰρ εἱστήκει μαχόμενος και τὸν Ῥωμύλον ἐπιόντα ἐδέχετο, γίνεταί τε τῶν ηγεμόνων αυτῶν συμπεσόντων ἀλλήλοις μέγας και καλὸς m. αγών. ἔξαιμος δὲ ἀν ήδη καὶ καταβελὴς ὁ Κούρτιος

ὐπήει κατ ολίγον, καὶ αυτὸν ἐκ τῶν κατόπιν υπεδέχετο λίμνη βαθεῖα, ἐν περιελθεῖν μεν χαλεπὸν ἐν

περικεχυμένων πανταχόθεν τῶν πολεμίων, διελθεῖν

υπό τε ἰλύος πλήθους, ἐν τὰ πέριξ τέλματα εἶχε, 2b καὶ βάθους ὁδατος τοs κατὰ μέσην αυτὴν συνεστῶτος ἄπορον. ταύτη πλησιάσας ἔρριψεν εαυτὸν εἰς τὸ νῆμα σὐν τοῖς ὁπλοις, καὶ ὁ ' μύλος ως αὐτίκα δὴ τοs ἀνδρὸς ἐν τῆ λίμνη διαφθαρησομένου καὶ ἄμααδύνατον ἐν κατὰ τέλματός τε αυτὸν και δι Γδατος M 6 πολλοὐ διώκειν) ἐπὶ τοὐς ἄλλους Σαβίνους τρέπεται ὁ δε Κούρτιος πολλὰ μοχθήσας σὐν χρόνω σώζεταί τε

222쪽

ἐκ τῆς λίμνης τα οπλα ἔχων και εἰς τον χάρακα απάγεται. ουτος ὁ τόπος ἀνακέχωσται μεν ήδη, καλεῖται δ' ἐξ ἐκείνου του πάθους Κούρτιος λάκκος ἐν μέσωμάλιστα ῶν τῆς Ρωμαίων αγορῆς. 5 XXXXIII. Ῥωμύλος τοὐς ἄλλους διώκων εγγυς γενόμενος του Καπιτωλίου καὶ πολλὰς ἐλπίδας ἔχων αἱρήσειν το φρούριον ἄλλοις τε πολλοῖς τραυ- μασι καταπονηθεὶς και δη καὶ λίθου πληγῆ ἐξαισίω κατὰ κροτάφου ἐνεχθέντος ἐκ των ἄνωθεν κακωθεὶς I0 αἰρεταί τε προς των παρόντων ημιθανὴς καὶ εἰς τὰ πτεῖχος ἀποφέρεται. τοῖς δε ' μαίοις δέος ἐμπίπτει τον ηγεμόνα οὐκέτι ὁρῶσι, καὶ τρέπεται τὸ δεξιδωκέρας εἰς φυγήν ' οι δ' ἐν τω εὐωνυμω ταχθέντες ἄματω Λοκόμωνι τέως μὲν ἀντεῖχον υπὸ τοs ἡγεμόνος Id ἀναθαρρυνόμενοι, λαμπροτάτου τα πολέμια ἀνδρὰς και πλεῖστα ἔργα κατὰ τοsτον τον πόλεμον ἀποδειξαμένου ' ἐπεὶ δὲ κἀκεῖνος ἐλαθεὶς διὰ των πλευρῶν σαυνίω τῆς δυνάμεως υπολειπούσης ἔπεσεν οὐδ' αυτοὶ διέμειναν, φυγὴ δὲ μετὰ τοsτο πάντων αυτῶν 32 20 ἐγίνετο, και οἱ Σαβῖνοι τεθαρρηκότες ἐδίωκον ἄχρι τῆς πόλεως. ἡδη δὲ πλησιάζοντες ταῖς πύλαις ἀπηλαύνοντο τῆς νεότητος ἐπεξελθούσης αὐτοις ακραιφνοῶς,

ἡ τὰ τείχη φυλάττειν ὁ βασιλεὐς ἐπέτρεψε, καὶ τοs Ῥωμύλου, ραον γὰρ ξδη ειχεν ἐκ τos τραύματος, ἐκ- 2b βοηθήσαντος ως εἶχε τάχους, ἐγίνετό τε ἀγχίστροφος ἡ τοs ἀγῶνος τύχη καὶ πολλὴν ἔχουσα την ἐπὶ θάτερα μεταβολήν. οἱ μέν γε φεύγοντες ώς τον ηγεμόνα ἐκ

τοί ἀπροσδοκήτου φανέντα ειδον ἀναλαβόντες εαυ- τοὐς ἐκ τοs προτέρου δέους εἰς τάξιν καθίσταντο

30 καὶ οὐκέτι ἀνεβάλλοντο μη ουχ ὁμόσε τοῖς ἐχθροῖς χωρεῖν' οἱ δὲ τέως κατείργοντες αὐτοὐς καὶ μηδεμίαν οἰόμενοι μηχανὴν εἶναι τὸ μὴ ου κατὰ κράτος αυτὴν ar

223쪽

την πόλιν ἀλῶναι, ἐπειδὴ το αἰφνίδιόν τε και παράδοξον ἐθεάσαντο τῆς μεταβολῆς, περὶ σωτηρίας αυτοὶ της εαυτῶν ἐσκόπουν. ῆν αὐτοῖς Ουκ εὐπετὴς ἡ προς τον χάρακα ἀναχώρησις ἀπὸ υψηλου τε χωρίου και διὰ κοίλης οδos διωκομένοις, καὶ ο πολυς αυτῶν οφόνος ἐν ταυτη γίνεται τῆ τροπῆ. ἐκείνην μεν ουντην ημεραν ουτως ἀγχωμάλως ἀγωνισάμενοι καὶ εἰς τυχας παραλόγους ἀμφότεροι καταστάντες ἡλίου περὶ καταφορὰν ἔντος ἡδη διεκρίθησαν.

XXXXIIII. Tula δ' εξῆς ἡμέραις οῖ τε Σαβῖνοι 10

ἐν βουλῆ ἐγίνοντο πότερον ἀποίσουσιν ἐπ' οἴκου τὰς δυνάμεις, ὁσα δύνανται τῆς χώρας των πολεμίων κακώσαντες, ἡ προσμεταπέμψονται στρατιὰν ἐτέραν

32s οἴκοθεν καὶ προσμενοίσι λιπαροsντες ἔως το κάλλιστον ἐπιθήσωσι τω πολεμω κράτος. πονηρὸν δε 15

αὐτοῖς και το ἀπιέναι μετ' αἰσχύνης τῆς απράκτου ἀναχωρήσεως εφαίνετο εἶναι καὶ τὸ μένειν ουδενός σφισι χωρουντος κατ' ἐλπίδα. συμβάσεως δὲ πέρι θιαλέγεσθαι προς τους ἐχθροὐς, ῆνπερ ἐδόκουν εἶναι μόνην ευπρεπῆ τοs πολέμου απαλλαγὴν, οὐχ ἐαυτοῖς 20 μἀλλον η μαίοις ἀρμόττειν ἡπελάμβανον ' μαχιδε οὐδεν ἡττον αλλὰ καὶ μἀλλον τῶν Σαβίνων εἰς πολλὴν απορίαν ἐνέπιπτον ο τι χρήσαιντο τοῖς πράγμασιν. οὐτε γὰρ ἀποδιδόναι τὰς γυναῖκας ἡξίουν Οἴτε κατέχειν' τῶ μὲν ἡτταν ὁμολογουμένην ἀκολου- 25θεῖν οἰόμενοι καὶ ἀναγκαῖόν σφισιν ἐσόμενον πῆνο τι ἀν ἄλλο ἐπιταχθῶσιν ἡπομένειν, τῶ δὲ πολλὰ και δεινὰ ἐπιδεῖν χώρας τε πορθουμένης καὶ νεότητος τῆς κρατίστης ἀπολλυμένης ' περὶ φιλίας τε εἰ δια λέγοιντο προς τοὐς Σαβίνους, ουδενὸς υπελάμβανον 30 τεύξεσθαι τῶν μετρίων διὰ πολλὰ μεν καὶ ἄλλα, μάλιστα δ' ὁτι ταῖς αὐθαδείαις οὐ μετριότης γίνεται

224쪽

προς το αντίπαλον ἐπὶ θεραπείας τραπόμενον ἀλλα δν βαρύτης. XXXXV. 'μ ω δὲ ἀμφότεροι ταῶτα διαλογιζόμενοι καὶ οἴτε μάχης ἄρχειν τολμῶντες Ουτε περὶ d φιλίας διαλεγόμενοι παρεῖλκον τον χρόνον, αἱ Ῥωμαίων γυναῖκες ὁσαι του Σαβίνων ἐτύγχανον ουσαι γενους, δι' ας ο πόλεμος συνειστήκει, συνελθοῶσαι δίχα των ἀνδρῶν εἰς εν χωρίον καὶ λόγον ἐαυταῖς δοsσαι γνώμην ἐποιησαντο συμβατηρίων ἄρξαι προς 10 ἀμφοτέρους αὐται λόγων. η δε τοὐτο εἰςηγησαμένητο βούλευμα ταῖς γυναιξὶν Ερσιλία μὲν εκαλεῖτο, γένους δ' οὐκ αφανοὐς ην εν Σαβίνοις. ταύτην οἱ

μέν φασι γεγαμημένην ἡδη σὐν ταῖς ἄλλαις ἀρπασθῆναι κόραις ως παρθένον, οι δε τὰ πιθανώτατα γρά- Ib φοντες ἐκοsσαν υπομεῖναι λέγουσι μετὰ θυγατρός ἀρπασθῆναι γὰρ δη κἀκείνης θυγατερα μονογενη. 33lώς δὲ ταύτην εσχον την γνώμην αἱ γυναῖκες ηκον ἐπὶ το συνέδριον καὶ τυχοῶσαι λόγου μακρὰς ἐξέτειναν δεήσεις, επιτροπην ἀξιοsσαι λαβεῖν τῆς προς τοὐς 20 συγγενεῖς ἐξοδου, πολλὰς καὶ ἀγαθὰς ἐλπίδας ἔχειν λέγουσαι περὶ τοs συνάξειν εἰς is τὰ ἔθνη καὶ ποιήσειν φιλίαν. ως ταὐτ ἡκουσαν οἱ συνεδρεύοντες

τω βασιλεῖ σφόδρα τε ἡγάσθησαν καὶ πόρον ώς ἐν

ἀμηχάνοις πράγμασι τοὐτον υπέλαβον εἶναι μόνον. 25 γίνεται δη μετὰ τοὐτο δόγμα τοιόνδε βουλῆς ' ὁσαιτοs Σαβίνων γένους ήσαν ἔχουσαι τέκνα, τμέταις ἐξουσιαν εἶναι καταλιπούσαις τὰ τέκνα παρὰ τοῖς ἀνδράσι πρεσβεύειν ώς τοὐς ομοεθνεῖς, ὁσαι δε πλειόνων παίδων μητέρες ησαν ἐπάγεσθαι μοῖραν ἐξ αυ- 30 των οσηνδήτινα και πράττειν ὁπως εἰς φιλίαν συνάξουσι τὰ ἔθνη. μετὰ τοsτο ἐξίεσαν ἐσθῆτας ἔχουσαι πενθίμους, τινὲς δε αυτῶν καὶ τέκνα νήπια ἐπαγό-

225쪽

μεναι. ώς δ' εἰς τον χάρακα των Σαβίνων προῆλθον ὀδυρόμεναί τε καὶ προσπίπτουσαι τοῖς απάντων -- νασι πολυν οἶκτον ἐκ των ὁρώντων ἐκίνησαν, καὶ τὰ δάκρυα κατέχειν ουδεις ἱκανος ην. συναχθέντος δὲ αὐταῖς τοs συνεδρίου των προβουλων καὶ κελεύσαν- 5τος του βασιλέως υπερ ων ηκουσι λέγειν η του βου- λευματος ἄρξασα καὶ την ηγεμονίαν ἔχουσα της πρεσβείας Ἐρσιλία μακρὰν καὶ συμπαθῆ διεξῆλθε δέησιν, ἀξιοsσα χαρίσασθαι την εἰρηνην ταῖς δεομέναις υπερ των ἀνδρῶν, δι' ας ἐξενηνέχθαι τον πόλεμον 10 ἀπέφαινεν' ἐφ' οἷς δὲ γενησονται δικαίοις αἱ διαλέσεις , τους ηγεμόνας αυτους συνελθόντας ἐφ' εαυτῶν διομολογήσασθαι προς τὸ κοινη συμφέρον ὁρῶντας. XXVI. Tοιαυτα εἰπούσαι προυπεσον ἄπασαιτων του βασιλέως γονάτων ἄμα τοῖς τέκνοις και διέ- id μενον ἐρριμμέναι, ἔως ἀνέστησαν αυτὰς ἐκ της γης οι παρόντες ἄπαντα ποιησειν τὰ μέτρια καὶ δυνατὰ

υπισχνουμενοι. μεταστησάμενοι αυτὰς ἐκ του συνεδρίου καὶ βουλευσάμενοι καθ' ἐαυτους ἔκριναν ποιεῖσθαι τὰς διαλλαγάς. καὶ γίνονται τοῖς ἔθνεσιν κἐκεχειρίαι μὲν πρῶτον ' ἔπειτα συνελθόντων των βαδ σιλέων συνθῆκαι περὶ φιλίας. ην δε τὰ συνομολογηθέντα τοῖς ἀνδράσι, περὶ ων τους ὁρκους ἐποιη- σαντο, τοιάδε ' βασιλέας μὲν εἶναι Pωμαίων Ρωμυλον καὶ Ἀτιον ἰσοψήφους ἔντας καὶ τιμὰς καρπουμένους ra τὰς ἴσας, καλεῖσθαι δε την μεν πόλιν ἐπὶ του κτίσαντος τὸ αυτὸ φυλάττουσαν ἄνομα Pώμην, και ἔνα ἔκαστον των ἐν αυτη πολιτῶν μαῖον, ώς πρότερον, τους δε σύμπαντας επὶ της Tατίου πατρίδος κοινs περι λαμβανομένους κλήσει Κυρίτας ' πολιτευειν τους mβουλομένους Σαβίνων ἐν μη ἱερά τε συνενεγκαμένους και εἰς φυλὰς και φράτρας ἐπιδιαιρεθέντας.

226쪽

170 B

ταυτα ὀμοσαντες καὶ βωμους ἐπὶ τοῖς ορκοις ιδρυσάμενοι κατὰ μεσην μάλιστα την καλουμένην ἱερὰν οδὸν συνεκεράσθησαν ἀλληλοις. καὶ οἱ μὲν ἄλλοι τὰς δυνάμεις ἀναλαβόντες ηγεμόνες ἀπηγον ἐπ' οἴκου, Λ-6 τιος δε ὁ βασιλεῶς καὶ συν αυτῶ τρεῖς ἄνδρες οἴκων των διαφανεστάτων ὁπέμειναν ἐν μη καὶ τιμὰς ἔσχον, ὼς το απ' αυτῶν ἐκαρπουτο γένος, Ουόλοσσος Ουαλέριος και Tάλλος Τυραννος ἐπίκλησιν καὶ τελευταῖος Μέττιος Κούρτιος, ὁ την λίμνην συν τοῖς ὁπλοις ae 10 διανηξάμενος, οἷς παρέμειναν εταῖροί τε καὶ συγγενεῖς καὶ πελάται, των ἐπιχωρίων ἀριθμὸν οὐκ

ἐλάττους.

XXXXVII. καταστάντων δὲ των πραγμάτων ἔδοξε τοῖς βασιλευσιν, ἐπειδη πολλην ἐπίδοσιν εἰς Io ὀχλου πλῆθος η πόλις εἰληφει, διπλάσιον του προτέρου ποιησαι τον των πατρικίων ἀριθμὸν προσκαταλέξαντας συν τοῖς ἐπιφανεστάτοις οἴκοις ἐκ τωνυστερον ἐποικησάντων ἴσους τοῖς προτέροις νεωτέρους, ους ἐκάλεσαν πατρικίους ' ἐξ ων εκατὸν ἄν- 20 δρας, ους αἱ φρῆτραι προεχειρίσαντο, τοῖς ἀρχαίοις βουλευταῖς προσεγραψαν. περὶ μὲν ουν τούτων ολίγου δεῖν πάντες οἱ συγγράψαντες τὰς Ῥωμαῖκὰς ἱστορίας συμπεφωνη-σιν, ολίγοι δέ τινες περὶ του πλη- θους των προσκαταγραφέντων βουλευτῶν διαφέρον-25 ται. ου γὰρ εκατὸν αλλὰ πεντηκοντα τοὐς ἐπεισελθόντας εἰς την βουλην ἀποφαίνουσι γενεσθαι. περὶ δὲ τῶν τιμῶν, ἔς ταῖς γυναιξὶν οἱ βασιλεῖς ἀπέδοσαν, ὁτι συνηγαγον αυτοὐς εἰς φιλίαν, ουχ ἄπαντες ' - Nμαίων συγγραφεῖς συμφέρονται. τινες μὲν γὰρ αυτῶν

30 γράφουσι τά τε ἄλλα πολλὰ καὶ μεγάλα δωρησασθαι ταῖς γυναιξὶ τοὐς ηγεμόνας καὶ δη καὶ τὰς φράτρας

τριάκοντα ουσας, ωσπερ εφην, ἐπωνυμους τῶν γυ-

227쪽

ναικῶν ποιῆσαι ' τοσαύτας γὰρ εἶναι γυναῖκας τὰς ἐπιπρεσβευσαμένας. Ουάρρων δε Τερέντιος τοὐτ' αὐτοῖς τὸ μέρος ουχ ομολογει παλαίτερόν τε λέγων ἐπὶ ταῖς κουρίαις τεθῆναι τα ονόματα υπὸ του - μύλου κατὰ την πρώτην τοs πληθους διαίρεσιν τα θμεν απ' ἀνδρῶν ληφθέντα ηγεμόνων, τὰ δ' απὸ τόπων ' τάς τ' ἐπὶ την πρεσβείαν ἐξελθούσας γυναῖκας ου τριάκοντα ειναί φησιν, ἀλλα πεντακοσιας τε καιτριάκοντα τριῶν δεούσας οἴεταί τε οὐδ' εἰκὸς εἶναι τοσούτων γυναικῶν τιμην ἀφελομένους τους βασιλεῖς 10 ὀλίγαις ἐξ αυτῶν δosναι μόναις. ἀλλ' ὐπὲρ μεν του,6 των οἴτε μηδένα ποιησασθαι λόγον Οἴτε πλείω γράφειν τῶν ἱκανῶν ἐφαίνετό μοι.

XXXXVIII. Περὶ δε της Κυριτῶν πόλεως, ἐξ ης οἱ περὶ τον Ἀτιον ησαν απαιτεῖ γὰρ η διηγησις καὶ Ibπερὶ τούτων, οῖτινές τε καὶ ὁπόθεν ησαν, εἰπειν τοσαsτα παρελάβομεν. εν τη Ῥεατίνων χωρα καθ' ον χρόνον ' οριγῖνες αυτην κατειχον παρθένος τις . ἐπιχωρία τοs πρώτου γένους εις ἱερὸν ηλθεν Ἐνυαλίου χορεύσουσα ' τον δ' 'Eνυάλιον οἱ Σαβῖνοι και 20 παρ' ἐκείνων Pωμαῖοι μαθόντες Κυρῖνον ὀνομάζου - σιν, ουκ ἔχοντες εἰπεῖν το ακριβες εἴτε υρης ἐστὶν εἴτε ἔτερός τις ὁμοιας υρει τιμὰς ἔχων. οἱ μὲν γὰρ ἐφ' ενὸς οῖονται θεου πολεμικῶν αγώνων ηγεμόνος ἐκάτερον τῶν ονομάτων κατηγορεῖσθαι, οι δὲ κατα 25 δύο τάττεσθαι δαιμόνων πολεμιστῶν τὰ ονόματα. ἐν τοs θεοs τῶ τεμένει χορεύουσα η παῖς ἔνθεος ἄφνω γίνεται καὶ καταλιπομα τον χορὸν εἰς τον σηκὸν εἰςτρέχει τοs θεου. ἔπειτα ἐγκύμων ἐκ τοί δαίμονος , ἄπασιν ἐδόκει, γενομένη τίκτει παῖδα 3037 Μόδιον ὀνομα, Φαβίδιον ἐπίκλησιν, δς ἀνδρωθεὶς

μορφην τε Ου κατ' ἄνθρωπον αλλὰ δαιμόνιον ίσχει,

228쪽

καὶ τὰ πολέμια πάντων γίνεται λαμπρότατος' καὶ αυτὸν εἰσέρχεται πόθος οἰκίσαι πόλιν ἐφ' εαυτου. συναγαγὼν δη χεῖρα πολλὴν των περὶ ἐκεῖνα ταχωρία οἰκούντων ἐν ὀλίγω πάνυ χρόνω κτίζει τὰς b καλουμένας Κύρεις, ώς μεν τινες ιστοροsσιν ἐπὶ τos δαίμονος, εξ ου γενέσθαι ὁ λόγος αυτὸν εἶχε, τοὐνομα τη πόλει θέμενος, ῶς δ' ἔτεροι γράφουσιν ἐπὶ της αἰχμης ' κύρεις γὰρ οἱ Σαβῖνοι τὰς αἰχμὰς καλοῶσιν. ταὐτα μεν οὐν Tερέντιος Ουάρρων γράφει. 10 XXXXVIIII. Ζηνόδοτος δ' ὁ Tροιζήνιος συγγρα- φεὐς υμβρικοὐς ἔθνος αυθιγενὲς ιστορεῖ το μεν

πρῶτον οἰκῆσαι περὶ την καλουμένην Ῥεατίνην ' εκεῖθεν δε υπὸ Πελασγῶν ἐξελαθέντας εἰς ταυτην ἀφικέσθαι την γην ἔνθα νυν οἰκοόσι και μεταβαλόντας 15 ἄμα τῶ τόπω τούνομα Σαβίνους ἐξ υμβρικῶν προσα- Nγορευθηναι. Κάτων Πόρκιος το μεν ὀνομα τῶ Σαβίνων ἔθνει τεθῆναί φησιν ἐπὶ Σάβου τοὐ Σάγκου δαίμονος επιχωρίου, τοὐτον-τον Σάγκον ἡπό τινων πίστιον καλεῖσθαι Βία. πρώτην δ' αυτῶν οἴκησιν 20 ἀποφαίνει γενέσθαι κώμην τινὰ καλουμένην Τεστροs- 3ἔναν ἀγχοs πόλεως υμιτέρνης κειμένην, ἐξ ἐς ὁρμη θέντας τότε Σαβίνους εἰς την 'ματίνην ἐμβαλεῖν

'Aβοριγίνων αυτην κατοικούντων και πόλιν αυτῶν την ἐπιφανεστάτην Κοτυλέας πολέμω χειρωσαμέ-25 νους κατασχεῖν. εκ δε της Ῥεατίνης αποικίας ἀποστείλαντας ἄλλας τε πόλεις κτίσαι πολλὰς, ἐν αἱς οἰκεῖν ἀτειχίστοις, καὶ δη καὶ τὰς προσαγορευομένας Κύρεις ' χώραν δὲ κατασχεῖν της μεν 'Aδριανῆς θαλάττης ἀπέχουσαν ἀμφὶ τοὐς ὀγδοηκοντα και δια- 30 κοσίους σταδίους, τῆς δε Τυρρηνικῆς τετταράκοντα προς διακοσίοις' μῆκος αυτῆς εἶναί φησιν ὀλίγωμεῖον σταδίων χιλίων. ἔστι δέ τις καὶ ἄλλος ὐπὲρ τῶν

229쪽

173Σαβίνων ἐν ἴστορίαις ἐπιχωρίοις λεγόμενος λόγος, ῶς

Αακεδαιμονίων ἐποικησάντων αὐτοῖς καθ' ον χρόνον ἐπιτοοπευων μνομον τον ἀδελφιδοῶν Λυκουργος

40 ἔθετο τῆ Σπάρτn τους νόμους. ἀχθομένους γάρ τινας τῆ σκληρότητι τῆς νομοθεσίας καὶ διαστάντας απὸ 5των ετέρων οἴχεσθαι το παραπαν εκ τῆς πόλεως

ἔπειτα δια πελαγους πσλλοὐ φερομένους εἴξασθαι τοῖς θεοῖς πόθον γάρ τινα υπελθεῖν αυτοὐς οποι-

αςδήποτε γης) εἰς ἐν δν ἔλθωσι πρώτην , εν ταύτΠκατοικήσειν. καταχθέντας δὲ τῆς 'Ιταλίας περὶ τὰ 10 καλούμενα Πωμεντῖνα πεδία τό τε χωρίον, ἐν ω πρῶτον ώρμίσαντο, Φορωνίαν απὸ τῆς πελαγίου φορήσεως ὀνομάσαι και θεὰς ιερὸν ιδρύσασθαι Φορωνίας, η τὰς εὐχὰς ἔθεντο ' ἐν νυν ενὸς αλλαγῆ γράμματος Φερωνίαν καλοsσιν. ἐκεῖθεν δ' ὁρμηθέντας αυτῶν 15 τινας συνοίκους τοῖς Σαβίνοις γενέσθαι ' καὶ - διὰ τοὐτο πολλὰ τῶν νομίμων εἶναι Σαβίνων Λακωνικὰ μάλιστα δὲ τὸ φιλοπόλεμόν τε και τὸ λιτοδίαιτον καιπαρὰ πάντα τὰ ἔργα τοs βίου σκληρόν. υπὲρ μὲν δὴ του Σαβίνων γένους ταῶθ' ἱκανά. 20 L. οἱ δὲ περὶ τον ' μύλον καὶ Ἀτιον την τε πόλιν ευθὐς ἐποίουν μείζονα προσθέντες ετέρους 41 αυτῆ δυο λόφους, τόν τε Κυρίνιον κληθέντα και τον Καίλιον, καὶ διελόμενοι τάς οἰκήσεις χωρις ἀλλήλων δίαιταν ἐν τοις ἰδίοις εκάτεροι χωρίοις ἐποιουντο, 8b Ῥωμύλος μὲν τὸ Παλάτιον κατέχων και τὸ Καίλιον ἔρος ' ἔστι δε τῶ Παλατίω προσεχές' Ἀτιος δε τὸν Καπιτώλιον, δνπερ ἐξ αρχῆς κατέσχε, καὶ τὸν Κυρίνιον ἔχθον. τὸ δ' υποκείμενον τῶ Καπιτωλίω πεδίον ἐκκόψαντες την ἐν αυτῶ πεφυκυῖαν ἴλην καὶ τῆς 30

λίμνης, ἡ δὴ διὰ τὸ κοῖλον εἶναι τὸ χωρίον ἐπλήθυε

τοῖς κατιοῶσιν ἐκ τῶν ορῶν νάμασι, τὰ πολλὰ χωσαν-

230쪽

τες αγορὰν αυτόθι κατεστησαντο, Π και νυν ἔτι χρώμενοι Ῥωμαῖοι διατελοsσι, και τὰς συνόδους ἐν-ταὐθα ἐποιοῶντο ἐν Nφαίστου χρηματίζοντες ἱερῶμικρὸν ὐπερανεστηκότι της αγορῆς. ἱερά τε ιδρύσαντο b καὶ βωμοὐς καθιέρωσαν οἷς ηὐξαντο κατὰ τὰς μάχας

θεοῖς, Ῥωμυλος μεν ορθωσίω Λιὶ παρὰ ταῖς καλου- 342μέναις Μυκωνισι πύλαις, άῖ φέρουσιν εις το Παλάτιον ἐκ της ἱερῆς οδοὐ, ὁτι την στρατιὰν αυτοί νυ γοῶσαν ἐποίησεν ὁ θεὸς υπακούσας ταῖς εὐχαῖς στηναι 10 τε και προς ἀλκην τραπέσθαι' Tάτιος δὲ λίω τε καὶ Σεληνη καὶ μόνω καὶ 'μα, προς δε τουτοις Ἐστία και μαίστω και 'Αρτέμιδι καὶ Ἐνυαλίω καὶ ἄλλοις θεοῖς, ῶν χαλεπον ἐξειπεῖν Ελλάδι γλώττη τὰ Ουόματα, ἐν άπάσαις τε ταῖς κουρίαις φα τραπέζας 15 ἔθετο κυριτίδι λεγομένn, αῖ καὶ εἰς τόδε χρόνου κεῖνται. ἔτη μὲν ουν πέντε συνεβασίλευσαν ἀλληλοις υπερ ουδενὸς διαφερόμενοι χρηματος, ἐν οἷς κοινην 34δπρῆξιν ἀπεδείξαντο την ἐπὶ Καμερίνους στρατείαν. λἴστηρια γὰρ ἐκπέμποντες οἱ Καμερῖνοι καὶ πολλὰ

20 την χώραν αυτῶν κακοῶντες οὐ συνέβαινον ἐπὶ δίκην πολλάκις ὐπ αυτῶν καλούμενοι ' ους ἐκ παρατάξεώς τε νικησαντες ἐχώρησαν γὰρ αὐτοῖς ὁμόσε)καὶ μετὰ ταῶτα ἐκ τειχομαχίας κατὰ κράτος ἐλόντες ὁπλα μὲν ἀφείλοντο καὶ χώρας ἐζημίωσαν τη τρίτη μερίδι' 25 ην λυμαινομένων τη τρίτη ημέρα ἐπεξελθόντες καὶ τροπωσαμενοι αυτοὐς, τὰ μὲν αυτῶν ἄπαντα τοῖς σφετέροις πολίταις διεῖλον, αυτοὐς δὲ τοὐς αν- θρώπους ὁπόσοι ἐβουλοντο ἐν Ῥώμη κατοικεῖν εω- σαν. ἐγένοντο δ' ώς τετρακισχίλιοι, ους ταῖς φράτραις 30 ἐπεμέρισαν, καὶ την πόλιν αυτῶν αποικίαν Ῥωμαίων

ἐποιησαν. ην δὲ χλβανῶν ἀποίκησις η Καμερία πολλοῖς χρόνοις ἀποσταλεῖσα πρότερον της Ῥώμης

SEARCH

MENU NAVIGATION