Dionysi Halicarnasensis Antiquitatum Romanarum quae supersunt

발행: 1860년

분량: 376페이지

출처: archive.org

분류: 미분류

241쪽

ον χρόνον ὁ Νόμας ἐπὶ την βασιλείαν ἐκαλεῖτο υπὀ μαίων ούπω πόλις ήν η Κρότων ' τέτταρσι γὰρ ὁλοις ὁστερον ἔτεσιν η Νόμαν ἄρξαι Pωμαίων Μύσκελος αυτην ἔκτισεν ἐνιαυτῶ τρίτω τῆς ἐπτακαιδεκάτης ὀλυμπιάδος. οἴτε δὴ Πυθαγόρα τω Σαμίω ο συμφιλοσοφῆσαι τω μετὰ τέτταρας ἀκμάσαντι γενεὰς δυνατὸν ἡν τον Νόμαν οὐτ ἐν Κρότωνι διατρίβειν,2 3τ' αυτὸν ἐκάλουν ἐπι την βασιλείαν Ρωμαῖοι, τῆ μήπω τότ οἴσρ πόλει. ἀλλ' ἐοίκασιν οἱ τὰ υπερ αυ-

τοs γράψαντες, εἰ χρὴ δόξαν ἰδίαν ἀποφήνασθαι, δυο 10

ταῶτα λαβόντες ὁμολογούμενα, την τε Πυθαγόρου διατριβην την γενομενην ἐν Ιταλία καὶ την Νόμα σοφίαν ώμολόγηται γὰρ υπὸ πάντων ὁ ἀνὴρ γενέσθαι

σοφός) ἐπισυνάφαι ταυτα καὶ ποιῆσαι Πυθαγόρου μαθητὴν τον Νόμαν οὐκέτι τοὐ βίους αυτῶν ἐξετά- Ibσαντες εἰ κατὰ τοὐς αυτοὐς ἡκμασαν ἀμφότεροι χρόνους, ὀπερ ἐγὼ πεποίηκα νίν' εἰ μη τις ἄρα Πυθαγόραν ἔτερον ὁποθήσεται προ τοs Σαμίου γεγονέναι

παιδευτὴν σοφίας, ω συνδιέτριψεν ο Νομας. τολοδ' οὐκ οιδ' ὁπως αν ἀποδεῖξαι δύναιτο μηδενὸς των 20 αξιολογων μήτε 'Pωμαίου μήθ' 'Ελληνος, ἶσα κἀμεεἰδέναι, παραδεδωκότος ἐν ἱστορία. αλλὰ περὶ μεντούτων ἄλις. LiX. U-Νόμας ἀφικομένων, αυτὸν τούτωνJτῶν ηαλούντων ἐπὶ την ηγεμονίαν, τέως μεν αντέλεγε 25 και μέχρι πολλοs διέμεινεν ἀπομαχόμενος μὴ λαβεῖν την αρχὴν, ως δὲ οῖ τε αδελφοὶ προσέκειντο λιπα- ροῶντες καὶ τελευτῶν ὁ πατὴρ οὐκ ἡξίου τηλικαύτηνθ3 τιμὴν διδομένην απωθεῖσθαι, συνέγνω μνέσθαι βασιλεύς ' τοῖς δε μαίοις πυθομένοις ταὐτα. παρὰ τῶν 30 πρεσβευτῶν, πριν ἔψει τον ἄνδρα ἰδεῖν πολὐς αυτοs παρέστη πόθος, ικανὸν ἡγουμένοις τεκμήρων εἶναι

242쪽

τῆς σοφίας, εἰ των αλλων υπερ το μέτριον ἐκτετιμηκότων την βασιλείαν και τον εὐδαίμονα βίον ἐν- ταῶθα τιθεμένων μόνος εκεῖνος ώς φαύλου τινος και οὐκ αξιου σπουδῆς πράγματος καταφρονει, πα- 5 ραγενομένω τε ὐπήντων ἔτι καν οδὸν ὁντι σὐν ἐπαίνω πολλω καὶ ἀσπασμοῖς και ταῖς ἄλλαις τιμαῖς παραπέμποντες εἰς την πόλιν. ἐκκλησίας μετὰ τοὐτοσυναχθείσης, ἐν η διήνεγκαν υπερ αυτοὐ τὰς ψηφους

αι φυλαὶ κατὰ φράτρας καὶ των πατρικίων ἐπικυ- 10 ρωσάντων τὰ δόξαντα τω πληθει καὶ τελευταῖον ἔτι των ὀρνιθοσκόπων αἴσια τὰ παρὰ τοs δαιμονίου σημεῖα ἀποφηνάντων παραλαμβάνει την αρχην. τοὐτοντον ἄνδρα ' μαῖοί φασι στρατείαν μηδεμίαν ποιήσασθαι, θεοσεβῆ δὲ και δίκαιον γενόμενον ἐν εἰρήνη

15 πάντα τον τῆς αρχῆς χρόνον διατελέσαι και την πόλιν ἄριστα πολιτευομένην παρασχεῖν, λόγους τε )β υπερ αυτοs πολλοῖς καὶ θαυμαστοῖς λέγουσιν ἀναφέροντες την ἀνθρωπίνην σοφίαν εἰς θεῶν υποθήκας. νύμφην γάρ τινα μυθολογοίσιν ' ερίαν φοιτῆν 20 προς αυτὸν ἐκάστοτε διδάσκουσαν την βασιλικὴν σοφίαν, ἔτεροι δε ου νύμφην, αλλὰ των Μουσῶν μίαν. και τοὐτο φασι γενέσθαι πῶσι φανερόν. ἀπιστούντων

γὰρ,-ἔοικε, των ἀνθρώπων κατ' ἀρχὰς και πεπλάσθαι νομιζόντων τον περὶ τῆς θεὰς λόγον, βου- 25 λόμενον αυτὸν ἐπιδείξασθαι τοῖς ἀπιστοῶσιν ἐν γ τι μήνυμα τῆς προς την δαίμονα ομιλίας καὶ διδαχθέντα ἡπ' αυτῆς ποιῆσαι τάδε ' καλέσαντα Ῥω -

μαίων πολλοὐς και ἀγαθοὐς εἰς την οἰκίαν, ἐν ὴ διαιτώμενος ἐτύγχανεν, ἔπειτα δείξαντα τοῖς ἐλθοῶσι τὰ 30 ἔνδον τῆ τε ἄλλη κατασκευῆ φαύλως κεχορηγημένα καὶ δὴ καὶ των εἰς ἐστίασιν πλικὴν ἐπιτηδείων ἄπορα, τότε μὲν ἀπαλλάττεσθαι κελεύειν, εἰς ἐσπέραν δε

243쪽

ν καλεῖν αυτοὐς ἐπὶ τὸ δεῖπνον ' παραγενομένοις δὲ κατὰ την ἀποδειχθεῖσαν ἄραν ἐπιδεῖξαι στρωμνάς τε πολυτελεῖς καὶ τραπέζας ἐκπωμάτων γεμούσας πολλῶν καὶ καλῶν ἱστίασίν τε αὐτοῖς παραθειναι κατακλιθεῖσιν ἁπάσης ἐδωδῆς, ἐν Ουδ' αν εκ πολλos liπάνυ χρόνου παρασκευάσασθαί τινι των τότε ανθρώπων ράδιον ην. τοῖς δὲ Ῥωμαίοις κατάπληξίν τε αρὸς εκαστον των ὁρωμενων ὐπελθεῖν καὶ δόξαν ἐξ ἐκείνου του χρόνου παραστῆναι βέβαιον, ὁτι θεά τις αὐτω συνῆν. 10 LXI. οἱ δε τα μυθώδη πάντα περιαιροῶντες ἐκτης ἱστορίας πεπλάσθαι φασὶν υπὸ του Νόμα τον περὶ τῆς ' ερίας λόγον, ἴνα ραον αὐτω προσέχωσιν οἱ τὰ θεῖα δεδιότες καὶ προθύμως δέχωνται τοὐς ὐπ'αυτοs τιθεμενους νόμους, ως παρὰ θεῶν κομιζομέ- 15νους. λαβεῖν δὲ αυτὸν την τούτων μίμησιν ἀποφαίνουσιν ἐκ των Ἐλληνικῶν παραδειγμάτων ζηλωτὴν γενόμενον της τε Μίνω του Κρητὸς και της Λυκούργου τοs Λακεδαιμονίου σοφίας ' ἄν ὁ μεν ὁμιλητης ἔφη γενέσθαι τοs Aιὸς και φοιτῶν εἰς τὸ Λικταῖον 20ὁρος, ἐν ω τραφῆναι τον Αία μυθολογουσιν οι Κρῆτες υπὸ των Κουρητων νεογνὸν ὁντα, κατέβαινεν,6 εἰς τὸ ιερὸν ἄντρον καὶ τοὐς νόμους εκεῖ συνθεὶς

ἐκόμιζεν, οἴς ἀπέφαινε παρὰ τοs Λιὸς λαμβάνειν 'ὁ-Λυκοὐργος εἰς Θελφοῖς ἀφικνούμενος υπὸ τοs 2bωπόλλωνος εφη διδάσκεσθαι την νομοθεσίαν. τὸ μὲνουν ἀκριβολογεῖσθαι περι των μυθικῶν ιστορημάτων καὶ μάλιστα τῶν εἰς θεοὐς ἀναφερομένων μακρῶν λόγων δεόμενον ὁρῶν ἐάσω, ἁ δέ μοι δοκοsσιν αγαθὰ Ῥωμαῖωι λαβεῖν εκ της ἐκείνου του ἀνδρὸς αρχῆς, ως 30 ἐκ τῶν ἐπιχωρίων ἔμαθον Iστοριῶν ἀφηγήσομαι, προ . ειπὼν ἐν οῖαις ἐτύγχανε ταραχαῖς τὰ πράγματα τῆς

244쪽

188B

πόλεως ὁντα, πρὶν ἐκεῖνον ἐπι την βασιλείαν παρ

ελθεῖν. l

L XII. Μετα την Pωμύλου τελευτην η βουλητων κοινῶν γενομένη κυρία καὶ χρόνον ἐνιαύσιον,5 ῶσπερ ἔφην, κατασχοῶσα την δυναστείαν διαφέρεσθαι καὶ στασιάζειν αυτη προς έαυτὴν ἡρξατο περὶ του πλείονός τε και ἴσου. ὁσον μεν γὰρ αυτης μιρος 'Aλβανῶν ἐν απὸ των ἄμα μόλω την αποικίαν στειλάντων, γνώμης τε ἄρχειν ἡξίου καὶ τιμῶν 10 τὰς μεγώτας λαμβάνειν και θεραπεύεσθαι προς των διἐπηλύδων' οἱ δ' υστερον εἰς τοὐς πατρικίους καταγραφέντες ἐκ των ἐποίκων οὐδεμιῆς ωοντο δεῖν ἀπελαύνεσθαι τιμῆς ουδε μειονεκτεῖν των ετέρων, μάλιστα δ ' ὁσοι του Σαβίνων ἐτύγχανον ὁντες γένους 15 και κατὰ τὰς συνθήκας τὰς γενομένας Ρωμύλω προς Tάτιον επὶ τοῖς ἴσοις γενόμενοιJ μετειληφέναι τῆς πόλεως παρὰ των αρχαίων οἰκητόρων και την αυτὴν χάριν ἐκείνοις αυτοὶ δεδωκέναι ἐδοκουν. ἄμα δὲ τωτην βουλὴν διαστῆναι και το των πελατῶν πλῆθος 20 διχῆ μερισων ἐκατέρα συνέβαινε τῶν στάσεων. ηνδε τι τοὐ δημοτικοὐ μέρος οὐκ ολίγον ἐκ τῶν νεωστὶ προσεληλυθότων τῆ πολιτεία, ὁ διὰ το μηδενὸς συνάρασθαι τῶ μύλω πολέμου παρημελημένον υπὸ τοs ἡγεμόνος ουτε γης εἴληφε μοιραν οἴτε λείας. 25 τοὐτο ἀνέστιον και πτωχὸν ἀλώμενον ἐχθρὸν ἐκ δοτοs αναγκαίου τοῖς κρείττοσιν ὴν και νεωτερίζεινετοιμότατον. εν τοιούτω δη κλύδωνι τὰ πράγματα τῆς πόλεως σαλεύοντα ὁ Νόμας καταλαβὼν, πρῶτον μεν τοὐς απόρους τῶν δημοτῶν ανέλαβε διανείμας

30 αὐτοῖς ἀφ' ἐς Ῥωμύλος ἐκέκτητο χώρας καὶ ωπὸ τῆς

δημοσίας μοῖράν τινα ολίγην ' ἔπειτα τοὐς πατρικίους οὐδεν μεν ἀφελόμενος ἄν οἱ κτίσαντες την πό-

245쪽

λιν ευροντο, τοῖς δ' ἐποίκοις ἐτέρας τινὰς ἀποδοὐς τιμὰς, ἔπαυσε διαφερομένους. ἀρμοσάμενος δὲ τὸ πλῆθος ἄπαν ῶσπερ ὁργανον προς ενα τον του κοινὴ συμφέροντος λογισμὸν και τῆς πόλεως τον περίβολον αὐξήσας τῶ Κυρινείω λόφω τεως γὰρ ετι θἀτείχιστος ἐν τότε των ἄλλων πολιτευμάτων ῆπτετο

δύο ταυτα πραγματευόμενος, οἷς κοσμηθεῖσαν υπελάμβανε την πόλιν εὐδαίμονα γενήσεσθαι καὶ μεγάλην ' ευσέβειαν μεν πρῶτον διδάσκων τοὐς ανθρωπους, ὁτι παντὸς αγαθοs θεοὶ δοτῆρες εἰσι τῆ I0 θνητῆ φυσει καὶ φύλακες, ἔπειτα δικαιοσύνην, δι' ῆν καὶ τὰ παρὰ των θεῶν ἀπεφαινεν αγαθὰ καλὰς τὰς ἀπολαύσεις φέροντα τοῖς κτησαμενοις. LXIII. Ἐξ ων δὲ διεπράξατο νόμων τε και πολιτευμάτων εκάτερον τούτων εἰς μεγάλην επίδοσιν Ibπροελθεῖν ἄπαντα μεν οὐκ ἀξιῶ γράφειν, το μῆκος υφορώμενος του λόγου καὶ ἄμα οὐδ' ἀναγκαίαν ορῶν την γραφὴν αὐτῶν Ἐλληνικαις ἱστορίαις, αυτὰ δετὰ κυριώτατα και φανερὰν δυνάμενα ποιῆσαι πῆσαν την προαίρεσιν του ἀνδρὸς επὶ κεφαλαίων ἐρῶ, την 20αρχὴν απὸ τῆς περὶ τὰ θεῖα διακοσμήσεως ποιησάμενος. ὁσα μὲν οὐν υπὸ Ῥωμύλου ταχθέντα εν ἐθισμοῖς τε και νόμοις παρελαβεν, απὸ του κρατίστου τετάχθαι πάντα ἡγησάμενος εῖα κατὰ χώραν μενειν, ὁσα δ' υπ' ἐκείνου παραλελεῖφθαι ἐδόκει, ταυτα 2b προσετίθει πολλὰ μεν ἀποδεικνὐς τεμενη τοῖς μήπω τιμῶν τυγχάνουσι θεοις, πολλοὐς βωμοὐς καιναοὐς ιδρυόμενος εορτάς τε εκάστω αυτῶν ἀπονέμων καὶ τοὐς ἐπιμελησομένους αυτῶν ἱερεῖς καθιστας αγνείας τε και θρησκείας και καθαρμοὐς καὶ τὰς ἄλ- 30 θεραπείας και τιμὰς πάνυ πολλὰς νομοθετῶν,

ὁσας Ουθ' Ἐλληνὶς Ουτε βάρβαρος ἔχει πόλις Ουδ' αἱ

246쪽

μέγιστον ἐπ' εὐσεβεία φρονουσαί ποτε ' αυτόν τε τον δ Ῥωμύλον ώς κρείττονα γενόμενον η κατὰ την θνη - την φύσιν ἱεροs κατασκευn και θυσίαις διετησίοις ἔταξε Κυρῖνον ἐπονομαζόμενον γεραίρεσθαι. ἔτι γὰρ 5 ἀγνοούντων τὸν ἀφανισμὸν αυτου ' μαίων εἴτε κατὰ δαίμονος πρόνοιαν εἴτ' εξ ἐπιβουλῆς ανθρωπίνης ἐγενετο , παρελθών τις εἰς την αγορὰν Σουλιος ὁνομα των απ' 'Aσκανίου γεωργικὸς ἀνηρ και τον βίον ανεπίληπτος, οἱος μηδεν ἀν ψεύσασθαι κέρδους 10 ἔνεκα οἰκείου, ἔφη παραγιγνόμενος εξ αγρου μύλον ἰδεῖν ἀπιόντα ἐκ της πόλεως ἔχοντα τὰ οπλα, καὶ ἐπειδη ἐγγῶς εγενετο ἀκουσαι ταυτα αυτOG λέγοντος ' 'Aγγέλλε Pωμαίοις 'Dύλιε τὰ παρ' ἐμου, ὁτιμε ὁ λαχὼν ὀτ ἐγενόμην δαίμων εἰς θεοῖς ἄγεται

15 τον θνητὸν ἐκπληρώσαντα αἰῶνα ' εἰμι- ρῖνος. 34

περιλαβὼν δὲ ἄπασαν την περὶ τὰ θεῖα νομοθεσίαν γραφαῖς διεῖλεν εἰς οκτὼ μοίρας, ὁσαι των ιερῶν

ησαν αἱ συμμορίαι.

L XΙΙΙΙ. 'Aπέδωκε δὲ μίαν μεν ἱερουργιῶν διάτα-

20 ξιν τοῖς τριάκοντα κουρίωσιν, οὐς ἔφην τὰ κοινὰ θύειν υπὲρ των φρατριῶν ἱερά. την δευτέραν τοῖς καλουμένοις υπὸ μεν Ἐλληνων στεφηφόροις, υπὸ δε ' μαίων φλάμισιν, ους επι της φορησεως

τῶν πίλων τε και στεμμάτων, ἁ και νυν ἔτι φορουσι 3425 φλάμα καλουντες, οὐτω προσαγορεύουσι. την δε τρίτην τοῖς ηγεμόσι τῶν κελερίων, ους ἔφην ιππεῖς

τε καὶ πεζοὐς στρατευομένους φύλακας ἀποδείκνυσθαι τῶν βασιλέων, καὶ γὰρ ουτοι τεταγμένας τινὰς ιερουργίας ἐπετέλουν. την δε τετάρτην τοῖς ἐξηγου-30 μένοις τὰ θεόπεμπτα σημεῖα και διαιροῶσι τένων ἐστι μηνύματα πραγμάτων ἰδια τε καὶ δημοσία, ους ἀφ' ενὸς εἴδους τῶν θεωρημάτων της τέχνης Ῥωμαῖοι

247쪽

i καλοῶσιν αὐγόρας, ημεῖς δ' αν εἴποιμεν οἰωνοπόλους, ἀπάσης της μαντικης παρ' αὐτοῖς οντας ἐπιστήμονας τῆς τε περὶ τα ουράνια και τα μετάρσια καὶ τα επιγεια. την δὲ πέμπτην ταῖς φυλαττουσαις τὸ ἱερὸν πυρ παρθένοις, αῖ καλουνται προς αυτῶν ἐπὶ bτῆς θεὰς ἐν θεραπεύουσιν εστιάδες, αυτὸς πρῶτος ιερὸν ιδρυσάμενος Ῥωμαίοις Ἐστίας καὶ παρθενους ἀποδείξας αυτῆ θυηπόλους' υπερ ων ολίγα καὶ αυτὰ τὰ αναγκαιότατα, τῆς υποθέσεως ἀπαιτουσης αναγκαῖον εἰπεῖν. ἔστι γὰρ ἶ καὶ ζητησεως ἡξίωται παρὰ 10 πολλοῖς τῶν Ῥωμαῖκῶν συγγραφέων κατὰ τον τόπον τουτον, ών οἱ τὰς αἰτιας οὐκ ἐξητακότες επιμελῶς εἰκαιοτέρας ἐξήνεγκαν τὰς γραφάς. LXV. Tην γοὐν ῖδρυσιν του ιερου Ῥωμύλωτινες ἀνατιθέασι τῶν αμηχανων νομίζοντες εἶναι Ibπόλεως οἰκιζομένης υπ' ἀνδρὸς . ἐμπείρου μαντικῆς μὴ κατασκευασθῆναι πρῶτον εστίαν κοινὴν τῆς πό-4-καὶ ταῶτα ἐνυλβα τοs κτιστου τραφέντος, ἐνηὶ παλαιὸν εξ ου τὸ τῆς θεὰς ταύτης ἱερὸν ιδρυμένονρο, καὶ τῆς μητρὸς αυτοὐ θυηπόλου γενομένης τῆ 20 θεῶ ' διὰιρούμενοί τε διχῆ τὰ ιερὰ και τὰ μεν αυ- τῶν κοινὰ ποιοῶντες καὶ πολιτικὰ, τὰ δὲ ἰδια καὶ συγγενικὰ, δι' ἄμφω ταὐτά φασι πολλὴν ανάγκην εἶναι τῶ Pωμύλω ταύτην σέβειν την θεόν. οἴτε γὰρ αναγκαιότερον ἀνθρώποις ουδεν εἶναι τῆς κοινῆς 25εστίας οἴτε τῶ Ῥωμύλω κατὰ διαδοχὴν γένους οὐδὲν οἰκειότερον προγόνων μὲν ἡπάρχοντι τῶν εξ γλίου τὸ τῆς θεὰς ἱερὰ μετενεγκαμένων, μητρὸς δὲ ἱερείας. ἐοίκασι δ' οἱ διὰ ταῶτα την ῖδρυσιν τοs ιεροs -μvλω μἀλλον ἀνατιθέντες ἡ Νόμα, τὸ μὲν κοινὸν 300ρθως λέγειν, ὁτι πόλεως οἰκιζομένης εστίαν πρῶτον ἔδει ιδρυθῆναι και ταῶτα ἡπ' ἀνδρὸς οὐκ απείρου

248쪽

τῆς περὶ τα θεῖα σοφίας, τὰ δὲ κατὰ μέρος υπέρ τε

τῆς κατασκευῆς τοs νυν ἔντος ιερos και των θεραπευουσῶν τὴν θεὸν παρθένων ἡγνοηκέναι. ουτε γὰρ το χωρίον τοὐτο εν ώ το ιερον φυλάττεται πυρ

5 ' μύλος ὴν ὁ καθιερώσας τῆ θεῶ μέγα δὲ τούτου

τεκμήριον ὁτι τῆς τετραγωνου καλουμενης Pώμης ἐν εκεινος ἐτείχισεν εκτός ἐστιν, ἱστίας δὲ κοινης φιερὸν ἐν τω κρατίστω μάλιστα καθιδρύονται τῆς πόλεως ἄπαντες, ἔξω δὲ τοὐ τείχους οὐδείς) ουτε διαI0 παρθένων τὰς θεραπείας κατεστήσατο τῆ θεῶ μεμνημένος ως ἐμοὶ δοκεῖ τοί περι τὴν μητέρα πάθους , ὐ συνέβη θεραπευούσy τὴν θεὸν τὴν παρθενίαν ἀποβαλεῖν, ώς οὐχ ἱκανὸς ἐσόμενος, εάν τινα των θυηπόλων ευρν διεφθαρμένην, κατὰ τοὐς πα- Id τρίους τιμωρήσασθαι νόμους διὰ τὴν ἐπὶ ταῖς οἰκείαις συμφοραῖς ἀνάμνησιν. διὰ ταῶτα μεν δὴ κοινὸν ιερὸν οὐ κατεσκευάσατο τῆς Ἐστίας οὐδὲ ιερείας ἔταξεν αυτῆ παρθένους, ἐν ἐκάστη δε των τριάκοντα φρατρῶν ιδρυσάμενος ἐστίαν, ἐφ' ἐς ἔθυον οι φρα- 20 τριεις, θυηπόλους αυτῶν ἐποίησε τους των κουριῶν ηγεμόνας τὰ παρ' Ἐλλησιν ἔθη μιμησάμενος, ἁ παρὰ

ταις ἀρχαιοτάταις των πόλεων ἔτι γίγνεται. τά γέ τ0ικαλούμενα πρυτανεῖα παρ' αὐτοις Eστίας ἐστιν ιερὰ, καὶ θεραπεύεται πρὸς των ἐχόντων τὸ μέγιστον ἐν δ 25 ταῖς πόλεσι κράτος. LiXVI. Νόμας δε τὴν αρχὴν παραλαβὼν τὰς μεν ἰδίας οὐκ ἐκίνησε των φρατριῶν ἐστίας, κοινὴν δεκατεστήσατο πάντων μίαν ἐν τω μεταξύ τοs τε Καπιτωλίου καὶ τοὐ Παλατιου χωρίω, συμπεπολισμε

30 νων ξδη των λόφων ἐνὶ περιβόλω και μέσης ἀμφοῖνούσης τῆς αγορῆς, ἐν ἡ κατεσκεύασται τὸ ιερὸν, τροτε φυλακὴν των ιερῶν κατὰ τον πάτριον τῶν Λατώ

249쪽

νων νόμον διὰ παρθένων ἐνομοθέτησε γίνεσθαι' ἔχει δε τινας απορίας καὶ το φυλαττόμενον ἐν τωιερῶ τί δηποτε ἐστι καὶ διὰ τί προσκειται παρθένοις. τινὲς μεν ουν ουδεν ἔ:ω του φανεροs πυρὸς εἶναί νασι το τηρούμενον, την δε φυλακην αυτοs παρθέ- ονοις ἀνακεῖσθαι μῶλλον η ἀνδρασιν οἴονται κατὰ τοεἰκὸς, ὁτι πῶρ μεν αμίαντον, παρθένος δ' ἄφθαρτον , τω δ' ἀγνοτάτω των θείων το καθαρώτατον των θνητῶν φίλον. Εστία δ' ἀνακεῖσθαι το πόρ νομίζουσιν , ὁτι γη τε Ουσα η θεος καὶ τον μεσον κατέ- 10l χουσα τοὐ κόσμου τόπον τὰς ἀνάψεις τοs μεταρσιουποιεῖται πυρὸς ἀφ' εαυτῆς. εἰσὶ δε τινες οῖ φασιν ἔξω τοὐ πυρὸς απόρρητα τοῖς πολλοῖς ιερὰ κεῖσθαί τινα ἐν τω τεμένει της θεῆς, ων οἶ τε ἱεροφάνται την γνῶσιν ἔχουσι καὶ αἱ παρθένοι, τεκμήριον οὐ Ibμικρὸν παρεχόμενοι τοs λόγου το συμβὰν περὶ την ἔμπρησιν τοs ιεροs κατὰ τον Φοινικικὸν πόλεμοντον πρῶτον συστάντα Ῥωμαίοις προς Καρχηδονίους περὶ Σικελίας. ἐμπρησθέντος γὰρ τοὐ τεμένους καὶ των παρθένων φευγουσῶν ἐκ τοὐ πυρὸς των ἱερο- 20φαντῶν τις Λεύκιος Καικίλιος ὁ καλούμενος Μέτελλος ἀνηρ ἡπατικὸς, ὁ τον αοίδιμον ἐκ Σικελίας απὸ Καρχηδονίων καταγαγὼν οκτὼ καὶ τριάκοντα καιεκατὸν ἐλεφάντων θρίαμβον, ἡπεριδὼν της ἰδιας

ασφαλείας τοὐ κοινη συμφέροντος ἔνεκα παρεκιν- 2bδυνευσεν εἰς τα καιόμενα βιασασθαι καὶ τὰ καταλειφθέντα υπῖ τῶν παρθένων ἀρπασας ιερὰ διεσωσεν ἐκ τοs πυρός' ἐφ' ω τιμὰς παρὰ της πόλεως ἐξηνέγκατο μεγάλας, ως η τῆς εἰκόνος αυτοs τῆς ἐν Καπετωλίω γενομένης ἐπιγραφὴ μαρτυρεῖ. τοὐτο δη 30 λαβόντες ὁμολογουμενον ἐπισυνάπτουσιν αυτοὶ στο- 8 χασμούς τινας ἰδίους, οἱ μεν ἐκ τῶν ἐν Σαμοθράκp

DION. I. 13

250쪽

194 - B - λέγοντες ἱερῶν μοῖραν εἶναί τινα φυλάττομένην τηνἐνθάδε, Λαρδάνου μὲν εἰς την υφ' ἐαυτου κτισθεῖσαν πόλιν ἐκ της νήσου τα ἱερὰ μετενεγκαμένου, Αἰνείου δὲ, ὁτε ἔφυγεν ἐκ της Πωάδος ἀμα5 τοῖς ἄλλοις καὶ ταυτα κομίσαντος εἰς 'Ιταλίαν, οι τὸ διοπετὲς Παλλάδιον ἀποφαίνοντες εἰναι το παργλιευσι γενόμενον, ὼς Αἰνείου κομίσαντος αυτο διεμπειρίαν, 'Aχαιῶν δε το μίμημα αυτοὐ λαβόντων

κλοπῆ ' περι ου πολλοι σφόδρα εἴρηνται ποιηταις 10 τε και συγγραφευσι λόγοι. εγὼ δε το μὲν εἶναι τινα

τοῖς πολλοῖς ἄδηλα ιερὰ φυλαττόμενα υπὸ τῶν παρθένων και Ου το πυρ μόνον εκ πολλῶν πάνυ καταλαμβάνομαι, τίνα ταυτ ἔστιν Ουκ ἀξιῶ πολv- πραγμονεῖν ουτ' ἐμαυτὸν ουτε ἄλλον ουδένα των 15 βουλομένων τα προς θεοὐς οσια τηρεῖν.

LXVII. Aἱ δε θεραπεύουσαι την θεὸν παρθέν0ι τέτταρες μὲν ἐσαν κατ' ἀρχὰς τῶν βασιλέων αντάς αιρουμένων ἐφ' οις κατεστήσατο δικαίοις ο Νόμας, υστερον δε διὰ πλῆθος τῶν ἱερουργιῶν οῦς ἐπιτελου- δ20 σιν γενόμεναι μέχρι του καθ' ημῆς διαμένουσι χρόνου δίαιταν ἔχουσαι παρὰ τῆ θεω, ἔνθα ὁ ημέρας μὲν ουδεὶς ἀπείργεται τῶν βουλομένων εἰσιέναι, νυκτωρ ουδενὶ τῶν ἀρρένων ἐναυλίσασθαι θέμις. χρόνον δε τριακονταετῆ μένειν αυτὰς ἀναγ- 25 καῖον ἀγνὰς γάμων θυηπολούσας τε καὶ τἄλλα θρησκευουσας κατὰ νόμον , ἐν ω δέκα μεν ἔτη μανθάνειν αυτὰς ἔδει, δέκα δ' ἐπιτελεῖν τὰ ιερὰ, τὰ δὲ λοιπα δέκα διδάσκειν ετέρας. ἐκπληρωθείσης δὲ τῆς τρια κονταετίας ουδὲν ην τὸ κωλυσον τὰς βουλομένος 30 ἀποθείσας τὰ στέμματα και τὰ λοιπὰ παράσημα τῆς

ἱερωσύνης γαμεῖσθαι. και ἐποίησάν τινες τοὐτο πάνυ

ὀλιγαι, αις ἄζηλοι συνέβησαν αἱ τελευταὶ τῶν βίων

SEARCH

MENU NAVIGATION