Herodoti Historiarum libri 9. curavit Henr. Rudolph Dietsch

발행: 1856년

분량: 392페이지

출처: archive.org

분류: 미분류

131쪽

HERODOTII21 Θῶυμα δε μοι, και Ουκ ἐνδέκομαι τον λόγον, Ἀλκμαιωνίδας αν κοτε ἀναδέξαι Πέρσησι ἐκ συνθήματος

ἀσπίδα, βουλομένους υπὸ βαρβάροισί τε εἶναι Ἀθηναίους καὶ υπὸ Ἱππίη, οἶτινες μῆλλον ῆ ομοίως Καλλίη τῶΦαινίππου, Ἱππονίκου δὲ πατρὶ , φαίνονται μισοτέραν νοι εόντες. Καλλίης τε γὰρ μουνος Ἀθηναίων απάντων ἐτολμα, οκως Πεισίστρατος ἐκπέσοι ἐκ των 'Aθηνεων, τὰ χρηματα αυτοs κηρυσσόμενα υπὸ του δημοσίου ἀνεε-

σθαι, καὶ τὰ ἄλλα τὰ ἔχθιστα ἐς αυτὸν πάντα ἐμηχανῆτο. 122 Καλλίεω δὲ τουτου ἄξιον πολλαχοs μνήμην ἐστὶ πάντα, τινὰ ἔχειν. τοὐτο μεν γὰρ τὰ προλελεγμένα, ως ἀνηρἄκρος ἐλευθερῶν την πατρίδα, τομο δε τὰ μυλυμπίη ἐποίησε, λπω νικήσας, τεθρίππρο δὲ δεύτερος γενόμεινος, Πύθια δὲ πρότερον ἀνελόμενος, ἐφανερώθη ἐς τοὐς Ἐλληνας πάντας μεγίστησι δαπάνησι, τομο δε κατὰ τα,εωυτοs θυγατέρας ἐούσας τρεῖς οἷός τις ἀνηρ ἐγενετο.

ἐπειδη γὰρ ἐγένοντο γάμου ἁραῖαι, ἔδωκε σφι δωρεὴν

μεγαλοπρεπεστάτην ἐκείνησί τε ἐχαρίσατο ' ἐκ γὰρ πάντων των 'Aθηναίων τον ἐκάστη ἐθελοι ἄνδρα ἐωυτῆ ἐκ- 123 λέξασθαι, ἔδωκε τούτω τῶ ἀνδρί.J και οἱώλκμαιωνίδαιομοίως ἡ ουδὲν εσσον τούτου ἐσαν μισοτύραννοι. θῶυ μα ων μοι, καὶ ου προσίεμαι την διαβολὴν, τούτους γε ἀναδεξαι ἀσπίδα, οῖτινες ἔφευγόν τε τον πάντα χρόνον τοὐς τυράννους, ἐκ μηχανῆς τε τῆς τούτων ἐξέλιπον οἰΠεισιστρατίδαι την τυραννίδα. καὶ Ουτω τὰς 'Aθήνας ουτοι ἡσαν οἱ ἐλευθερώσαντες πολλῶ μὰλλον ἔπερ M'μόδιός τε καὶ Αριστογείτων, ώς ἐγὼ κρίνω. οἱ μεν γgρ ἐξηγρίωσαν τοὐς υπολοίπουςΠεισιστρατιδέων Ἱππαρχον ἀποκτείναντες, ουδέ τι μὰλλον ἔπαυσαν τοὐς λοιπονς τυραννεύοντας, 'Aλκμαιωνίδαι δὲ ἐμφανέως ήλευθέρω σαν, εἰ δη ουτοί γε ἀληθέως ἐσαν οἱ την Πυθίην ανο πείσαντες προσημαίνειν Λακεδαιμονίοισι ἐλευθεροὐν τσε

132쪽

ωθήνας, ως μοι πρότερον δεδήλωται. Ἀλλὰ γὰρ ἴσως τι 124 ἐπιμεμφόμενοι Mθηναίων τω δημω προεδίδοσαν την πατρίδα. ου μεν ἁν ῆσάν σφεων αλλοι δοκιμώτεροι ἔν γευθηναίοισι ἄνδρες, ουδ' οῖ μὰλλον ἐτετιμέατο. ουτω οὐδε λόγος αἱρέει ἀναδεχθῆναι εκ γε ἀν τουτων ασπίδα ἐπὶ τοιουτω λόγω. ἀνεδέχθη μὲν γὰρ ἀσπὶς, καὶ τομο κ ἔστι ἄλλως εἰπεῖν ' ἐγενετο γάρ ος μέντοι ἐν ὁ ἀναδέξας, ουκ ἔχω προσωτέρω εἰπεω τούτων.

οἱ δὲ Ἀλκμαιωνίδαι ἰσαν μὲν καὶ τὰ ἀνέκαθεν λαμ- Ira προὶ ἐν τῆσι υ νρσι, απὸ δε Ἀλκμαίωνος καὶ αυτις Μεγακλέος ἐγένοντο καὶ κάρτα λαμπροί. τολο μὲν γὰρ Ἀλκμαίων ὁ Μεγακλέος τοῖσι ἐκ Σαρδίων Λυδοωι παρὰ Κροίσου ἀπικνεομένοισι επὶ τὰ χρηστήριον τὰ ἐν Θελφοῖσι συμπρήκτωρ τε ἐγίνετο καὶ συνελάμβανε προθυ- μως, καί μιν Κροῖσος πυθόμενος των Λυδῶν των ἐς τὰ χρηστήρια φοιτεόντων ἐωυτὸν ευ ποιέειν μεταπέμπεται ἐς Σάρδις, ἀπικόμενον δὲ δωρέεται χρυσω, τον ἀυ δύνηται τω εωυτοs σώματι ἐξενείκασθαι ἐσάπαξ. ὁ δε --κμαίων προς την δωρεὴν Asσαν τοιαυτην τοιάδε ἐπιτ δευσας προσέφερε ἐνδῶς κιθῶνα μέγαν καὶ κόλπον πολλὸν καταλιπόμενος τοs κιθῶνος, κοθόρνους τοὐς ευρισκε ευρυτάτους ἐόντας υποδησάμενος ηra ἐς τον θησαυρὸν, ἐς τόν οἱ κατηγέοντο, ἐσπεσὼν δὲ ἐς σωρὰν ψηγματος, πρῶτα μὲν παρέσαξε παρὰ τὰς κνημας τos χρυσοs ὁσον ἐχώρεον οἱ κόθορνοι, μετὰ δὲ τὸν κόλπον πάντα πλησάμενος χρυσοs καὶ ἐς τὰς τρίχας της κεφαλῆς διαπάσας τοὐ ψήγματος καὶ ἄλλο λαβὼν ἐς τὰ στόμα ἐξή ἐκ τοs θησαυροs, ἔλκων μὲν μόγις τοὐς κοθόρνους, παν- τι δέ τεω οἰκὼς μὰλλον ῆ ἀνθρώπω , τοs τό τε στόμαεβέβυστο καὶ πάντα ἐξώγκωτο. ἰδόττα δὲ τὸν Κροῖσον γέλως ἐσῆλθε, καί οἱ πάντα τε ἐκεῖνα αδος καὶ προς ἔτερα δωρέεται Ουκ ἐλάσσω εκείνων. ουτω μὲν ἐπλουτησε 4 OG

133쪽

Η E R 0 D O T Iκίη αυτη μεγάλως, καὶ ὁ Ἀλκμαίων ουτος ουτω τεθρι- 126 ποτροφήσας υλυμπιάδα ἀναιρέεται, μετὰ γενεὴ δετέρη ὐστερον, Κλεισθένης μιν ὁ Σικυῶνος τυραννος ἐξήειρε ῶστε πολλ' ουνομαστοτέρην γενέσθαι ἐν τοῖσι Ἐλλησι, ῆ πρότερον ῆν. Κλεισθένεῖ γὰρ τῶ Mριστωνυ- μου τοs Μύρωνος του Ῥνδρέω γίνεται θυγάτηρ, τῆ ουνομα ην Ἀγαρίστη. ταυτην ήθέλησε πιληνων πάντων

ἐξευρὼν τὸν ἄριστον τούτφ γυναῖκα προσθεῖναι. υλυμπίων ων ἐόντων καὶ νικῶν ἐν αυτοῖσι τεθρίππω o Kλει-

σθενης κήρυγμα ἐποιήσατο, οστις Ἐλλήνων ἐωυτὼν ἀξιοι Κλεισθένεος γαμβρὸω γενέσθαι, Θειν ἐς εξηκοστὴν ὴμ

ρην η καὶ πρότερον ἐς Σικυῶνα ως κυρώσοντος Κλεισθένεος τον γάμον ἐν ἐνιαυτῶ, απὰ τῆς εξηκοστῆς ἀρξαμένου ἡμερης. Ἀθαsτα Ἐλλήνων ὁσοι σφίσι τε αυτοῖσι ἐσαν καὶ πάτρη ἐξωγκωμένοι, ἐφοίτεον μνηστῆρες, τοῖσι πιει- σθένης καὶ δρόμον καὶ παλαίστρην ποιησάμενος ἐπ' αw127 τῶ τουτω εἶχε. -ὐ μεν δη Λαλίης ῆλθε Σμινδυρίδης ὁ Ἱπποκράτεος Συβαρίτης, δς ἐπὶ πλεῖστον δὴ χλιδῆς εις ἀνὴρ ἀπίκετο ἡ δὲ Σύβαρις ῆκμαζε τοsτον τον χρόνον

μάλιστα , καὶ Σιρίτης Θάμασος Ῥμύριος του σοφοs λεγομενου παῖς. ουτοι μὲν απὸ Λαλίης ῆλθον, ἐκ δε του κόλπου τοs γονίου υμφίμνηστος Απιστρόφου Ἐπιδάμνιος ' ουτος δὲ ἐκ τos γονίου κόλπου. Αἰτωλὸς δὲ ἐλθεTιτόρμου τοs υπερφυντος τε Ἐλληνας ἰσχύr καὶ φυγόντος ἀνθρώπους ἐς τὰς εσχατιὰς τῆς Αἰτωλίδος χώρης, τούτου τοs Πτόρμου ἀδελφεὸς Μάλης. απῖ-Πελοποννήσου Φείδωνος τos Ἀργείων τυράννου παῖς Λεωκήδης, Φείδωνος δὲ τοὐ τὰ μέτρα ποιήσαντος Πελοποννησίοιο

καὶ υβρίσαντος μέγιστα δὴ Ἐλλήνων απάντων, ἔς ἐξαρο

ναστήσας τους Ηλείων ἀγωνοθέτας αυτὐς τον ἐν υλυμ αδ αγῶνα ἔθηκε, τούτου τε δὴ παῖς, καὶ 'Aμίαντος Λυροκούργου Ἀρκὰς ἐκ Παπεζουντος, καὶ ωζὴν ἐκ Παίον

134쪽

L 1 B. VI. C A P. 125 - I 29. 115

πόλιος Λαφάνης Εὐφορίωνος του δεξαμένου τε, ῶς λόγος ἐν Ἀρκαδίη λέγεται, τοὐς Θιοσκούρους οἰκίοισι καὶαπὸ τούτου ξεινοδοκέοντος πάντας ἀνθρώπους, καὶ Ηλεῖος υνομαστὸς Ἀγαίου. ουτοι μὲν δη ἐξ αυτῆς Πελοποννησου ἐλθον, ἐκ δε Ἀθηνέων ἀπίκοντο Μεγακλέης

τε ὁ Ῥλκμαίωνος τουτου του παρὰ Κροῖσον ὰπικομένου, καὶ ἄλλος Ἀποκλείδης Τισάνδρου, πλουτω καὶ εἴδει προφέρων Ἀθηναίων. απὸ-Ἐρετρίης ἀνθεύσης τουτον τον χρόνον Λυσανίης, Ουτος δὲ ἀπ' Ευβοίης μουνος. ἐκ δὲ Θεσσαλίης ῆλθε τῶν Σκοπαδέων Βιακτορίδης Κραννώνιος, ἐκ δὲ Μολοσσῶω λκων. τοσουτοι μὲν ἐγένοντο οἱ μνηστῆρες, ἀπικομένων δὲ τούτων ἐς την προειρημένην 128 ἡμέρην ὁ Κλεισθένης πρῶτα μεν τὰς πάτρας τε αυτῶν ἀνεπύθετο καὶ γένος εκάστου, μετὰ δὲ κατέχων ἐνιαυτὸν διεπειρῆτο αυτῶν τῆς τε ἀνδραγαθίης καὶ τῆς οργῆς καὶ παιδεύσιός τε καὶ τρόπου, καὶ λὶ ἐκάστω ἰων ἐς συνουσίην καὶ συνάπασι, καὶ ἐς γυμνάσιά τε ἐξαγινέων ὁσοιῆσαν αυτῶν νεώτεροι, καὶ το γε μέγιστον, ἐν τῆ συνιστίη

διεπειρῆτο ' ὁσον γὰρ κατεῖχε χρόνον αυτοὐς, τουτον

πάντα ἐποίεε καὶ ἄμα ἐξείνιζε μεγαλοπρεπέως. καὶ δη κου μάλιστα τῶν μνηστήρων ἡρέσκοντό οἱ οι απ' 'Aθηνέων ἀπιγμένοι, καὶ τούτων μῆλλον Ἱπποκλείδης ὁ Πσάνδρου

καὶ κατ' ἀνδραγαθίην ἐκρίνετο, καὶ ἔτι το ανέκαθεν τοῖσι

ἐν Κορίνθω Κυψελίδησι ἐν προσήκων. Mς δὲ ἡ κυρίη 129

ἐγένετο τῶν ἡμερέων τῆς τε κατακλίσιος του γάμου καὶ ἐκφασιος αυτου Κλεισθένεος, τον κρίνοι ἐκ πάντων, θύσας βους εκατὸν ὁ Κλεισθένης ευώχεε αυτούς τε τοὐς μνηστῆρας καὶ τοὐς Σικυωνίους πάντας. ως δὲ ἀπὸ δείπνου ἐγένοντο, οἱ μνηστῆρες ἔριν εἶχον ἀμφί τε μουσικῆ καὶ τῶ λεγομένω ἐς τὸ μέσον. προῖούσης τῆς πόσιος κατέχων πολλὸν τοὐς ἄλλους ὁ Ἱπποκλείδης ἐκέλευσε τουαειητὴν αυλεσαί οἱ ἐμμέχειαν, πειθομένου δὲ του αυ-

135쪽

HERODOTI λητέω -χήσατο. καί κως ἐωυτῶ μεν ἀρεστῶς ἀρχέετο, ὁ δε κλεισθένης ὁρέων ολον τὰ πρηγμα ὐπώπτευε. μετα δὲ ἐπισχὼν ὁ Υπποκλείδης χρόνον ἐκέλευσέ oz τινα τράπεζαν ἐσενεῖκαι, ἐσελθούσης δε της τραπέζης πρῶτα μεν ἐπ αυτῆς ἀρχήσατο Λακωνικὰ σχημάτια, μετὰ δε ἄλλα-τικὰ, τὸ τρίτον δὲ την κεφαλὴν ἐρείσας ἐπὶ την τράπεζαν τοῖσι σκέλεσι ἐχειρονόμησε. Κλεισθενης δὲ τὰ μεν πρῶτα καὶ τὰ δευτερα ὀρχεομένου ἀποστυγέων γαμβρόν οἱ ἔτι γενέσθαι Tπποκλείδην διὰ την τε ἔρχησιν καὶ την ἀναιδείην κατεῖχε εωυτὸν, ου βουλόμενος ἐκραγῆναι ἐς

αυτὸν, - δε εἶδε τοῖσι σκέλεσι χειρονομήσαντα, ουκέτικατεχειν δυνάμενος ειπε ' -παῖ Tισάνδρου, ἀπωρχήσαό γε μην τον γάμον. ὁ δὲ Ἱπποκλείδης ὐπολαβων ειπε ' ου φροντὶς Ἱπποκλείδη. απὸ τούτου μεν τοsτο οὐνομάζεται.

130 Κλεισθενης δὲ σιγὴν ποιησάμενος ἔλεξε ἐς μεσον τάδε υνδρες παιδὀς τῆς ἐμῆς μνηστῆρες, ἐγὼ καὶ πάντας υμέας ἐπαινέω, και πὰσιν ὐμῖν, εἰ οιόν τε εἴη, χαριζοίμην ἄν, μήτ ἔνα ἡμέων ἐξαίρετον ἀποκρίνων μήτε τοὐς λοιποὐς ἀποδοκιμάζωw ἀλλ' ου γὰρ οἷά τέ ἐστι μιῆς πέρι παρθένου βουλεύοντα πῆσι κατὰ νόον ποιέειν, τοῖσι μενυμέων ἀπελαυνομένοισι τουδε τοs γάμου τάλαντον αργυρίου ἐκάστω δωρεὴν δίδωμι τῆς ἀξιώσιος εῖνεκεν τῆς ἐξ ἐμεs γῆμαι καὶ τῆς ἐξ οἴκου ἀποδημίης, τω δὲ Ἀλκμαίωνος Μεγακλέr ἐγγυῶ παῖδα τὴν ἐμὴν Ἀγαρίστην νόθμοισι τοῖσι Ἀθηναίων. φαμένου δὲ ἐγγυῆσθαι Μεγακλέος 131 ἐκεκύρωτο ὁ γάμος Κλεισθένεῖ. ' φὶ μεν κρίσιος των μνηστήρων τοσαυτα ἐγενετο καὶ οὐτω 'Aλκμαιωνίδαι ἐβώσθησαν ἀνὰ τὴν Ελλάδα, τούτων δε συνοικησάντων γίνεται Κλεισθένης τε ὁ τὰς φυλὰς καὶ τὴν δημοκρατίην 'Aθηναίοισι καταστήσας, ἔχων τὸ Οἴνομα απὰ τοs μητρυπάτορος τοs Σικυωνίου ' ουτός τε δὴ γίνεται Μεγακλέ καὶ Ἱπποκράτης, ἐκ δε υποκράτεος Μεγακλέης τε ἄλλος

136쪽

L. I B. VI. C A P. 129 - 134.

117 καὶ Ἀγαρίστη ἄλλη, απὰ τῆς Κλεισθένεος Ἀγαρίστης

ἔχουσα το ουνομα, ἡ συνοικήσασά τε Σανθίππω τῶ Ἀρίφρονος και εγκυος ἐοsσα εἶδε ἔψιν ἐν τῶ υπνω, ἐδόκεε δὲ λέοντα τεκεῖν ' καὶ μετ' ὀλίγας ημέρας τίκτει Περικλέα Σανθίππω. META δὲ τὸ ἐν Μαραθῶνι τρῶμα γενόμενον Μιλ- 132τιὰδης, καὶ πρότερον ευδοκιμέων παρὰ Ἀθηναίοισι, τότε μὰλλον αυξετο. αἰτήσας δὲ νέας ἐβδομήκοντα καὶ στρατιήν τε καὶ χρήματα Ἀθηναίους, οὐ φράσας σφι, ἐπ ῆν ἐπιστρατευσεται χώρην, ἀλλα φας αυτοὐς καταπλουτιεῖν, ῆν οι ἔπωνται, ἐπὶ γὰρ χώρην τοιαυτην δή τινα ἄξειν, ὁθεν χρυσῖν ευπετέως ἄφθονον οἴσονται, λέγων τοια τα αἴτεε τὰς νέας. 'Aθηναῖοι δὲ τουτοισι ἐπαερθέντες παρέδοσαν. Παραλαβὼν ὁ Μιλτιάδης την στρατιὴν ira ἔπλωε ἐπὶ Πάρον, πρόφασιν ἔχων, - οἱ Πάριοι υπῆρξαν ποότεροι στρατευόμενοι τριήρεῖ ἐς Μαραθῶνα ἄμα τῶ

Πέρση. τολο μὲν δὴ πρόσχημα λόγου ἡν, ἀτάρ τινα καὶεγκοτον ειχε τοῖσι Παρίοισι διὰ Λυσαγόρην τον Tισίεω,

ἐόντα γένος Πάριον, διαβαλόντα μιν πρὸς Γωρνεα τον Πέρσην. ἀπικόμενος δὲ ἐς την ἔπλωε ὁ Μιλτιάδης τῆστρατιῆ ἐπολιόρκεε Παρίους κατειλημένους ἐντὰς τείχεος, καὶ ἐσπέμπων κήρυκα αἴτεε εκατὸν τάλαντα, φας, ἐν μή οι δῶσι, ουκ απαναστήσειν την στρατιήν, πρὶν ἡ ἐξέλη σφέας. οι δὲ Πάριοι, o κως μέν τι δώσουσι Μιλτιάδη αργυρίου , ουδε διενοεῶντο, οἱ δὲ, ὁκως διαφυλάξουσι την πόλιν, τολο ἐμηχανῶντο, ἄλλα τε ἐπιφραζόμενοι, καὶ τῆ μάλιστα ἔσκε ἐκάστοτε ἐπίμαχον τοὐ τείχεος, το6τοῆμα νυκτὶ ἐξηείρετο διπλήσιον τos αρχαίου. 'Eς μὲν δη l34 Uosτο τos λόγου οἱ πάντες Ἐλληνες λέγουσι, τὸ ἐπιθευτεν δὲ αυτοὶ Πάριοι γενέσθαι ἄδε λέγουσι ' Μιλτιάδη ἀπορέοντι ἐλθεῖν ἐς λόγους αἰχμάλωτον γυναῖκ , Dsσαν μὲν Παρίην γένος, ουνομα δέ οἱ εἶναι δεμοsν, εἶναι δὲ

137쪽

υποζάκορον των χθονίων θεῶν. ταύτην ἐλθοsσαν ες οψιν Μιλτιάδεω συμβουλεμαί οἱ, εἰ περὶ πολλοs.ποιέεται Πάρον ἔλεῖν, τα αν αυτὴ υπόθηται, ταῶτα ποιέειν. μετα δετην μὲν ὐποθέσθαι, τον δε ἀπικόμενον ἐπὶ τον κολωνὸν τον προ τῆς πόλιος ἐόντα το ερκος θεσμοφόρου Λήμητρος ὐπερθορεῖν, οὐ δυνάμενον τὰς θυρας ἀνοῖξαι, ὐπερθορόντα δὲ ἰέναι ἐπὶ το μέγαρον ὁτιδὴ ποιήσοντα εντος,

εἴτε κινήσοντά τι των ακινήτων εἴτε ὁτι κοτε πρήξον- τα ' προς τῆσι θυρῖσί τε γενέσθαι, καὶ πρόκα τε φρίκης αυτὸν υπελθουσης ὀπίσω την αυτὴν οδὸν laσθαι, κατα- θρωσκοντα δε την αἱμασιὴν τον μηρὸν σπασθῆναι. οἱ δὲαυτὸν το γόν' ' προσπταῖσαι λέγουσι. Μιλτιάδης μεν νυν

φλαυρως ἔχων ἀπέπλωε ὀπίσω, ουτε χρήματα 'Aθηναίοισι ἄγων ουτε Πάρον προσκτησάμενος, αλλὰ πολιορκήσας τε ερ καὶ εἴκοσι ημέρας καὶ δηωσας τον νῆσον. Πάριοι δε πυθόμενοι, ώς ἡ μοζάκορος των θεῶν Tιμὼ Μιλτιάδη κατηγήσατο, βουλόμενοί μιν αντὶ τουτων τιμωρήσασθαι θεοπρόπους πέμπουσι ἐς Θελφους, ῶς σφεας ἡσυχίη τῆς πολιορκίης επε, ἔπεμπον δὲ ἐπειρησομένους, εἰ καταχρήσονται την υποζάκορον των θεῶν ῶς ἐξηγησαμένην τοῖσι ἐχθροῖσι τῆς πατρίδος ἄλωσιν καὶ τὰ ἐς ἔρσενα γόνον ἄρρητα ἱρὰ ἐκφήνασαν Μιλτιάδη. ἡ δὲ Πυθίη οὐκ D, φῆσα ου Πμοῶν εἶναι την αἰτίην τούτων, ἀλλα δέειν γὰρ Μιλτιάδεα τελευτὰν μὴ ευ, φανῆναί οἰτων κακῶν κατηγεμόνα. Παρίοισι μεν δὴ ταsτα ἡ Πυθίη 136 ἔχρησε, 'Aθηναῖοι δὲ ἐκ Πάρου Μιλτιάδεα ἀπονοστήσαντα ἔσχον ἐν στόμασι, oι τε ἄλλοι καὶ μάλιστα Σάνθιππος ὁ 'Αρίφρονος, δς θανάτου υπαγαγὼν υπὰ τον δῆμον Μιλτιάδεα ἐδίωκε τῆς 'Αθηναίων ἀπάτης εἴνεκεν. Μιλτιάδης δε αυτὸς μὲν παρεῶν οὐκ ἀπελογέετο ῆν γὰρ ἀδυνατος ῶστε σηπομένου τοs μηροs , προκειμένου δὲ αυτos ἐν κλίνli υπεραπελογέοντο οἱ φίλοι, τῆς μάχης τε τῆς ἐν

138쪽

Μαραθῶνι πολλα ἐπιμεμνημένοι καὶ τὴν Λήμνου ἀρεσιν, ῶς ἐλὼν Λῆμνον τε καὶ τισάμενος τους Πελασγους παρέδωκε Ἀθηναίοισι. προσγενομένου δὲ του δήμου αυτῶ κατὰ τὴν ἀπόλυσιν του θανάτου, ζημιωσαντος δὲ κατὰ την ἀδικίην πεντήκοντα ταλάντοισι Μιλτιάδης μεν μετὰ ταυτα σφακὲλίσαντός τε του μηρου καὶ σαπέντος τελευτῶ, τὰ δε πεντήκοντα τάλαντα ἐξέτισε ὁ παῖς αυτου Κίμων.

Λῆμνον δε Μιλτιάδης ὁ Κίμωνος ἄδε ἔσχε Πελασγοὶ 137 ἐπεί τε ἐκ τῆς 'Aττικῆς υπὸ Ἀθηναίων ἐξεβλήθησαν, εἴτεων δη δικαίως εἴτε αδίκως. τομο γὰρ Ουκ ἔχω φράσαι, πλὴν τὰ λεγόμενα, οτι ματαῖος μεν ὁ φησάνδρου ἔφησε ἐν τοῖσι λόγοισι λέγων αδίκως ' ἐπείτεγὰρ ἰδεῖν τους Αθηναίους τὴν χώρην, τὴν σφίσι αυτοῖσι υπὸ τον 'ησσὐν ἐοὐσαν ἔδοσαν οἰκῆσαι μισθὼν του τείχεος του περὶ τὴν ἀκρόπολίν κοτε ἐληλαμένου, ταυτην ῶς ἰδεῖν τους Ἀθηναίους ἐξεργασμένην ευ, τὴν πρότερον εἶναι κακήν τε , καὶ του μηδενὸς ἀξίην, λαβεῖν φθόνον τε καὶ ψερον τῆς γῆς, και ουτω ἐξελαυνειν αυτοὐς Ουδεμίαν βλλην πρόφασιν προωχομένους τους 'Aθηναίους ' ως δὲ αυτοὶ Ἀθηναῖοι λέγουσι, δικαίως ἐξελάσαι. κατοικημένους γὰρ τους Πελασγοὐς υπὰ τῶ 'Τμησσῶ ἐνθευτεν ὁρμεομένους ἀδικέειν τάδε ' φοιτῆν γὰρ αἰεὶ τὰς σφετέρας θυγατέρας ἐπ' υδωρ ἐπὶ τὴν ' νεάκρουνον ου γὰρ εἶναι τουτον τὸν χρόνον σφίσι κω οὐδε τοῖσι ἄλλοισι Ελλησι οἰκέτας ὁκως δὲ ἔλθοιεν αυται, τοὐς Πελασγοὐς ὐπὸ υβριός τε καὶ ἀλιγωρίης βιῶσθαί σφεας. και ταυτα μέντοι σφι Ουκ ἀποχρῆν ποιέειν, αλλὰ τέλος καὶ ἐπιβουλευοντας ἐπιχειρήσειν ἐπ' αυτοφώρω φανῆναι. εωυτοὐς δὲ γενέσθαι τοσουτω ἐκείνων ἄνδρας ἀμείνονας, ἔσω παρεὸν αυτοῖσι αποκτεῖναι τους Πελασγοὐς, ἐπεί σφεας ἔλαβον ἐπιβουλευοντας, οὐκ ἐθελῆσαι, αλλά σφι προειπεῖν ἐκ τῆς γῆς ἐξιέναι. τους

δὲ Ουτω δὴ ἐκχωρήσαντας ἄλλα τε σχεῖν χωρία καὶ δη

139쪽

HERODOTI καὶ Λημνον. Ἐκεῖνα μὲν δὴ Ἐκαταῖος ἔλεξε, ταυτα δὲ

138 'Aθηναῖοι λέγουσι. Οι δὲ Πελασγοὶ ουτοι Λῆμνον τότε νεμόμενοι καὶ βουλόμενοι τοὐς Ἀθηναίους τιμωρήσασθαι, ευ τε ἐξεπιστάμενοι τας Ἀθηναίων ὁρτὰς, πεντηκοντέρους κτησάμενοι ἐλόχησαν 'Αρτέμιδι εν Βραυρῶνι ἀγούσας ὁρτὴν τας των Ἀθηναίων γυναῖκας, ἐνθευτεν δὲ ἁρπάσαντες τούτων πολλὰς οἴχοντο ἀποπλώοντες, καί

σφεας ἐς Λῆμνον ἀγαγοντες παλλακὰς εἶχον. ῶς δὲ τέκνων αυται αἱ γυναῖκες υπεπλήσθησαν, γλῶσσάν τε την Ἀττικὴν καὶ τρόπους τοὐς 'Aθηναίων ἐδίδασκον τοὐς

παῖδας. οἱ δε Ουτε συμμίσγεσθαι τοῖσι εκ των Πελασγίδων γυναικῶν παισὶ μελον, εἰ τε τύπτοιτό τις αὐτῶν ὐπ' ἐκείνων τινος, ἐβοήθεόν τε πάντες καὶ ἐτιμώρεον αλλήλοισι ' καὶ δὴ καὶ αρχειν τε των παίδων οι παῖδες ἐδικαίευν και πολλὰν ἐπεκράτεον. μαθόντες δὲ ταμα ΟἱΠελασγοι ἐωυτοῖσι λόγους ἐδίδοσαν ' καί σφι βουλευομένοισι δεινόν τι ἐσέδυνε, εἰ δὴ διαγινώσκοιεν σφίσι τε βοηθέειν οἱ παῖδες προς των κουριδιέων γυναικῶν τοὐς παῖδας καὶ τούτων αὐτίκα αρχειν πειρωατο, τί δὴ ανδρωθέντες δῆθεν ποιήσουσι. ἐνθαυτα ἔδοξέ σφι κτείνειν τοὐς παῖδας τοὐς ἐκ τῶν Ἀττικέων γυναικῶν. ποιευσι δηταsτα, προσαπολλύουσι δέ σφεων και τας μητέρας. υπὰ τούτου δὲ του ἔργου και τοs προτέρου τούτων, τὸ ἐργάσαντο αἱ γυναῖκες τοὐς ἄμα Θόαντι ανδρας σφετέρους ἀποκτείνασαι, νενόμισται ανὰ τὴν Ελλάδα - σχέτλια 139 εργα πάντα Λήμνια καλέεσθαι. Ἀποκτείνασι δὲ τοῖσι Πειλασγοῖσι τοὐς σφετέρους παῖδας τε καὶ γυναῖκας ουτε γῆ καρπὸν ἔφερε οἴτε γυναῖκες τε καὶ ποῖμναι ομοίως ἔτι κτον καὶ προ του. πιεζόμενοι δὲ λιμῶ τε καὶ ἀπαιδίη ἐς Θελφοὐς ἔπεμπον, λύσιν τινὰ αἰτησόμενοι τῶν παρεόντων κακῶν. ἡ δὲ Πυθίη σφεας ἐκέλευε Ἀθηναίοισι δίκας διδόναι ταύτας, τὰς οῦν αυτοι Ἀθηναῖοι δικάσωσι. ἐλθόν

140쪽

LIB. M. CAP. 137 - L I B. VII. c A P. I. 121 τε δη ἐς τὰς Mθήνας οἱ Πελασγοὶ, καὶ δίκας ἐπηγγέλλοντο βουλόμενοι διδόναι παντος τοs αδικήματος. Ἀθηναῖοι δὲ ἐν τω πρυτανηω κλίνην στρώσαντες ῶς εἶχον κάλλιστα καὶ τράπεζαν ἐπιπλέην ἀγαθῶν πάντων παραθέντες ἐκέλευον τους Πελασγοὐς την χώρην σφίσι παραδιδόναι Ουτω ἔχουσαν. οι δὲ Πελασγοὶ ὐπολαβόντες εἶπαν 'Eπεὰν βορέη ανεμω αὐτημερὸν νηsς ἐξανύση ἐκ τῆς υμετέρης ἐς την ἡμετέρην, τότε παραδωσομεν. sτο εἶπαν ἐπιστάμενοι τοὐτο εἶναι αδυνατον γενέσθαι ἡ γὰρ Mττικὴ προς νότον κέεται πολλὸν τῆς Λήμνου. Tότε μὲν 14o τοσαὐτα, ἔτεσι δε κάρτα πολλοῖσι υστερον τούτων, ώς ἡ πιοσύνησος ἡ ἐν Ἐλλησπόντω ἐγένετο υπ' ,-ηναίοισι, Μιλτιάδης ὁ Κίμωνος ἐτησίων ανέμων κατεστηκότων νηὶ κατανύσας ἐξ Ελαιοῶντος τοs ἐν Xερσονήσω ἐς την Λῆμνον προηγόρευε ἐξιέναι ἐκ τῆς νήσου τοῖσι Πελασγοῖσι, ἀναμιμνήσκων σφέας το χρηστήριον, τὰ Ουδαμὰ ελπισαν σφίσι οι Πελασγοὶ ἐπιτελέεσθαι. Ηφαιστιέες μέν νυν ἐπείθοντο, Μυριναῖοι δε ου συγγινωσκόμενοι εἶναι τηνXερσόνησον Ἀττικὴν ἐπολιορκέοντο, ἐς δ καὶ αυτοὶ παρέστησαν. Oυτω δὴ την Λῆμνον ἔσχον Ῥθηναῖοί τε καὶ Μιλτιάδης.

EI AE ἡ ἀγγελίη ἀκίκετο περὶ τῆς μάχης τῆς ἐν Μα- λ

ραθῶνι γενομένης παρὰ βασιλέα Θαρεῖον τον 'Υστάσπεος

SEARCH

MENU NAVIGATION