Dionysi Halicarnasensis Antiquitatum Romanarum quae supersunt

발행: 1860년

분량: 376페이지

출처: archive.org

분류: 미분류

171쪽

δος καὶ συγκερασθέντων τοῖς προτέροις. τουτων γὰρ αν Ουδεν εὐροι των ἐθνῶν Οἴτε ἀρχαιότερον ουτε Ἐλληνικώτερον. αἱ δὲ των βαρβάρων ἐπιμιξίαι, δι' ἀς ἡ πόλις πολλὰ των αρχαίων ἐπιτηδευμάτων ἀπέμαθε, σῶν χρόνω ἐγένοντο. και θαsμα μεν τοsτο πολλοῖς dῶν εἶναι δόξειε τα εἰκότα λογισαμένοις, πῶς οὐχ ἄπα-l σα ἐξεβαρβαρώθη υπικούς τε ὐποδεξαμενη και Μαρ- σοὐς καὶ Σαυνίτας καὶ Τυρρηνοὐς και Βρεττίους Ομβρικῶν τε καὶ Λιγυων καὶ 'Uήρων συχνὰς μυριάδας ἄλλα τε προς τοῖς εἰρημένοις ἔθνη τὰ μεν ἐξ αυτῆς 10γταλίας, τὰ δ' ἐξ ἐτέρων ἀφιγμενα τόπων lμυρία ῖσα Ουτε ὁμόγλωττα ουτε ὁμοδίαιτα, ων Ιουτε φωνὰς ουτε δίαιτανJ καὶ βίους συγκλυδας αναταραχθέντας ἐκ τοσαυτης διαφωνίας πολλὰ του παλαιοs κόσμου τῆς πό- νεοχμωσαι εἰκὸς ἡW ἐπεὶ ἄλλοι γε συχνοὶ ἐν I5βαρβάροις οἰκοῶντες ολίγου χρόνου διελθόντος ἄπαντο 'Eλληνικὸν ἀπέμαθον, ώς μήτε φωνὴν Ἐλλάδα φθεγγεσθαι μήτε ἐπιτηδευμασιν Ἐλλήνων χρῆσθαι, μήτε θεοὐς τους αυτοὐς νομίζειν, μήτε νόμους τοὐς 2 ἐπιεικεῖς, ω μάλιστα διαλλάσσει φύσις 'Eλλὰς βαρβά- 20ρου, μήτε των ἄλλων συμβολαίων μηδ' ὁτιοῶν. ἀποχρῶσι δε τον λόγον τόνδε ώς αληθῆ εἶναι 'Aχαιῶν οἱ περὶ τον Πόντον ωκημένοι τεκμηριῶσαι, υλείων μεν ἐκ τos Ἐλληνικωτάτου γενόμενοι, βαρβάρων δε συμπάντων νυν οντες ἀγριώτατοι. 2b

LXXXX. Pωμαῖοι δὲ φωνὴν μὲν ουτ ἄκρως βάρβαρον οὐτ' ἀπηρτισμένως Ἐλλάδα φθεγγονται, μικτὴν δε τινα ἐξ ἀμφοῖν, ἐς ἐστιν ἡ πλείων Αἰολις,

τοὐτο μόνον ἀπολαύσαντες ἐκ τῶν πολλῶν ἐπιμίξεων, το μη πῶσι τοῖς φθόγγοις ὀρθοεπεῖν, τὰ δε ἄλλα, οπό- ωσα γένους Ελληνικοs ἐστιν μηνύματα, ουχ ετεροί

172쪽

116 Aἀρξάμενοι προς φιλίαν ζην, ἡνίκα την τύχην πολλὴν

και ἀγαθὴν ρέουσαν διδάσκαλον ἔχουσι των καλῶν οὐδ' ἀφ' οὐ πρῶτον ἀρέχθησαν της διαποντίου την Καρχηδονίων καὶ Μακεδόνων αρχην καταλυσαντες, b αλλ' ἐκ παντὸς ου συνωκίσθησαν χρόνου βίον Ἐλληνα ζῶντες καὶ ουδὲν ἐκπρεπέστερον ἐπιτηδευοντες προς αρετην νυν η πρότερον. μυρία δ' εἰς τομο λέγειν ἔχων καὶ πολλοις τεκμηρίοις χρῆσθαι δυνάμενος ἀνδρῶν τε μαρτυρίας φέρειν ουκ ἀξίων ἀπιστεῖσθαι, ;10 πάντα αναβάλλομαι ταυτα εἰς τον περὶ της πολιτείας αυτῶν συγγραφησόμενον λόγον. νυνι δὲ ἐπὶ την ἐξης διηγησιν τρέψομαι την ἀνακεφαλαίωσιν των ἐν ταυτη

δεδηλωμένων τρ βίβλω τῆς ἐχομένης γραφῆς ποιησά

μενος αρχήν.

173쪽

ΑΛΙΚΑΡΝΑΣΕΩΣ

Η ' μαίων πόλις ῖδρυται μὲν ἐν τοῖς εσπερίοις μέρεσι της 'Ιταλίας παρὰ ποταμῖν Ἀβεριν, δε κατὰ μέσην μάλιστα την ακτην ἐκδίδωσιν, ἀπέχουσα τῆς Γυρρηνικῆς θαλάττης εκατὸν εἴκοσι σταδίους. οι δὲ κατασχόντες αυτὴν πρῶτοι τῶν μνημονευομενων βάρ- 5βαροί τινες ῆσαν αὐτόχθονες Σικελοι λεγόμενοι ι κολλὰ καὶ ἄλλα τῆς 'Iταλίας χωρία κατασχόντες, ωνουκ ολίγα διεμεινεν οὐδ' αφανῆ μνημεῖα μεχρι τῶν καθ' ημῆς χρόνων, ἐν οἷς καὶ τόπων τινῶν ονόματα

Σικελικὰ λεγόμενα, μηνύοντα την πάλαι ποτὲ αυτῶν 10 ἐνοίκησιν. τούτους ἐκβαλόντες υβοριγῖνες αυτοὶ κατέσχον τον τόπον Οἰνώτρων ὁντες απόγονοι τῶν κατοικούντων την απὸ Tάραντος ἄχρι Ποσειδωνίας παράλιον. ἱερά τις αὐτη νεότης καθυσιωθεῖσα θεοῖς κατὰ τὸν ἐπιχώριον νόμον υπὸ τῶν πατερων ἀποσταλῆναι 15 λέγεται χώραν οικήσουσα την υπὸ τοὐ δαιμονιου σφίσι

δοθησομένην. το δὲ τῶν Οἰνώτρων γένος 'Αρκαδικὸν ην ἐκ τῆς τότε μεν καλουμένης Λυκαονίας, νυν δεAρκαδίας, ἐκουσίως ἐξελθὸν ἐπὶ γῆς κτῆσιν ἀμείνο-v0ς ηγουμένου τῆς ἀποικίας Οινώτρου τοὐ Λυκάονος, 20

174쪽

ἐφ' ου την ἐπίκλησιν το ἔθνος ἔλαβεν. 'Aβοριγίνων

δε κατεχόντων τα χωρία πρῶτοι μὲν αυτοῖς γίνονται σύνοικοι Πελασγοὶ πλανητες ἐκ της τότε μεν καλου-

μενης Aίμονίας, νυν δὲ Θετταλίας, ἐν η χρόνον rab τινὰ ωκησαν ' μετα δε τους Πελασγοὐς 'Αρκάδες ἐκ Παλλαντίου πόλεως ἐξελθόντες Κυανδρον ηγεμόνα ποιησάμενοι της αποικίας Ἐρμου καὶ νύμφης Θέμιδος υἱὸν, οῖ προς ἐνὶ των επτα λόφων πολίζονταιος ἐν μέσω μάλιστα κεῖται της Ῥώμης, Παλλάντιον 10 ὀνομάσαντες τὸ χωρίον ἐπὶ της ἐν 'Αρκαδία πατρίδος. χρόνοις δ' οὐ πολλοῖς ὁστερον, μακλέους καταχθέντος εἰς γ ταλίαν, ὁτε την στρατιὰν ἐξ Ἐρυθείας

οἴκαδε απηγαγε, μοῖρα τις υπολειφθεῖσα της σὐναυτω δυνάμεως Ἐλληνικὴ πλησίον ἱδρύεται τοὐ Παλ- Ib λαντίου, προς ἐτέρω των ἐμπεπολισμένων τη πόλει λόφων, ὀς τότε μεν υπὸ των ἐπιχωρίων Σατόρνιος ἐλέγετο, νυν Καπιτωλῖνος υπὸ Ῥωμαίων ' πειοὶ οι πλείους τούτων ησαν ἐκ πόλεως Ἐλιδος ἐξανα- 23 στάντες διαπεπορθημένης αυτοῖς της πατρίδος υφ20 Ηρακλέους. ΙΙ. Γενεα δ' ἐκκαιδεκάτη μετα τον Τρωικὸν πόλεμον 'Aλβανοὶ συνοικίζουσιν ἄμφω τα χωρία ταυτατείχει περιλαβόντες καὶ τάφρω. τέως δὲ ην αυλια

βουφορβίων τε και ποιμνίων καὶ των αλλων κατα-

2b γωγαὶ βοτηρων αφθονον ἀναδιδούσης πόαν της αυτόθι γης ου μόνον την χειμερινην, ἀλλα καὶ την θερεινόμον διὰ τοὐς αναψύχοντας τε καὶ κατάρδοντας αυτην ποταμοὐς. γένος δὲ τὸ ωλβανῶν μικτὸν ην ἔκ τε 'Αρκάδων καὶ πειῶν τῶν ἐξ Ἐλιδος ἐλθόντων 30 καὶ Πελασγῶν, τελευταίων δε τῶν μετὰ Λίου ἄλωσιν ἀφικομένων εἰς Ιταλίαν Tρώων, ους ηγεν Αἰνείας

ὁ 'Aγχίσου καὶ 'Aφροδίτης. εἰκὸς δέ τι καὶ βαρβαρι-

175쪽

κὸν ἐκ των προσοίκων η παλαιῶν οἰκη όρων υπολιπὲς τω Ἐλληνικῶ συγκαταμιγηναι. ὀνομα δε κοινὸν οἱ συμπαντες οὐτοι Λατῖνοι ἐκληθησαν ἐπ ἀνδρὸς δυνα- ,στεύσαντος των τόπων Λατίνου τὰς κατὰ ἐθνος ὀνο-8 μασίας ἀφαιρεθέντες. ἐτειχίσθη μεν ουν η πόλις ουπο τούτων των ἐθνῶν ἐνιαυτω δευτέρω καὶ τριακοστω καὶ τετρακοσιοστῶ μετὰ γλίου ἄλωσιν ἐπὶ

της ἐβδομης ὀλυμπιάδος. οἱ δὲ ἀγαγόντες την αποικίαν αδελφοὶ δίδυμοι τού βασιλείου γενους ὴσαν' ' Ῥωμύλος αυτῶν ἔνομα θατέρω, τῶ δ' ἐτέρω Ῥῶμος' 10 τὰ μητρόθεν μὲν ἀπ Αἰνείου τε καὶ Ααρδανίδω, πατρὸς δε ακρίβειαν μὲν ου ἐάδιον εἰπεῖν εξ ὁτουφέντες, πεπίστευνται δε υπὸ Pωμαίων υρεος υἱοὶ γενέσθαι. ου μεντοι διέμεινάν γε ἀμφότεροι της αποικίας ηγεμόνες υπὲρ της αρχης στασιάσαντες, ἀλλ' 15 ὁ περιλειφθεὶς αυτῶν Ῥωμύλος ἀπολομένου κατὰ την μάχην θατερου οἰκιστης γίνεται της πόλεως καὶ τουνομα αὐτη της ἰδίας κλησεως ἐπώνυμον τίθεται. ἀριθμὸς δε τῶν μετασχόντων αὐτῶ της αποικίας απὸ πολλοί τos κατ ἀρχὰς ἐξαποσταλέντος ὀλί- 20γος ην ὁ καταλειφθεὶς, τρισχίλιοι πεζοὶ καὶ ἱππεῖς

τριακόσιοι.

ΙΙΙ. Επεὶ Ουν η τε τάφρος αὐτοῖς ἐξείργαστο καιτὀ ἔρυμα τέλος ειχεν αῖ τε οἰκησεις τὰς αναγκαίους o κατασκευὰς ἀπειληφεσαν, ἀπητει δ' ὁ καιρὸς καὶ περὶ 25

κόσμου πολιτείας ω χρησονται σκοπεῖν, αγορὰν ποιησάμενος αυτῶν ὁ ' μύλος ὁποθεμένου τοs μητροπάτοoος καὶ διδάξαντος ἀ χρη λέγειν, την μὲν πόλιν ἔφη ταῖς τε δημοσίαις και ταῖς ἰδίαις κατασκευαῖς ώς νεόκτιστον ἀποχρώντως κεκοσμησθαι ' ηξίου δ' ἐν- 30θυμεῖσθαι πάντας ώς Ου ταὐτ ἐστι τὰ πλείστου ἄξια ἐν ταῖς πόλεσιν. οἴτε γὰρ ἐν τοῖς ὀθνείοις πολέμοις

176쪽

τὰς βαθείας τάφρους καὶ τὰ υψηλὰ ἐρύματα ἱκανὰ

εἶναι τοῖς ενδον ἀπράγμονα σωτηρίας υπόληψιν παρασχεῖν, ἀλλ' εν τι μόνον ἐγγυῆσθαι το μηδεν ἐξεπιδρομης κακὸν ἡπ' ἐχθρῶν παθεῖν προκαταλη- 5 φθέντας, οὐθ' οταν ἐμφύλιοι ταραχαι τὸ κοινὰν κατάσχωσι , των ἰδίων οἰκων και ἐνδιαιτημάτων τὰς καταφυγὰς ἡπάρχειν τινὶ ακινδυνους. σχολῆς γὰρ ἀνθρώποις ταυτα καὶ ἐαστώνης βίου εὐρῆσθαι παοα- ' μύθια, μεθ' ων ούτε τό ἐπιβουλεsον των πέλας κω- :10 λύεσθαι μη ου πονηρὸν εἰναι οἴτ ἐν τω ἀκινδυνωβεβηκέναι θαρρεῖν τὸ ἐπιβουλευόμενον , πόλιν τε Ου- δεμίαν πω τούτοις ἐκλαμπρυνθεῖσαν ἐπὶ μηκιστον εὐδαίμονα γενέσθαι καὶ μεγάλην, οὐδ' αυ παρὰ τὸ μη τυχεῖν τινὰ κατασκευῆς ἰδίας τε και δημοσίας πο-1b λυτελοῶς κεκωλῶσθαι μεγάλην γενέσθαι και ευδαίμονα ' ἀλλ' ἔτερα εἰναι τὰ σώζοντα καὶ ποιουντα μεγάλας ἐκ μικρῶν τὰς πόλεις ' ἐν μεν τοῖς ὀθνείοις πολέμοις τὸ διὰ των ὁπλων κράτος, τοὐτο δε τόλμηπαραγίνεσθαι καὶ μελέτη, εν δὲ ταῖς ἐμφυλίοις ταρα- 20 χαῖς την των πολιτευομενων ομοφροσύνην, ταύτην δετον σώφρονα καὶ δίκαιον ἐκάστου βίον ἀπέφηνεν

ἱκανώτατον ἔντα τω κοινῶ παρασχειν. τους δη τὰ πο- βλέμιά τε ἀσκοὐντας καὶ τὰ τῶν ἐπιθυμιῶν κρατοὐντας ἄριστα κοσμεῖν τὰς εαυτῶν πατρίδας τείχη τε ἀνά- 25 λωτα τῶ κοινῶ καὶ καταγωγὰς τοῖς εαυτῶν βίοις ασφαλεῖς τούτους εἶναι τοὐς παρασκευαζομενους ' μα

χητὰς δέ γε καὶ δικαίους ἄνδρας καὶ τὰς ἄλλας ἀρετὰς

ἐπιτηδεύοντας τὸ τῆς πολιτείας σχῆμα ποιεῖν τοῖς φρονίμως αυτὸ καταστησαμένοις, μαλθακούς τε αὐ και30 πλεονέκτας καὶ δούλους αἰσχρῶν ἐπιθυμιῶν τῶ πονηρὰ επιτηδεύματα ἐπιτελεῖν. ἔφη τε παρὰ των πρεσβυτέρων καὶ διὰ πολλῆς ιστορίας ἐληλυθότων ἀκούειν,

177쪽

ὁτι πολλαι μεν αποικίαι μεγάλαι καὶ εἰς ευδαίμονας ἀφικόμεναι τόπους, αἱ μεν αὐτίκα διεφθάρησαν εἰς στάσεις ἐμπεσουσαι, αἱ δ' ολίγον ἀντισχουσαι χρόνον υπηκοοι τοῖς πλησιοχώροις ήναγκάσθησαν γενέσθαι καὶ ἀντὶ κρείττονος χωρας, ἐν κατέσχον, την χείρονα οτύχην διαλλάξασθαι δουλαι ἐξ ἐλευθέρων γενόμεναι '

ἔτεραι δ' ολιγάνθρωποι και εἰς χωρία ου πάνυ σπουδαῖα παραγενόμεναι ἐλεύθεραι μὲν πρῶτον, ἔπειτα δ' ετέρων αρχουσαι διετέλεσαν ' και Oυτε ταῖς ευπραγίαις των ολίγων ουτε ταῖς δυστυχίαις των πολλῶν Io ἔτερόν τι η το σχημα της πολιτείας υπάρχειν αἴτιον.

εἰ μεν ουν μία τις ην παρὰ πῆσιν ἀνθρώποις βίου τάξις ἡ ποιουσα ευδαίμονας τὰς πόλεις, ου χαλεπηνῶν γενέσθαι σφίσι την αῖρεσιν αυτῆς ' νυν δ' ἔφη πολλὰς πυνθάνεσθαι τὰς κατασκευὰς παρ' Ἐλλησί τε 15και βαρβάροις ἡπαρχούσας, τρεις δ' ἐξ ἀπασῶν ἐπαινουμένας μάλιστα υπὸ τῶν χρωμένων ἀκουειν, καὶ τούτων ουδεμίαν εἶναι τῶν πολιτειῶν εἰλικρινῆ, προσεῖναι δέ τινας ἐκάστη κῆρας συμφύτους, ἄστεχαλεπὴν αυτῶν ειναι την αῖρεσιν. ἡξίου τε αυτοὐς 20 βουλευσαμένους ἐπι σχολῆς εἰπεῖν εἴτε ὐφ' ενὸς ἄρχεσθαι θέλουσιν ἀνδρὸς εἴτε υπ' ολίγων εἴτε νόμους καταστησάμενοι πῆσιν ἀποδουναι την τῶν κοινῶν δ προστασίαν. Ἐγὼ δ' υμῖν, ἔφη, προς ἐν ἀν καταστήσησθε πολιτείαν ευτρεπὴς και Ουτε ἄρχειν απαξιῶ mουτε ἄρχεσθαι ἀναίνομαι. τιμῶν δε, ας μοι προσεθήκατε ηγεμόνα με πρῶτον ἀποδείξαντες τῆς αποικίας, ἔπειτα καὶ τῆ πόλει την επωνυμίαν ἐπ' ἐμου θέντες, ἄλις ἔχω. ταυτας γὰρ Ουτε πόλεμος υπερόριος ουτε στάσις ἐμφυλιος ουτε ὁ πάντα μαραίνων τὰ καλὰ χρό- 30νος ἀφαιρήσεταί με ουτε ἄλλη τύχη παλίγκοτος ουδεμία ' αλλὰ καὶ ζῶντι καὶ τον βίον ἐκλιπόντι τούτων

178쪽

υπάρξει μοι τῶν τιμῶν παρὰ πάντα τον λοιπὸν αἰῶνα

τυγχάνειν.

ΙΙΙΙ. Toιαυτα μὲν ὁ Ῥωμυλος ἐκ διδαχης του μl τροπάτορος, ῶσπερ ἔφην, ἀπομνημονευσας εν τοῖς ο κλήσεσιν ἔλεξεν. οἱ δὲ βουλευσάμενοι κατὰ σφῆς

αυτοὐς αποκρίνονται τοιάδε ' 'φεῖς πολιτείας μεν καινης ουδὲν δεόμεθα, την δ' υπὸ τῶν πατερων δοκιμασθεῖσαν εἶναι κρατίστην παραλαβόντες Ου μετατιθέμεθα γνώμy τε επόμενοι τῶν παλαιοτερων,10 ους απὸ μείζονος οἰόμεθα φρονήσεως αυτην καταστήσασθαι, καὶ τύχη ἀρεσκόμενοι. ου γὰρ τηνδε μεμψαίμεθ' αν εἰκότως, η παρέσχεν ἡμῖν βασιλευομένοις τα μέγιστα τῶν ἐν ἀνθρώποις ἀγαθῶν, ἐλευθερίαν τε καὶ ἄλλων αρχην. περὶ μὲν δη πολιτείας ταυτα Ili ἐγνώκαμεν ' την δε τιμην ταυτην Ουχ ἐτέρω τινὶ μἀλ- λον η σοὶ προσήκειν υπολαμβάνομεν τοs τε βασιλείου γένους ἐνεκα και αρετῆς, μάλιστα δ' ἔτι τῆς αποικίας ἡγεμόνι κεχρήμεθά σοι και πολλὴν συνίσμεν δεινότητα, πολλὴν δὲ σοφίαν, ου λόγω μἀλλον ἡ ἔργω μα- 20 θόντες. ταυτα ὁ Ῥωμυλος ἀκουσας αγαπῶν μὲν εφη βασιλείας ἄξιος υπ' ανθρώπων κριθείς' ου μέντοι γε λήψεσθαι την τιμὴν πρότερον, εὰν μὴ καὶ το δαιμόνιον ἐπιθεσπίσy δι οἰωνῶν αἰσίων.

V. Σὸς δὲ κἀκείνοις ἐν βουλομένοις προειπών 25 ημέραν, ἐν ἡ διαμαντευσασθαι περὶ τῆς αρχῆς ἔμελλεν, οἐπειδὴ καθῆκεν ὁ χρόνος ἀναστὰς περὶ τον ὁρθρον ἐκ τῆς σκηνῆς προῆλθε ' στὰς δὲ υπαίθριος ἐν καθαρῶ χωρίω καὶ προθυσας ὁ νόμος ὴν ευχετο Βιί τε βασιλεῖ καὶ τοῖς ἄλλοις θεοῖς, ους ἐποιήσατο τῆς

30 αποικίας ηγεμόνας, εἰ βουλομένοις αυτοῖς ἐστι βασιλευεσθαι τὴν πόλιν υφ' εαυτοί, σημεῖα ουράνια

φῆναι καλά. μετὰ δὲ τὴν ευχὴν ἀστραπὴ διῆλθεν

179쪽

ἐκ τῶν αριστερῶν ἐπι τα δεξιά. τίθενται δὲ Ῥωμαῖοι τὰς ἐκ των αριστερῶν ἐπὶ τὰ δεξιὰ ἀστραπὰς αἰσίους, εἴτε παρὰ Τυρρηνῶν διδαχθέντες, εἴτε πατέρων καθηγησαμένων κατὰ τοιόνδε τινὰ, ως ἐγὼ πείθομαι, λογισμὸν, ὁτι καθέδρα μέν ἐστι καὶ στάσις ἀρίστη οτων οἰωνοῖς μαντευομένων η βλέπουσα προς ἀνατο- λας, ὁθεν ηλίου τε ἀναφοραὶ γίνον-ι καὶ σεληνης καὶαστέρων πλανητῶν τε καὶ απλανῶν, η τε τοs κόσμου

περιφορὰ, δι ην τοτε μὲν υπὲρ γης ἄπαντα τὰ ἐν αὐτῶ γίνεται, τοτε δὲ υπὸ γης, ἐκεῖθεν ἀρξαμένη 10την ἐγκυκλιον ἀποδίδωσι κίνησιν. τοῖς δε προς ἀνατολὰς βλέπουσιν αριστερὰ μεν γίνεται τὰ πρὸς τηνἄρκτον ἐπιστρέφοντα μέρη, δεξιὰ δὲ τὰ προς μεσημβρίαν φέροντα ' τιμιώτερα δε τὰ πρότερα πέφυκεν εἶναι τῶν υστέρων. μετεωρίζεται γὰρ απὸ τῶν βορείων id μερῶν ὁ του ἄξονος πόλος, περὶ ον η του κύσμου στροφη γίνεται, καὶ τῶν πέντε κύκλων τῶν διεζωκότων την σφαῖραν ὁ καλούμενος αρκτικὸς αεὶ τηδε φανερός' ταπεινοῶται δ' απὸ τῶν νοτίων ὁ καλούμενος ἀνταρκτικὸς κύκλος αφανης κατὰ τοsτο το μέρος. 20 εἰκὸς δη κράτιστα τῶν Ουρανίων καὶ μεταρσίων σημείων υπάρχειν, ὁσα ἐκ τοs κρατίστου γίνεται μέρους,

επειδη δὲ τὰ μὲν ἐστραμμένα προς τὰς ἀνατολὰς

ηγεμονικωτέραν μοῖραν ἔχει τῶν προσεσπερίων, αυ-

τῶν δέ γε τῶν ανατολικῶν υψηλότερα τὰ βόρεια τῶν ra τίων, ταῶτα ῶν εἴη κράτιστα. ως δέ τινες ἱστοροs- σιν ἐκ παλαιοί τε και πριν η παρὰ Τυρρηνῶν μαθειν l τοῖς Ῥωμαίων προγόνοις αἴσιοι ἐνομίζοντο αἱ ἐκ τῶν αριστερῶν ἀστραπαί. Ἀσκανίω γὰρ τῶ ἐξ Αἰνείου γεγονότι, καε ον χρόνον υπὸ Τυρρηνῶν, οῖς ηγε 30βασιλεῶς Μεσέντιος, ἐπολεμεῖτο και τειχηρης ην, πεφὶ την τελευταίαν ἔξοδον, ην ἀπεγνωκὼς ηδη τῶν πραγ-

180쪽

μάτων ἔμελλε ποιεῖσθαι , μετ' ολοφυρμοῶ τον τε Ase καὶ τους αλλους αἰτουμένω θεους αἴσια σημεῖα της εξόδου δosναι φασὶν αἰθρίας ουσης εκ των αριστερῶν ἀστράψαι τον ουρανόν. του δ' ἀγῶνος ἐκείνου λα-b βόντος το κράτιστον τέλος διαμεῖναι παρὰ τοῖς ἐκγόνοις αυτοί νομιζόμενον αἴσιον τόδε το σημεῖον.

VI. πτε δ' -ν o Pωμύλος ἐπειδη τα παρὰ τοvδαιμονίου βέβαια προσέλαβε, συγκαλέσας τον δημον εἰς ἐκκλησίαν καὶ τα μαντεῖα δηλώσας βασιλεῶς ἀπο-

10 δείκνυται προς αυτῶν και κατεστησατο ἐν ἔθει τοῖς

μετ' αυτὸν ἄπαρσι μητε βασιλειας μητε ἀρχὰς λαμβάνειν, εὰν μη και τὸ δαιμόνιον αυτοῖς ἐπιθεσπίσy, fδιέμεινέ τε μέχρι πολλοs φυλαττόμενον ὐπὸ Ῥωμαίων τὸ περὶ τοὐς οἰωνισμοὐς νόμιμον, ου μόνον βασι- Ib λευομένης της πόλεως, ἀλλα καὶ μετὰ κατάλυσιν

των μοναρχων ἐν υπάτων καὶ στρατηγῶν καὶ των:ἄλλων τῶν κατὰ νόμους αρχόντων αιρέσει. πέπαυται δ' ἐν τοις καθ' ημῶς χρόνοις, πλην οιον εἰκών τις αυτοὐ λείπεται της ὁσίας αυτης ἔνεκα γινομένη. 20 ἐπαυλίζονται μεν γὰρ οι τὰς ἀρχὰς μέλλοντες λαμβάνειν καὶ περὶ τον ὁρθρον ἀνιστάμενοι ποιοῶνταί τινας εὐχὰς ὐπαίθριοι, τῶν δὲ παρόντων τινὲς ὀρνιθοσκόπων μισθὸν ἐκ τοs δημοσίου φερόμενοι αστρα- πην αυτοῖς μηνύειν ἐκ τῶν ἀριστερῶν φασιν την ου 2b γενομένην. οἱ δὲ τον ἐκ της φωνης οἰωνὸν λαβόντες απέρχονται τὰς ἀρχὰς παραληψόμενοι οἱ μὲν αυτὸ τοὐθ' ἱκανὸν ὐπολαμβάνοντες εἶναι τὸ μηδένα γενέσθαι τῶν ἐναντιουμένων τε καὶ κωλυόντων οἰωνῶν,

οἱ δε και παρὰ τὸ βουλημα τοὐ θεοs κωλύοντος, ἔστι 30 γὰρ οτε βιαζόμενοι καὶ τὰς ἀρχὰς ἀρπάζοντες μῆλλον η λαμβάνοντες. δι' ους καὶ πολλαι μεν ἐν γν στρατιαὶ Ρωμαίων ἀπώλοντο πανώλεθροι, πολλοὶ δ' ἐν θα-

SEARCH

MENU NAVIGATION