Herodoti Historiarum libri 9. curavit Henr. Rudolph Dietsch

발행: 1856년

분량: 392페이지

출처: archive.org

분류: 미분류

241쪽

HERODOTI λέr, υπὸ δε ἀναγκαίης ἐχόμενοι ἐς Θερμοπύλας ἀπικοίατο,

καὶ αναίτιοι εἶεν του τρώματος του γεγονότος βασιλέι 'ως τε ταυτα λέγοντες περιεγίνοντο ' εἶχον γὰρ καὶ Θεμσαλους των λόγων τούτων μάρτυρας. Ου μέντοι τα γε

πάντα ευτύχησαν ώς γὰρ αυτους ἔλαβον οἱ βάρβαροι

ἐλθόντας, τους μεν τινας καὶ ἀπέκτειναν προσιόντας, τοὐς δὲ πλευ-ς αυτῶν κελευσαντος Σέρξεω ἔστιζον στίγματα βασιλήω, ἀρξάμενοι α- του στρατηγου Λεοντι δεω, του τον παῖδα Ευρύμαχον χρόνω μετέπειτεν ἐφόνευσαν Πλαταιέες στρατηγησαντα ἀνδρῶν Θηβαίων τ τρακοσίων καὶ σχόντα τὸ ἄστυ το Πλαταιέων.

234 οἱ μὲν δη περὶ Θερμοπυλας Ἐλληνες Ουτω ήγωνίσαντο, Σερξης δὲ καλέσας Λημάρητον εἰρώτα ἀρξάμενος ἐνθένδε Θημάρητε, ἀνηρ εις ἀγαθός. τεκμαίρομαι δετη ἀληθείη ' ὁσα γὰρ εἶπας, ἄπαντα ἀπέβη ουτω. νυν δεμοι εἰπὲ, κόσοι τινές εἰσι οἱ λοιποὶ Λακεδαιμόνιοι, καὶ τούτων ὁκόσοι τοιουτοι τὰ πολέμια, εἴτε καὶ ἄπαντες. υ δ' εἶπε - Σὸ βασιλευ, πλῆ ς μὲν πάντων των -κεδαιμονίων πολλὸν καὶ πόλιες πολλαί τὸ δὲ ἐθέλεις ἐκμαθεῖν, εἰδήσεις. ἔστι ἐν π Λακεδαίμονι Σπάρτη πόλις ἀνδρῶν ὀκτακισχιλίων μάλιστά κη, καὶ ουτοι πάντες εἰσι ὁμοῖοι τοῖσι ἐνθάδε μαχεσαμένοισι ' οι γε μην ἄλλοι Λακεδαιμόνιοι τούτοισι μὲν ουκ ὁμοῖοι, ἀγαθοὶ δέ. απεπρος ταυτα Σέρξης ' Θημάρητε, τέω τρόπω ἀπονητότατα των ἀνδρῶν τούτων ἐπικρατήσομεν; ἴθι ἐξηγέεο. συ γὰρ ἔχεις αυτῶν τὰς διεξόδους τῶν βουλευμάτων οἷα βασι- 235 λευς γενόμενος. υ δὲ ἀμείβετο ra βασιλευ, εἰ μὲν δησυμβουλεύεαί μοι προθύμως, δίκαιόν μέ σοί ἐστι φοάζειν τὸ ἄριστον. εἰ τῆς ναυτικῆς στρατιῆς νέας τοιηκΟ. σίας ἀποστείλειας ἐπὶ την Λάκαιναν χώρην. ἔστι δὲ ἐπ' αυτῆ νῆσος ἐπικειμένη, τῆ ουνομά ἐστι Κύθηρα, την .Xίλων ἀνὴρ παρ' ἡμῖν σοφώτατος γενόμενος κέρδος μέ

242쪽

LIB. VII. c A P. 233 - 236.

ζον ἔφη εἶναι Σπαρτιήτησι κατὰ τῆς θαλάσσης καταδεδυκέναι μῆλλον η ὐπερέχειν, αἰεί τι προσδοκῶν απ' αυτῆς τοιοsτο ἔσεσθαι, οIόν τι ἐγὼ ἐξηγέομαι, Οὐτι τον σὸν στόλον προειδῶς, ἀλλα πάντα ομοίως φοβεόμενος ἀνδρῶν στόλον. ἐκ ταυτης ἁν τῆς νήσου ὁρμεόμενοι φοβεόντων τους Λακεδαιμονίους. παροίκου δὲ πολέμου σφι

ἐόντος οἰκηχυ ουδὲν δεινοὶ ἔσονταί τοι, μὴ τῆς ἄλλης 'Eλλάδος ἁλισκομένης υπὸ του πεζου βοηθέωσι ταυτη. καταδουλωθείσης δε τῆς ἄλλης Ἐλλάδος, ἀσθενὲς ήδη τοAακωνικὸν μολον λείπεται. ἐν δὲ ταυτα μὴ ποιῆς, τάδε

τοι προσδόκα ἔσεσθαι ' ἔστι τῆς Πελοποννήσου ἰσθμὸς στεινός ' ἐν τουτω τω χώρω πάντων Πελοποννησίων συνομοσάντων ἐπὶ σοὶ μάχας ἰσχυροτέρας ἄλλας των γενομένων προσδέκεο ἔσεσθαί τοι. εκεῖνο δε ποιήσαντι αμαχητὶ ο τε ἰσθμὸς ουτος καὶ αἱ πόλιες προσχωρήσουσι.

Λέγει μετὰ τομον Ἀχαιμένης ἀδελφεός τε ἐὼν Σέρξεω 236

καὶ του ναυτικοs στρατοs στρατηγὸς, παρατυχών τε τω

λόγω καὶ δείσας, μη ἀναγνωσθῆ Σέρξης ποιέειν ταλα 'Τὸ βασιλεs, ὁρέω σε ἀνδρὰς ἐνδεκόμενον λόγους, ος φθονέει τοι ευ πρήσσοντι ῆ καὶ προδιδοῖ πρήγματα τὰ σά.

και γὰρ δη καὶ τρόποισι τοιουτοισι χρεόμενοι οἱ Ελληνες χαίρουσι ' του τε ευτυχέειν φθονέουσι καὶ - κρέσσον στυγέουσι. εἰ δ' ἐπὶ τῆσι παρεουσῖσι τυχησι, τω νέες νεναυηγήκασι τετρακόσιαι, ἄλλας ἐκ τοs oτρατοπέδου τριηκοσίας αποπέμψεις περιπλώειν Πελοπόννησον, αξι

μαχοί τοι γίνονται οἱ αντίπαλοι ἁλὴς δὲ ἐὰν ὁ ναυτικὐς στρατὼς δυσμεταχείριστός τε αὐτοῖσι γίνεται, καὶ αρχὴνο- αξιόμαχοί τοι ἔσονται, καὶ πας ὁ ναυτικὸς τῶ πεζῶἀρήξει καὶ ὁ πεζὸς τω ναυτικω ὁμos πορευόμενος ' εἰ δεδιασπάσεις, οὐ τε συ ἔσεαι ἐκείνοισι χρήσιμος οὐτε ἐκεῖνοι σοί. τὰ σεωυτοῶ δὲ τιθέμενος ευ γνώμην ἔχε τὰ των ἀντιπολέμων μὴ ἐπιλέγεσθαι πρήγματα, τῆ τε στήσονται

243쪽

HERODOTI τον πόλεμον, τά τε ποιήσουσι, Oσοι τε πλῆθος εἰσί. ἱκανοὶ γὰρ εκεῖνοι γε αυτοὶ ἐωυτῶν περι φροντίζειν εἰσὶ, ημεῖς δε ἡμέων ώσαυτως. Λακεδαιμόνιοι δὲ ἐν ἐυσι ἀντία Πέρσησι ἐς μάχην, ουδὲν το παρεὸν τρῶμα ἀνιευν- 237 ται. Ἀμείβεται Σέρξης τοισίδε ' Ῥχαίμενες, ευ τέ μοι δοκέεις λέγειν καὶ ποιησω ταυτα. Θημάρητος δὲ λέγει μὲν τὰ ἄριστα ἔλπεται εἶναι ἐμοὶ, γνώμη μέντοι ἐσσουται υπὀσευ. ου γὰρ δη ἐκεῖνό γε ἐνδέξομαι, ὁκως Ουκ ευνοέει τοῖσι ἐμοῖσι πρήγμασι, τοῖσί τε λεγομένοισι πρότερον ἐκ τούτου σταθμώμενος καὶ τῶ ἐόντι, ὁτι πολιητης μεν πολιήτη ευ πρήσσοντι φθονέει καὶ ἐστι δυσμενὴς τη σιγῆ, ουδ' αν συμβουλευομένου του ἀστου πολιητης ἀνηρ τὰ ἄριστά οἱ δοκέοντα εἶναι ὁποθέοιτο, εἰ μη πρόσω αρετῆς ἀνήκοι, σπάνιοι δ' εἰσὶ οἱ τοιουτοι, ξεῖνος δὲ ξείνω ευπρήσσοντί ἐστι ευμενέστατον πάντων, συμβουλευομένου τε δν συμβουλεύσειε τὰ ἄριστα. ουτω ἀν κακολογίης πέρι τῆς ἐς Θημάρητον, ἐόντος ἐμοὶ ξείνου, ἔχεσθαί τινα τυυ238 λοιπos κελεύω. Tαυτα εἴπας Σέρξης διεξηζε διὰ των νεκρῶν, καὶ Λεωνίδεω, ακηκοὼς ἔτι βασιλεύς τε ἐν καὶ στρατηγὸς Λακεδαιμονίων, ἐκέλευσε ἀποταμόντας την κεφαλὴν ἀνασταυρῶσαι. δῆλά μοι πολλοῖσι μὲν καὶ ἄλλοισι τεκμηρίοισι, ἐν δὲ καὶ τωδε ο- ῆκιστα γέγονε, ἔτι βασιλεM Σέρξης πάντων δη μάλιστα ανδρῶν ἐθυμώθη ζώοντι Λεωνίδη ' ου γὰρ ἄν κοτε ἐς τον νεκρον ταυτα παρενόμησε, ἐπεὶ τιμὰν μάλιστα νομίζουσι των ἐγὼ οἶδα ανθρώπων Πέρσαι ἄνδρας ἀγαθοῶς τὰ πολέμια. Οι μὲν 239 δὴ ταυτα ἐποίευν, τοῖσι ἐπετέτακτο ποιέειν. υνειμι δὲ ἐκεῖσε του λόγου, τῆ μοι πρότερον ἐξέλιπε. 'Eπύθοντο

Λακεδαιμόνιοι, ἔτι βασιλεὐς στέλλοιτο ἐπὶ την Ἐλλάδα, πρῶτοι, καὶ ουτω δὴ ἐς τὸ χρηστήριον το ἐς Λελφους ἀπορ πεμψαν, ἔνθα δή σφι ἐχρήσθη τὰ ὀλίγω πρότερον εἶπον ' ἐπύθοντο δὲ τρόπω θωυμασω. Θημάρητος γὰρ ὁ ωρμ

244쪽

Ι. Ι B. VII. O A P. 236 -LI B. VIII. C A P. I. 225στωνος φυγὼν ἐς Μήδους, ῶς μὲν ἐγὼ δοκέω, καὶ τὸ

οἰκος ἐμοὶ συμμάχεται, ουκ ῆν ευνοος Λακεδαιμονίοισι, πάρεστι δε εἰκάζειν, εἴτε ευνοίη ταυτα ἐποίησε εἴτε καὶ καταχαίρων ' ἐπεί τε γὰρ Σέρξη ἔδοξε στρατηλατέειν ἐπὶ την Ἐλλάδα, ἐὼν ἐν Σουσοισι ὁ Θημάρητος καὶ πυθμμενος ταυτα ήθέλησε Λακεδαιμονίοισι ἐξαγγεῖλαι. ἄλλως μεν δη ουκ εἶχε σημῆναι' ἐπικίνδυνον γὰρ ἡν, μη λαμφθείη ὁ δε μηχανῆται τοιάδε δελτίον δίπτυχον λαβὼν του κηρὸν αυτου ἐξέκνησε, καὶ ἔπειτεν ἐν τῶ ξυλω του δελτίου ἔγραψε την βασιλέος γνώμην, ποιήσας δὲ ταυταδήσω ἐπέτηξε τον κηρὼν ἐπὶ τὰ γράμματα, ῖνα φερόμενον κεινον τὰ δελτίον μηδεν πρῆγμα παρέχοι προς των ὁδοφυλάκων. ἐπεὶ δὲ καὶ ἀπίκετο ἐς την Λακεδαίμονα, ουκ εἶχον συμβαλέσθαι οἱ Λακεδαιμόνιοι, πρίν γε δη σφι,ώς ἐγὼ πυνθάνομαι, Κλεομένεος μεν θυγάτηρ, Λεωνίδεω δε γυνὴ Γοργὼ υπέθετο ἐπιφρασθεισα αυτη, τον

κηρὸν κνὰν κελευουσα, και ευρήσειν σφέας γράμματα ἐν τῶ ξυλω. πειθόμενοι δε ευρον καὶ ἐπελέξαντο, ἔπειτενδε τοῖσι ἄλλοισι Γλλησι ἐπέστειλαν. Tαυτα μὲν δη ουτωλέγεται γενέσθαι.

ΕΠΙΓPAΦΟΜENΗ ΟΥPANIA. OI ΘΚ Ἐλληνων ἐς του ναυτικὸν στρατὸν ταχθέντες L ῆσαν orδε' Ἀθηναῖοι μὲν νέας παρεχόμενοι επτὰ καὶ εἴκοσι καὶ εκατόν ' υπὸ δὲ αὐετῆς τε καὶ προθυμίης Πλα-

245쪽

ταιέες, απειροι τῆς ναυτικῆς ἐοντες, συνεπλήρουν τοῖσι 'Aθηναίοισι τὰς νέας ' Κορίνθιοι δὲ τεσσεράκοντα νέας παρείχοντο, Μεγαρέες δε εἴκοσι και λκιδέες ἐπλήρουν εἴκοσι Ἀθηναίων σφι παρεχόντων τὰς νεας, Αἰγινῆται δὲ ὀκτωκαίδεκα, Σικυώνιοι δε δυώδεκα, Λακεδαιμόνιοι δε δέκα, Ἐπιδαύριοι δε οκτὼ, Ερετριέες δε επτὰ, 'οιζήνιοι δὲ πέντε, Στυρέες δὲ δυο καὶ Κεῖοι δυο τε νέας καὶ πεντηκοντέρους δυο. Λοκροὶ δε σφι οἱ Οπουντιοι 2 ἐπεβοήθεον πεντηκοντέρους ἔχοντες επτά. Hσαν μευ ἄνουτοι οἱ στρατευόμενοι ἐπ Αρτεμισιον, εἰρηται δε μοι καὶ ως το πλῆθος ἔκαστοι των νεῶν παρείχοντο. ἀριθμὸς δὲ των συλλεχθεισέων νεῶν ἐπ Ἀρτεμίσιον ἐν, πάρεξτων πεντηκοντέρων, μία καὶ ἐβδομήκοντα καὶ διηκόσιαι. τον-στρατηγὸν τον τὸ μέγιστον κράτος ἔχοντα παρείχοντο Σπαρτιῆται ρυβιάδεα τον ρυκλείδεω. οἱ γαρ

συμμαχοι Ουκ ἔφασαν, ἐν μὴ ὁ Aάκων ἡγεμονεύη, Ἀθη- ωαίοισι ἔψεσθαι ἡγεομένοισι, ἀλλα λυσειν τὸ μέλλον ἔσε-3 σθαι στράτευμα. Ἐγένετο γαρ κατ ἀρχὰς λόγος, πριν ἐκαὶ ἐς Σικελίην πέμπειν ἐπὶ συμμαχίην, ώς τὸ ναυτικὸν

Ἀθηναίοισι χρεὼν εἴη ἐπιτράπειν. ἀντιβάντων δὲ των συμμάχων εἶκον οἱ Ἀθηναῖοι, μέγα πεποιημένοι περιεμναι την Ἐλλάδα, καὶ γνόντες, εἰ στασιάσουσι περὶ τῆς

ἡγεμονίης, ῶς ἀπολέεται ἡ Ἐλλὰς, ὀρθὰ νοευντες ε στάσις γαρ ἔμφυλος πολέμου ὁμοφρονέοντος τοσούτω κάκιον ἐστι, ὁσω πόλεμος εἰρήνης. Ἐπιστάμενοι ων αυτοτουτο οὐκ ἀντέτεινον, ἀλλ' εἶκον, μέχρι ὁσου κάρτα ἐδμοντο αυτῶν, ώς διέδεξαν. λ γὰρ διωσάμενοι τον Πέρσην περὶ τῆς ἐκείνου ἡδη τον αγῶνα ἐποιεsντο, πρότα- σιν την Παυσανίεω Θριν προωχόμενοι ἀπείλοντο την ἡγεμονίην τους Λακεδαιμονίους. αλλὰ ταυτα μὲν. ἴστε-

νων ἀπικόμενοι ώς ειδον νέας τε πολλὰς καταχθείσας ἐς

246쪽

L. IB. VIII. C A P. 1 - s. 227

τὰς Ἀφετὰς καὶ στρατιῆς ἄπαντα πλέα, ἐπεὶ αυτοῖσι παρὰ δόξαν τὰ πρηγματα των βαρβάρων ἀπέβαινε ἡ ως αυτοὶ κατεδόκεον, καταρρωδήσαντες δρησμὸν ἐβουλεύοντο απὸ τοs Ἀρτεμισίου ἔσω ἐς την Ελλάδα. γνόντες δέ σφεας οἱ βοέες ταμα βουλευομένους ἐδέοντο Εὐρυβιάδεω προσμεῖναι χρόνον ολίγον, ἔ- αν αυτοὶ τέκνα τε και τοὐς οἰκέτας υπεκθέωνται. ως δὲ οὐκ ἔπειθον, μεταβάντες τον Ἀθηναίων στρατηγὸν πείθουσι Θεμιστοκλέα ἐπὶ μισθῶ τριήκοντα ταλάντοισι, ἐπ' ω τε καταμείναντες προ τῆς Eυβοίης ποιήσονται την ναυμαχίην. 'O Sδὲ Θεμιστοκλέης τοὐς Ελληνας ἐπισχεῖν Αδε ποιέει ' Ευ- ρυβιάδη τούτων των χρημάτων μεταδιδοῖ πέντε τάλανταώς παρ' μυτos δῆθεν διδούς. ώς δέ οἱ oύτος ἀνεπέπεμστο, Ἀδείμαντος γὰρ ὁ Πκυτου Κορινθίων στρατηγὀς των λοιπῶν ἡσπαιρε μοsνος, φάμενος ἀποπλώσεσθαί τε απὸ τos Ἀρτεμισίου καὶ ου παραμενέειν, προς δη τομον εἶπε ὁ Θεμιστοκλέης ἐπομόσας ' ου συ γε ἡμέας απολεμψεις, ἐπεί τοι ἐγὼ μέζω δῶρα δώσω, ῆ βασιλεὐς αν τοι

ὁ Μηδων πέμψειε ἀπολιπόντι τοὐς συμμάχους. Ἀμά τε ἄμα ήγόρευε και πέμπει ἐπὶ την νέα την 'Aδειμάντου τάλαντα αργυρίου τρία. ολοί τε δὴ πληγέντες δώροισιαναπεπεισμένοι ἰσαν, και τοῖσι Εὐβοεsσι ἐκεχάριστο, αυ-

τός τε ὁ Θεμιστοκλέης ἐκέρδηνε, ἐλάνθανε δὲ τὰ λοιπὰ ἔχων, ἀλλ' ήπιστέατο οἱ μεταλαβόντες τούτων τῶν χρημάτων, ἐκ τῶν Ἀθηνέων ἐλθεῖν ἐπὶ τῶ λόγω τούτω τὰ

χρηματα.

Oυτω δὴ κατέμεινάν τε ἐν τῆ Κυβοίη καὶ ἐναυμά- 6χησαν. ἐγένετο δὲ ώδε ἐπεί τε δὴ ἐς τὰς 'Aφετὰς περὶ

δείλην πρωχν γινομένην ἀπίκατο οι βάρβαροι, πυθύ- μενοι μὲν ἔτι καὶ πρότερον περὶ τὸ 'Αρτεμίσιον ναυλοχέειν νέας Ἐλληνίδας ὀλίγας, τότε δὲ αυτοὶ ἰδόντες, πρόθυμοι ησαν ἐπιχειρέειν, εἴ κως ἔλοιεν αυτάς. ἐκ μὲν δὴ

247쪽

ΗΕRODOTI τῆς ἀντίης προσπλώειν ου κώ σφι ἐδόκεε τῶνδε εῖνεκεν, μή κως ἰδόντες οἱ Ἐλληνες προσπλώοντας ἐς φυγην ὁρμήσειαν, φευγοντας τε εὐφρόνη καταλάβοι ' και ἔμελλον δῆθεν ἐκφεύξεσθαι, ἔδεε δὲ μηδὲ πυρφόρον τῶ ἐκείνων 7 λόγω ἐκφυγόντα περιγενέσθαι. Προς ταυτα ἁν τάδε ἐμηχανέοντο ' των νεῶν ἁπασέων ἀποκρίναντες διηκοσίας

περιέπεμπον ἔξωθεν Σκιάθου, - ἀν μὴ ὀφθέωσι -δτῶν πολεμίων περιπλώουσαι βοιαν κατά τε Καφηρέα καὶ Γεραιστὸν ἐς τὀν ριπον, ῖνα δη περιλαβοιεν, οι μὲν ταύτη ἀπικόμενοι κώὶ φράξαντες αυτῶν την ὀπίσω φέρουσαν οδὸν, σφεῖς δε ἐπισπόμενοι ἐξ ἐναντίης. ταυταβουλευσάμενοι απέπεμπον τῶν νεῶν τὰς ταχθείσας, αυτοὶ Ουκ ἐν νόω ἔχοντες ταυτης τῆς ἡμερης τοῖσι Ἐλλησιμι σεσθαι, ουδὲ πρότερον ἡ τὸ σύνθημά σφι ἔμελλε φανήσεσθαι παρὰ τῶν περιπλωόντων ώς ἡκόντων. τα τας μεν δη περιέπεμπον, τῶν δὲ λοιπέων νεῶν ἐν τῆσι 8 Ἀφετῆσι ἐποιευντο ἀριθμόν. Ἐν δὲ τουτω τῶ χρόνω, ἐν τῶ ουτοι αριθμὸν ἐποιευντο τῶν νεῶν ῆν γὰρ ἐν τῶ στρατοπέδs τουτω Σκυλλίης Σκιωναῖος δυτης τῶν τότε ανθρώπων ἄριστος, δς καὶ ἐν τῆ ναυηγίη τῆ κατὰ τὰ Πήλιον γενομένη πολλὰ μὲν ἔσωσε τῶν χρημάτων τοῖσι Πέρσησι, πολλὰ δε καὶ αυτὰς περιεβάλετο , ουτος ὁ Σκυλλίης ἐν νόω μὲν εἶχε ἄρα καὶ πρότερον αὐτομολήσειν ἐς τους Ελληνας, ἀλλ' ου γάρ οἱ παρέσχε ώς τότε. οτεω μὲν δη τρόπω τὸ ἐνθευτεν ἔτι ἀπίκετο ἐς τους Ελληνας, ουκἔχω εἶπαι ἀτρεκέως, θωυμάζω δὲ, εἰ τὰ λεγόμενά ἐστι ἀληθέα. λέγεται γὰρ, ῶς ἐξ 'Aφετέων δυς ἐς την θάλασσαν ου πρότερον ἀνέσχε, πριν ῆ ἀπίκετο ἐπὶ τὸ 'Αρτεμ σιον, σταδίους μάλιστά κη τούτους ἐς ὀγδώκοντα διὰ τῆς θαλάσσης διεξελθών. λέγεται μέν νυν καὶ ἄλλα ψευδέσι ἐκελα περὶ του ἀνδρὸς τούτου, τὰ δε μετεξέτερα ἀλη- θω. περὶ μέντοι τούτου γνώμη μοι ἀποδεδέχθω πλοίω

248쪽

μιν ἀπικέσθαι ἐπὶ τὸ Ἀρτεμίσιον. ώς δὲ ἀπίκετο, αὐτίκα

εσημηνε τοῖσι στρατηγοῖσι την τε ναυηγίην ῶς γένοιτο, καὶ τὰς περιπεμφθείσας των νεῶν περὶ βοιαν. seto sἀκούσαντες οἱ Ἐλληνες λόγον σφίσι αυτοῖσι ἐδίδοσαν. πολλῶν δε λεχθέντων ἐνίκα την ὴμέρην εκείνην αυτοί μείναντάς τε καὶ αυλισθέντας, μετέπειτεν νύκτα μέσην παρέντας πορεύεσθαι καὶ απαντῶν τησι περιπλωοsσkσι των νεῶν. μετὰ δὲ τοsτο, ως ουδείς σφι ἐπέπλωε, δειλην

ὀψίην γινομένην της ἡμέρης φυλαξαντες αυτοὶ ἐπανέπλωον ἐπὶ τους βαρβάρους, απόπειραν αυτῶν ποιήσασθαι βουλόμενοι τῆς τε μάχης καὶ τos διεκπλόου. υρέον- 10τες δε σφεας οἶ τε ἄλλοι στρατιῶται οἱ Σέρξεω καὶ οἱ στρατηγοὶ ἐπιπλώοντας νηυσὶ ὀλίγησι, πάγχυ σφι μανίην ἐπενείκαντες ἀνῆγον καὶ αυτοὶ τὰς νέας, ἐλπίσαντές σφεας ευπετέως αἱρήσειν, οἰκότα κάρτα ἐλπίσαντες. τὰς μέν γε τῶν Ἐλλήνων ὁρέοντες ὀλίγας νέας, τὰς δὲ μυτῶν πλή-

θεῖ τε πολλαπλησίας καὶ ἄμεινον πλωούσας, καταφρονήσαντες ταὐτα ἐκυκλοsντο αυτοὐς ἐς μέσον. ὀσοι μέν νυν των γωνων ῆσαν ευνοοι τοῖσι Ελλησι, ἀέκοντές τε ἐστρατεύοντο, συμφορήν τε ἐποιευντο μεγάλην, ὁρέοντες περιεχομένους αυτοὐς καὶ ἐπιστάμενοι ώς Ουδεὶς αυ- τῶν ἀπονοστήσει ' ουτω ἀσθενέα σφι ἐφαίνετο εἶναι τὰ

των Ἐλλήνων πρήγματα. ὁσοισι δε καὶ ἡδομένοισι ἐν τὀ γινόμενυν, ἄμιλλαν ἐποιελτο, οκως αυτὸς ἔκαστος πρῶτος νέα Ἀττικὴν ίλων δῶρα παρὰ βασιλέος λάμψεται. Ἀθηναίων γὰρ αυτοῖσι λόγος ἐν πλεῖστος ἀνὰ τὰ στρατόπεδα. Tοῖσι δὲ Ελλησι λ ἐσήμηνε, πρῶτα μεν αντί- 13 πρωροι τοῖσι βαρβάροισι γενόμενοι ἐς τὸ μέσον τὰς πρύμνας συνήγαγον, δεύτερα δὲ σημήναντος ἔργου εἴχοντο, ἐν ὀλίγφ περ απολαμφθέντες καὶ κατὰ στόμα. ἐνθαυτα τριήκοντα νέας αἱρέουσι τῶν βαρβάρων καὶ τον Γόργου τοs Σαλαμινίων βασιλέος αδελφεὸν Φιλάονα τον προ

249쪽

HERODOTI σιος, λόγιμον ἐόντα ἐν τῶ στρατοπέδω ἄνδρα. πρῶτος δε Ἐλληνων νέα των πολεμίων Hλε ἀνὴρ Ἀθηναῖος Λυκομήδης Αἰσχραίου, καὶ τὸ ἀριστήων ἔλαβε ουτος. τους δ' ἐν τη ναυμαχίη ταυτη λεραλκέως αγωνιζομένους νυξ ἐπελθουσα διέλυσε. οἱ μεν δη Ἐλληνες ἐπι το Ἀρτεμίσιον ἀπέπλωον, οἱ δὲ βάρβαροι ἐς τὰς Ἀφετὰς, πολλὸν παρὰ δόξαν ἀγωνισάμενοι. ἐν ταυτη τη ναυμαχίη Ἀντίδωρος Λήμνιος μουνος των συν βασιλ Ἐλλήνων ἐόντων αυτ μολέει ἐς τους Ἐλληνας, καὶ οἱ Ἀθηναῖοι διὰ τosto τὰ 12 ἔργον ἔδοσαν αυτῶ χῶρον ἐν Σαλαμῖνα Mς δὲ ε ρόνη ἐγεγόνεε, ῆν μεν τῆς ἄρης μέσον θέρος, ἐγίνετο δὲ υδωρ τε ἄπλετον διὰ πάσης τῆς νυκτὸς καὶ σκληραὶ βρονταὶαπὰ -s Πηλίου ρ οἱ δὲ νεκροὶ καὶ τὰ ναυήγια ἐξεφορέοντο ἐς τὰς Ἀφετὰς, καὶ περί τε τὰς πρωρας τῶν νεῶν εἱλέοντο καὶ ἐτάρασσον τους ταρσους τῶν κωπέων. οἱ δὲ στρατιῶται οἱ ταυτη ἀκουοντες ταυτα ἐς φόβον κατιστέατο, ἐλπίζοντες πάγχυ ἀπολέεσθαι ἐς ola κακὰ ἐκον ' πρινγὰρ ἡ καὶ ἀναπνευσαί σφεας ἔκ τε τῆς ναυηγίης καὶ του χειμῶνος τοs γενομένου κατὰ Πήλιον υπέλαβε ναυμαχίη καρτερὴ, ἐκ δὲ τῆς ναυμαχίης δμβρος τε λάβρος καὶ φευ- ματα ἰσχυρὰ ἐς θάλασσαν ἄρμημένα βρονταί τε σκληραί. 13 Και τουτοισι μὲν τοιαυτη νυξ ἐγίνετο, τοῖσι δὲ ταχθεῖσι αυτῶν περιπλώειν βοιαν ἡ αυτή περ ἐουσα νυξ πολλὸν ἐν ἔτι ἀγριωτέρη , τουουτω ὁσω ἐν πελάγεῖ φερομένοισι ἐπέπιπτε, καὶ τὸ τέλος σφι ἐγένετο ἄχαρι ώς γὰρ δὴ πλώουσι αυτοῖσι χειμών τε καὶ τὸ υδωρ ἐπεγίνετο Afσι κατὰ τὰ Κοῖλα τῆς Eυβοίης, φερόμενοι τῶ πνευματι καὶ ουκ εἰδότες τη ἐφέροντο, ἐξέπιπτον προς τὰς πέτρας. ἐποιέετό τε παν υπὸ του θ.εου, ὁκως ἄν ἐξισωθείη τῶ Ελληνικω τὸ Περσικὸν μηδὲ πολλῶ πλέον εχ. Oυτοι μέν νυν περὶ τὰ Κοῖλα τῆς Eυβοίης διεφθείροντο,

14 οἱ δὲ ἐν Mφετῆσι βάρβαροι, ῶς σφι ἀσμένοισι ἡμέρη ἐπ

250쪽

LIB. VBI. CAP. II - 16.

λαμψε, ἀτρέμας τε εἶχον τὰς νέας, καί σφι ἀπεχρῆ- κακῶς πρήσσουσι ἡσυχίην ἄγειν ἐν τῶ παρεόντι. τοῖσι Ἐλλησι ἐπεβοήθεον νέες τρεῖς και πεντήκοντα Ἀττικαί. αὐταί τε δή σφεας ἐπέρρωσαν ἀπικόμεναι, καὶ ἄμα ἀρογελίη ἐλθοs- ώς των βαρβάρων οι περιπλώοντες την βοιαν πάντες εἴησαν διεφθαρμένοι υπὸ τοs γενομένου χειμῶνος. φυλάξαντες δη την αυτὴν ἄρην πλώοντες ἐπ πεσον νηυσὶ Κιλίσσησι, ταυτας δε διαφθείραντες, ῶς εὐφρόνη ἐγένετο, ἀπέπλωον ὀπίσω ἐπὶ τὰ ' τεμίσιον. ίτη δε ἡμέρy δεινόν τι ποιησάμενοι οἱ στρατηγοὶ των Hβαρβάρων νέας ουτω σφι ὀλίγας λυμαίνεσθαι καὶ τὸ απὸ Σέρξεω δειμαίνοντες οὐκ ἀνέμειναν ἔτι τους Ἐλληνας μάχης ἄρξαι, ἀλλα παρακελευσάμενοι κατὰ μέσον ἡμερης ἀνῆγον τὰς νέας. συνέπιπτε δὲ ἄστε τῆσι αὐτῆσι ἡμέρη τὰς ναυμαχίας γίνεσθαι ταύτας καὶ τὰς πεζομαχίας τὰς . ἐν Θερμοπυλησι. ην δὲ πας ὁ αγὼν τοῖσι κατὰ θάλαμσαν περὶ του Eυρίπου, ῶσπερ τοῖσι ἀμφὶ Λεωνίδην την ἐσβολὴν φυλάσσειν. οἱ μεν δὴ παρεκελευοντο ὁκως μὴ παρήσουσι ἐς τὴν Ἐλλάδα τους βαρβάρους, οἱ δ' ὁκως τὰ Ἐλληνικὸν στράτευμα διαφθείραντες τos πόρου κρατήσουσι. 'Sὸς δὲ ταξάμενοι οἱ Σέρξεω ἐπέπλωον, οἱ Ἐλ- 16ληνες ἀτρέμας εἶχον προς τῶ Ἀρτεμισίφ. οἱ δε βάρβαροι

μηνοειδὲς ποιήσαντες των νεμ ἐκυκλέοντο, λ περιλάβοιεν αυτούς. ἐνθεsτεν οἱ Ἐλληνες ἐπανέπλωόν τε καὶ συνέμισγον. ἐν ταυτn τῆ ναυμαχίη παραπλήσιοι ἀλλήλοισι ἐγένοντο. ὁ γὰρ Σέρξεω στρατὸς υπὸ μεγάθεός τε

καὶ πλήθεος αυτὸς ὐπ' ἐωυτου ἔπιπτε, ταρασσομένων τε των νεῶν καὶ περιπιπτουσέων περὶ ἀλλήλας ' δμως μέντοι ἀντεῖχε καὶ ουκ εἶκε ' δεινὸν γὰρ χρῆμα ἐποιευντο

υπὰ νεῶν ολίγων ἐς φυγὴν τράπεσθαι. πολλαὶ μὲν δὴ τῶν Ἐλλήνων νέες διεφθείροντο, πολλοὶ δὲ ἄνδρες, πολ-

SEARCH

MENU NAVIGATION