Herodoti Historiarum libri 9. curavit Henr. Rudolph Dietsch

발행: 1856년

분량: 392페이지

출처: archive.org

분류: 미분류

281쪽

HERODOTI , ῶς πρότερον εἴρηται, διέφυγε, ησαν δε καὶ οι αλλοι,

τῶν αἱ νέες περιεγεγόνεσαν, ἐν τῶ Φαλήρω.94 'Aδείμαντον δε τον Κορίνθιον στρατηγὸν λέγουσι Ἀθηναῖοι αυτίκα κατ ἀρχὰς, ῶς συνέμισγον αἱ νέες, ἐκπλαγέντα τε καὶ υπερδείσαντα, τὰ ἱστία ἀειράμενον οἴχεσθαι φευγοντα, ἰδόντας δὲ τους Κορινθίους την στρατηγίδα φευγουσαν ἄσαυτως οἴχεσθαι. ῶς δὲ ἄρα τε γοντας γίνεσθαι της Σαλαμινίης κατὰ τὰ ἱρον Ἀθηναίης

Σκιράδος, περιπίπτειν σφι κέλητα θε4 πομπn, τον ουτε' πέμψαντα φανῆναι ουδένα, ουτε τι τῶν απὸ της στρα- τιης εἰδόσι προσφέρεσθαι τοῖσι Κορινθίοισι. τῆδε δε συμβάλλονται εἶναι θεῖον το πρηγμα ' ῶς γὰρ ἀγχου γενέσθαι τῶν νεῶν, τοὐς ἀπὸ του κέλητος λέγειν τάδε ε Ἀδείμμαντε, συ μὲν ἀποστρέψας τὰς νέας ἐς φυγην ωρμησαι καταπροδοὐς τοὐς Ἐλληνας οἱ δὲ καὶ δη νικῶσι, ὁσον αυτοὶ ηρῶντο ἐπικρατησαι τῶν ἐχθρῶν. T in λεγον- των , ἀπιστέειν γὰρ τον Ἀδείμαντον, αυτις τάδε λέγειν, ῶς αυτοὶ οἷοί τε ειεν αγόμενοι ὁμηροι ἀποθνήσκειν, ην μη νικῶντες φαίνωνται οἱ Ἐλληνες. ουτω δη ἀποστρέψαντα την νέα αυτόν τε καὶ τοὐς ἄλλους ἐπ ἐξεργασμένοισι ἐλθεῖν ἐς τὸ στρατόπεδον. υτους μὲν τοιαυτηφάτις ἔχει υπὸ Ῥθηναίων, ου μέντοι αυτοί γε Κορίνθιοι ὁμολογέουσι, ἀλλ' ἐν πρώτοισι σφέας αυτοὐς της ναυμαχίης νομίζουσι γενέσθαι, μαρτυρεῖ δέ σφι καὶ η ἄλλη 95 Ἐλλάς. 'Αριστείδης δὲ ὁ Λυσιμάχου ἀνηρ Ἀθηναῖος, τοὐκαὶ Oλθω τι πρότερον τουτων ἐπεμνήσθην ώς ἀνδρὰς ἀρίστου, ουτος ἐν τω θορυβω τούτω τω περὶ Σαλαμῖνα γενομένω τάδε ἐποίεε ' παραλαβὼν πολλοὐς τῶν ὁπλιτέων, οῖ παρατετάχατο παρὰ την ἀκτην της Σαλαμινίης

χώρης, γένος ἐόντες Ἀθηναῖοι, ἐς την νυττάλειαν νῆσον ἀπέβησε ἄγων, οῖ τοὐς Πέρσας τοὐς ἐν τ5 νησῖδι

ταυτη κατεφόνευσαν πάντας.

282쪽

δὲ ἡ ναυμαχίη διελέλυτο, κατειρύσαντες ἐς την κααλαμῖνα οι Ἐλληνες των ναυηγίων ὁσα ταύτη ἐτύγχανε ἔτι ἐόντα, ετοῖμοι ησαν ἐς αλλην ναυμαχίην, ἐλπίζοντες τῆσι περιεούσησι νηυσὶ ἔτι χρήσεσθαι βασιλέα. των δὲ ναυηγίων πολλὰ υπολαβὼν ἄνεμος ζέφυρος εφερε τῆς Ἀττικῆς ἐπὶ την ήωνα την καλεομένην Κωλιάδα, ωστε ἀποπλῆσθαι τον χρησμὸν τον τε ἄλλον πάντα τον περὶ τῆς ναυμαχίης ταυτης εἰρημένον Βάκιδι καὶ Μουσαίω, καὶ δη καὶ κατὰ τὰ ναυήγια τα ταύτη ἐξενειχθέντα τὼ εἰρημένον πολλοῖσι ἔτεσι πρότερον τουτων ἐν χρησμῶ Λυσιστράτω Ἀθηναίω ἀνδρὶ χρησμολογω, τὀ ελελήθεε πάντας τοὐς Ἐλληνας,

λιάδες δὲ γυναῖκες ἐρετμοῖσι φρύξουσι 'τosτο δε ἔμελλε ἀπελάσαντος βασιλέος ἔσεσθαι. MEHΣ δὲ ώς ἔμαθε τὸ γεγονὸς πάθος, δείσας, 97 μή τις των 'Ιώνων υπόθηται τοῖσι Ελλησι ῆ αυτοὶ ν σωσι πλώειν ἐς τον Ἐλλήσποντον λύσοντες τὰς γεφυρας καὶ ἀπολαμφθεὶς ἐν τῆ ρώπη ἀπολέσθαι κινδυνεύσει

δρησμὸν ἐβουλευε ἐθέλων δὲ μὴ ἐπίδηλος εἶναι μήτε

τοῖσι Ἐλλησι μήτε τοῖσι ἐωυτos ἐς 'τὴν Σαλαμῖνα χῶμα ἐπειoῆτο διαχομ, γαυλούς τε Φοινικηχυς συνέδεε, ῖνα αντί τε σχεδίης ωσι καὶ τείχεος, ἀρτέετό τε ἐς πόλεμονῶς ναυμαχίην ἄλλην ποιησόμενος. ὁρέοντες δέ μιν πάντες οι ἄλλοι ταλα πρήσσοντα εὐ ήπιστέατο, ώς ἐκ παν- τος νόου παρεσκεύασται μένων πολεμήσειν ' Μαρδόνιον δ' ουδὲν τούτων ἐλάνθανε ώς μάλιστα ἔμπειρον ἐόντα τῆς ἐκείνου διανοίης. ταυτά τε ἄμα Σέρξης ἐποίεε, καὶ ἔπεμπε ἐς Πέρσας ἀγγελέοντα την παρεομάν σφι συμφορήν. ύτων-των αγγέλων ἔστι οὐδὲν ο τι θῆσσον 98 παραγίνεται θνητὸν ἐόν ' ουτω τοῖσι Πέρσησι ἐξεύρηται

τοσουτοι Ἀκοι τε καὶ ἄνδρες διεστῆσι, κατὰ ημερησίην

283쪽

τανύσαι τον προκείμενον εωυτῶ δρομον την ταχιστην.

ὁ μὲν δη πρῶτος δραμων παραδιδοῖ τα εντεταλμενα τῶδευτέρω, ὁ δε δεύτερος τῶ τρίτω τὸ δὲ ἐνθείτεν ῆδη κατ αλλον διεξέρχεται παραδιδόμενα, κατά περ Ελλησι η λαμπαδηφορίη, την τῶ μαίστω ἐπιτελέουσι. Oτο99 τὸ δράμημα τῶν ῖππων καλέουσι Πέρσαι ἀγγαρήων. υμεν δη πρώτη ἐς Σουσα ἀγγελίη απικομενη, ως εχοι Ἀθη- νας Σέρξης, ἔτερψε ουτω δη τι Περσέων τοὐς υπολειφθέντας, ῶς τάς τε οδοὐς μυρσίνyσι πάσας ἐστόρεσαν καιἐθυμίων θυμιήματα καὶ αυτοὶ ησαν ἐν θυσwσί τε καὶ ε παθείησι ' η δε δευτέρη σφι ἀγγελίη ἐπεξελθουσα συνέχεε ουτω, ῶστε τοὐς κιθῶνας κατερρήξαντο πάντες, βοὴ τε καὶ οἰμωγὴ ἐχρέοντο ἀπλετω, Μαρδόνιον ἐν αἰτίη τιθέντες. ο- ουτω δὲ περὶ τῶν νεῶν ἀχθόμενοι ταυτα οἱ Πέρσαι ἐποίευν, ώς περὶ αυτῶ Σέρξη δειμαίνοντες. 100 καὶ περὶ Πέρσας μεν ην ταυτα τὸν πάντα μεταξὐ χρόνον γενόμενον, μέχρι Ου Σέρξης αυτος σφεας απικο- μενος ἔπαυσε. Μαρδόνιος δε ὁρέων μεν Σέρξην συμφορὴν μεγάλην ἐκ τῆς ναυμαχίης ποιεύμενον, sποπτευωνδε αυτὸν δρησμὸν βουλεύειν ἐκ τῶν Αθηνέων, φροντίσας πρὸς ἐωυτὸν ώς δώσει δίκην ἀναγνώσας βασιλεα

στρατεύωθαι ἐπὶ την Ἐλλάδα, καί οι κρέσσον εἴη ἀνακινδυνευσαι ἡ κατεργάσασθαι την Ἐλλάδα ῆ αυτον καλῶς τελευτῆσαι τὸν βίον υπὲρ μεγάλων αἰωρηθέντα πλέον μέντοι ἔφερέ οἱ ἡ γνώμη κατεργάσασθαι την Ἐλ- λάδαρ λογισάμενος ἁν ταυτα προσέφερε τὸν λόγον τόνδε Aέσποτα, μήτε λυπέεο μήτε συμφορὴν μηδεμίαν μεγάλην ποιεs τοὐδε του γεγονότος εῖνεκεν πρήγματος. ου

γὰρ ξύλων ἀγων ὁ το πῆν φέρων εστὶ ἡμῖν, ἀλλ' ἀνδρῶν

τε καὶ zππων. σοὶ δὲ Ουτε τις τούτων τῶν τὸ πῶν σφι

284쪽

LIB. VIII. c A P. 98 - 101.

ηδη δοκεόντων κατεργάσθαι ἀποβὰς ἀπὸ τῶν νεῶν πειρήσεται ἀντιωθῆναι, oυτ ἐκ τῆς ήπειρου τῆσδε or τε ἡμῖν ἡντιώθησαν, ἐδοσαν δίκας. εἰ μέν νυν δοκέει, αυ- τίκα πειρώμεθα τῆς Πελοποννησου ' εἰ δε καὶ δοκέει ἐπισχεῖν, παρέχει ποιέειν ταυτα. μὴ δὲ δυσθυμεε ' ου γάρ ἐστι Ἐλλησι ουδεμία ἔκδυσις μὴ ου δόντας λόγον τῶν

ἐποίησαν νυν τε καὶ πρότερον εἶναι σους δουλους. μάλιστα μέν νυν ταυτα ποίεε ' εἰ δ' ἄρα τοι βεβουλευταιαυτὸν ἀπελαυνοντα ἀπάγειν τὴν στρατιὴν, ἄλλην ἔχω καὶ ἐκ τῶνδε βουλήν. σὐ Πέρσας, βασιλεs, μὴ ποιησyς καταγελάστους γενέσθαι Ἐλλησι. ουδεν γὰρ ἐν τοῖσι Πέρσησι δεδήληται τῶν πρηγμάτων, ουδὲ ἐρέεις ὁκου. εγενόμεθα ἄνδρες κακοί. εἰ δὲ Φοίνικες τε καὶ Αἰγύπτιοι καὶ Κύπριοί τε και Κίλικες κακοὶ ἐγένοντο, ουδὲν προς Πέρσας τοίτο προσήκει το πάθος. ῆδη ἄν επειδὴ ου Πέρσαι τοι αἴτιοί εἰσι, ἐμοὶ πείθεο ' εἰ τοι δέδοκται μὴ παρα- μένειν, συ μὲν ἐς Θεα τα σεωυτου απέλαυνε, τῆς στρατιῆς ἀπάγων το πολλὸν, ἐμε δέ σοι χρὴ τὴν Ἐλλάδα πα-οασχεῖν δεδουλωμένην, τριήκοντα μυριάδας του στρα-τοῶ ἀπολεξάμενον. -υτα ἀκούσας Σέρξης ώς ἐκ κακῶν tot ἐχάρη τε καὶ Dθη, προς Μαρδόνιόν τε βουλευσάμενος ἔφη υποκρινέεσθαι ὁκότερον ποιήσει τούτων. ώς δὲ ἐβου- λευετο ἄμα Περσέων τοῖσι ἐπικλήτοισι, ἔδοξέ οἱ καὶ Ἀρτεμισίην ἐς συμβουλίην μεταπέμψασθαι, ἔτι πρότερον ἐφαίνετο μούνη νοέουσα τὰ ποιητέα ην. λ δε ἀπίκετο ἡ Ἀρτεμισίη, μεταστησάμενος τοὐς ἄλλους, τούς τε συμβούλους Περσέων καὶ τοὐς δορυφόρους, ἔλεξε Σέρξης

τάδε ' κελεύει με Μαρδόνιος μένοντα αυτου πειρdσθαι

τῆς Πελοποννησου, λέγων ῶς μοι Πέρσαι τε καὶ ὁ πεζὸς στρατὼς ουδενὸς μεταίτιοι πάθεός εἰσι, ἀλλα βουλομένοισί σφι γένοιτ ὰν ἀπόδεξις. ἐμὲ ἁν ἡ ταυτα κελεύει ποιέειν, ῆ αυτὸς ἐθέλει τριήκοντα μυριάδας απολεξάμε-

285쪽

στρατῶ - ηθεα τα ἐμά. συ ἁν ἐμοὶ, καὶ γὰρ περὶ της

ναυμαχίης ευ συνεβούλευσας της γενομένης Ουκ ἐῶσα ποιέεσθαι, νsν τε συμβούλευσον ὁκότερα ποιέων ἐπι-I02 τύχω ευ βουλευσάμενος. O μὲν ταλα συνεβουλευετο, η δὲ λέγει τάδε Βασιλεs, χαλεπὸν μέν ἐστι συμβουλευμένω τυχεῖν τὰ ἄριστα εἴπασαν, ἐπὶ μέντοι τοῖσι κατη- κουσι πρήγμασι δοκέει μοι αυτὸν μέν σε ἀπελαυνειν ὀπι- σω, Μαρδόνιον δὲ, εἰ ἐθέλει τε καὶ υποδέκεται ταυταποιησειν, αυτοs καταλιπεῖν σὐν τοῖσι ἐθέλει. τοὐτο μεν

γὰρ, ην καταστρέψηται τά φησι ἐθέλειν καί οἱ προχωρήση τὰ νοέων λέγει, σον τὸ ἔργον, ω δέσποτα, γίνεται, οἱ γὰρ σοὶ δοsλοι κατεργάσαντο, τοὐτο δὲ, ην τὰ ἐναντία της Μαρδονίου γνώμης γένηται, οὐδεμία συμφορὴ

μεγάλη ἔσται σέο τε περιεόντος καὶ ἐκείνων των πρηγμάτων περὶ οἶκον τον σόν. ην γὰρ συ τε περιης καἰ οἶκος ὁ σὸς, πολλοὐς πολλάκις αγῶνας δραμέονται περὶ σφέωναυτῶν οἱ Ἐλληνες. Μαρδονίου ην τι πάρο, λόγος ουδεὶς γίνεται ' ουδέ τι νικῶντες οἱ Ἐλληνες νικῶσι, δολλον σὸν ἀπολέσαντες ' συ δὲ, τῶν εῖνεκεν του στόλον

103 ἐποιήσαο, πυρώσας τὰς 'Aθήνας ἀπελας. σθη τε δη mσυμβουλίη Σέρξης λέγουσα γὰρ ἐπετύγχανε τά περ αυτὸς ἐνόεε. ουδὲ γὰρ εἰ πάντες καὶ πῆσαι συνεβουλευοναυτῶ μένειν, ἔμενε αν δοκέειν ἐμοί ' ουτω καταρρωδηκεε. ἐπαινέσας δὲ την Ἀρτεμισίην ταυτην μὲν αποστέλλει ἄγουσαν αυτοs τοὐς παῖδας ἐς Ἐφεσον ' νόθοι γάρ 104 τινες παῖδές οἱ συνείποντο. Συνέπεμπε δὲ τοῖσι παισὶ φυλακον Ἐρμότιμον, γένος μὲν ἐόντα Πηδασέα, φερέμενον δὲ Ου τὰ δεύτερα τῶν ευνούχων παρὰ βασιλέr. οἱ δὲ Πηδασέες οἰκέουσι υπὲρ Ἀλικαρνησοs. ἐν-τοῖσι Πηδάσοισι τούτοισι τοιόνδε φέρεται πρῆγμα γίνεσθαι ' ἐπ-

286쪽

Ι. Ι B. VIII. C A P. 101 - 106.

εὰν τοῖσι ἀμφικτίοσι πῆσι τοῖσι ἀμφὶ ταύτης οἰκέουσι τῆς πόλιος μέλλη τι ἐντὸς χρόνου ἔσεσθαι χαλεπὸν, τότε ἡ χεια αυτόθι τῆς Ἀθηναίης φύει πώγωνα μέγαν. τοὐτοδε σφι δὶς ἔδη ἐγενετο. - τούτων δὴ τῶν Πηδασέων ὁ Ιω μότιμος ήν, τῶ μεγίστη τίσις εδη ἀδικηθέντι ἐγένετο

πάντων τῶν ημεῖς ἴδμεν. ἀλόντα γὰρ αυτὸν υπὸ πολεμίων και πωλεόμενον ἀνέεται Πανιώνιος ἀνηρ πιος, δς την ζόην κατεστήσατο απ' ἔργων ἀνοσιωτάτων. ὁκως γὰρ κτήσαιτο παῖδας εἴδεος ἐπαμμένους, ἐκτάμνων ἀγινέων ἐπώλεε ἐς Σάρδις τε καὶ Ἐφεσον χρημάτων μεγάλων. παρὰ γὰρ τοῖσι βαρβάροισι τιμιώτεροί εἰσι οἱ ευνοῶχοι πίστιος εἴνεκεν τῆς πάσης τῶν ἐνορχίων. ἄλλους τε δὴ ὁ Πανιώνιος εξέταμε πολλοὐς, ἄτε ποιεύμενος ἐκ τούτου την ζόην, καὶ δὴ καὶ τομον. καὶ, οὐ γὰρ τὰ πάντα ἐδυ τυχεε ὁ Ἐρμότιμος, ἀπικνέεται ἐκ τῶν Σαρδίων παρὰ βασιλέα μετ' ἄλλων δώρων, χρόνου δε προῖόντος πάντων τῶν ευνούχων ἐτιμήθη μάλιστα παρὰ MMn. Mς-I τὸ στράτευμα τὰ Περσικὰν ἄρμα βασιλεὐς ἐπὶ τὰς M - νας ἐὼν ἐν Σάρδισι, ἐνθαsτα καταβὰς κατὰ δή τι πρῆγμα ὁ Ἐρμότιμος ἐς γῆν την -σίην, την πιοι μὲν νέμονται,

Ἀταρνεὼς δὲ καλέεται, ευρίσκει τον Πανιώνιον ἐν πια.

ἐπιγνοὐς δὲ ἔλεγε προς αυτὸν πολλοὐς καὶ φιλίους λόγους, πρῶτα μέν οἱ καταλέγων ὁσα αυτὰς δι' ἐκεῖνον ἔχοι ἀγαθὰ, δεύτερα δέ οἱ ἡπισχνεύμενος ἀντὶ τούτων δωμιν ἀγαθὰ ποιήσει, ἐν κομίσας τοὐς οἰκέτας οἰκίη ἐκείνm τε ὐποδεξάμενον ἄσμενον τοὐς λόγους τον Πανιώνιον κομίσαι τὰ τέκνα καὶ την γυναῖκα. ώς δὲ ἄρα πανοικίη μιν περιέλαβε, ἔλεγε ὁ Ἐρμότιμος τάδε ε γε πάντων ἀνδρῶν ἡδη μάλιστα απ' ἔργων ἀνοσιωτάτων τον βίον κτησάμενε, τί σε ἐγὼ κακὸν ῆ αυτὸς ἡ τῶν ἐμῶν τις ἐργάσατο , ἡ σὲ ἡ τῶν σῶν τινὰ, ἔτι με ἀντ' ἀνδρὸς ἐποίησας τὰ μηδὲν εἶναι; ἐδόκεές τε θεοὐς λήσειν οἷα ἐμηχανῶ

287쪽

τότε. οι σε ποιήσαντα ανόσια, νόμω δικαίω χρεόμενοι,

υπήγαγον ἐς χεῖρας τὰς ἐμὰς, ῶστε σε μη μέμψασθαι τηνωπ' ἐμέο τοι ἐσομένην δίκην. ώς δε οἱ ταυτα ἁνείδισε, ἀχθέντων των παίδων ες ἴψιν ἡναγκάζετο ὁ Πανιώνιος

των ἐωυτου παίδων τεσσέρων ἐόντων - αἰδοῖα ἀποτάμνειν, αναγκαζόμενος δε ἐποίεε ταυτα. αυτου τε, ῶς ταsτα ἐργάσατο, οι παῖδες αναγκαζόμενοι ἀπέταμνον. Πανιώνιον μεν νυν ουτω περιῆλθε η τε τίσις καὶ ὁ Ερμότιμος.iM MPmΣ δὲ ώς τους παῖδας ωρτεμισίη ἐπέτρεψε ἀπάγειν ἐς Ἐφεσον, καλέσας Μαρδόνιον ἐκέλευσέ μιν

της στρατιῆς διαλέγειν τους βουλεται, και ποιέει, τοῖσι λόγοισι τα ἔργα πειρώμενον ὁμοῖα. ταυτην μὲν την ἡμμρην ες τοσουτο ἐγίνετο, της δε νυκτὰς κελευσαντος βασιλέος τὰς νεας οἱ στρατηγοὶ ἐκ του Φαληρου ἀπηπον ὀπίσω ἐς τον Ἐλλήσποντον, ώς ταχεος ειχε εκαστος, δι φυλαξουσας τὰς σχεδίας πορευθῆναι βασιλέr. ἐπεὶ δε ἀροχου ἡσαν Ζωστῆρος πλώοντες οι βάρβαροι, ἀνατείνουσι γὰρ ἄκραι λεπταὶ τῆς ηπείρου, ταυτας ἔδοξάν τε νέας ε ναι καὶ ἔφευγον ἐπὶ πολλόν. χρόνω δε μαθόντες ἔτι ou 108 νέες εἶεν, ἀλλ' ἄκραι, συλλεχθέντες ἐκομίζοντο. Mς δὲ ἡμερη ἐγένετο, ὁρέοντες οἱ Ἐλληνες κατὰ χώρην μένοντα τον στρατὸν τον πεζὸν ῆλπιζον καὶ τὰς νέας εἶναι περὶ Φάληρον, ἐδόκεόν τε ναυμαχήσειν σφέας, παραρτέοντό τε ώς ἀλεξησόμενοι. ἐπεὶ δὲ ἐπυθοντο τὰς νέας οἰχωκυίας, αὐτίκα μετὰ ταυτα ἐδόκεε ἐπιδιώκειν. τον μέν νυν ναυτικὸν τον Σίρξεω στρατὸν Ουκ ἐπεῖδον διώξαντες μέχρι υνδρου, ἐς δὲ τὴν 'Ἀνδρον ἀπικόμενοι ἐβουλευοντο. Θεμιστοκλέης μέν νυν γνώμην ἀπεδείκνυτο διὰ νήσων τραπομένους καὶ ἐπιδιώξαντας τὰς νέας πλώειν ἰθέως ἐπὶ τον Ἐλλήσποντον λυσοντας τὰς γεφυρας. μ' ρυβιάδης δὲ την ἐναντίην ταυτη γνώμην ἐτίθετο, λέγων,

288쪽

LI B. VIII. C A P. 106 - 109.

ῶς εἰ λύσουσι τὰς σχεδίας, τουτ' αν μέγιστον πάντων σφεῖς κακὀν την Ἐλλάδα ἐργάσαιντο. εἰ γὰρ αναγκασθείη

ἀπολαμφθεὶς ὁ Πέρσης μένειν ἐν τη Mρώπη, πειρῶτοὰν ἡσυχίην μη ἄγειν, ώς ἄγοντι μέν οἱ ἡσυχίην ουτε τι

προχωρεειν οἷόν τε ἔσται των πρηγμάτων ουτε τις κομιδὴ

τὸ ὀπίσω φανήσεται, λιμῶ τε οἱ η στρατιὴ διαφθαρέεται, ἐπιχειρέοντι δὲ αὐτῶ καὶ ἔργου ἐχομένω πάντα τὰ κατὰ την Mρώπην οἱά τε ἔσται προσχωρῆσαι κατὰ πόλιάς τε καὶ κατὰ ἔθνεα, ητοι ἁλισκομένων γε η προ τουτου ὁμολογεόντων. τροφήν τε ἔξειν σφέας τον ἐπλεον αἰεὶ των Ἐλλήνων καρπόν. αλλὰ δοκέειν γὰρ νικηθέντα τῆ ναυμαχίη ου μενέειν ἐν τῆ ρώπη τον Πέρσην, ἐατέον ἁνεἶναι φεύγειν, ἐς ο ἔλθη φευγων ἐς την ἐωυτου. τὸ ἐν- θευτεν δε περὶ τῆς ἐκείνου ποιέεσθαι ἡδη τον αγῶνα ἐκέλευε. ταυτης δὲ εἴχοντο τῆς γνώμης καὶ Πελοποννησίων των ἄλλων οἱ στρατηγοί. Ως δε ἔμαθε δτι οὐ πεί- 109σει τους γε πολλοὐς πλώειν ἐς τον Ἐλλήσποντον ὁ Θεμιστοκλέης, μεταβαλὼν προς τοὐς Ἀθηναίους ουτοι γὰρ μάλιστα ἐκπεφευγότων περιημέκτεον, ἄρμέατό τε ἐς τον Ελλήσποντον πλώειν καὶ ἐπὶ σφέων αυτῶν βαλλόμενοι,

εἰ ἄλλοι μη βουλοίατο ἔλεγε σφι τάδε Καὶ αυτὸς ήδη

πολλοῖσι παρεγενόμην, καὶ πολλῶ πλέω ἀκήκοα τοιάδε γενέσθαι, ἄνδρας ἐς ἀναγκαίην ἀπειληθέντας νενικημένους ἀναμάχεσθαί τε καὶ ἀναλαμβάνειν την προτέρην κακότητα. ημεῖς δὲ ευρημα γὰρ ευρήκαμεν ἡμέας τε αυ- τοὐς καὶ την Ἐλλάδα, νέφος τοσουτο ἀνθρώπων ἀνωσάμενοι μη διώκωμεν ἄνδρας φεύγοντας. τάδε γὰρ Ουκημεῖς κατεργασάμεθα, αλλὰ θεοί τε καὶ ῆρωες, οῖ ἐφθόνησαν ἄνδρα ἔνα τῆς τε Ἀσίης καὶ τῆς Eυρώπης βασι- λεὐσαι ἐόντα ἀνόσιόν τε καὶ ἀτάσθαλον, ἔς τὰ ἱρὰ καὶ τὰ ἴδια ἐν ὁμοίω ἐποιέετο ἐμπιπράς τε καὶ καταβάλλων τῶν θεῶν τὰ αγάλματα, δς καὶ την θάλασσαν ἀπεμαστίγωσε

289쪽

μεν ἐν τῆ Ἐλλάδι καταμείναντας ἡμέων τε αυτῶν επιμεληθῆναι καὶ των οἰκετέων ' καί τις οἰκίην τε ἀναπλασάσθω καὶ σπόρου ἀνακῶς ἐχέτω, παντελέως απελάσας τον βάρβαρον ἄμα δὲ τω ἔαρι καταπλώωμεν ἐπὶ Ἐλλησπόντου καὶ γωνίης. Tαυτα ἔλεγε ἀποθήκην μέλλων ποιήσεσθαι ἐς τον Πέρσην, ἶνα ἐν ἄρα τί μιν καταλαμβάνη προς Ἀθηναίων πάθος, ἔχη αποστροφήν ' τά περ 110 ων καὶ ἐγένετο. Θεμιστοκλέης μεν ταsτα λέγων διέβαλλε, Ἀθηναῖοι δὲ ἐπείθοντο ' ἐπειδὴ γὰρ καὶ πρότερον δεδογμένος εἶναι σοφὸς ἐφάνη ἐὼν ἀληθέως σοφός τε καὶ ε βουλος, πάντως λογοι ησαν λέγοντι πείθεσθαι. ὼς δεουτοί οι ἀνεγνωσμένοι ἐσαν, αὐτίκα μετὰ ταμα ὁ Θ μιστοκλέης ἄνδρας ἀπέπεμπε ἔχοντας πλοῖον, τοῖσι ἐπίστευε σιγῆν ἐς πῆσαν βάσανον ἀπικνεομένοισι, τὰ αυτὸς ἐνετείλατο βασιλέῖ φράσαι ' των καὶ Σίκιννος ὁ οἰκέτης αυτις ἐγένετο. οῖ ἐπεί τε ἀπίκοντο προς την 'Ἀττικὴν, άμεν κατέμενον ἐπὶ τῶ πλοίω, Σίκιννος δὲ ἀναβὰς παρὰ Σέρξεα ἔλεγε τάδε 'Eπεμψέ με Θεμιστοκλέης ὁ Νεοκλέος, στρατηγὸς μὲν Ἀθηναίων, ἀνὴρ δὲ των συμμάχων πάντων ἄριστος καὶ σοφώτατος, φράσοντά τοι ἔτι Θεμιστοκλέης ὁ 'Aθηναιος, σοὶ βουλόμενος υπουργέειν, ἔσχε τους Ελληνας τὰς νέας βουλομένους διώκειν καὶ τὰς ἐν Ε λησπόντω γεφυρας λυειν. καὶ νυν κατ ἡσυχίην πολλὴν 111 κομίζεο. οἱ μὲν ταυτα σημήναντες ἀπέπλωον ὀπίσω, οἱ δὲ Ελληνες, ἐπεί τέ σφι ἀπέδοξε μητ ἐπιδιώκειν ἔτι προσωτέρω των βαρβάρων τὰς νέας, μήτε πλώειν ἐς τον Ἐλλήσποντον λυσοντας τον πόρον, την 'Ἀνδρου περικατέατο, ἐξελεῖν ἐθέλοντες. πρῶτοι γὰρ 'Ἀνδριοι νησιωτέων αἰτηθέντες πρὸς Θεμιστοκλέος χρήματα οὐκ ἔδοσαν, αλλὰ προωχομένου Θεμιστοκλέος λόγον τόνδε, ώς ῆκοιεν 'Aθηναῖοι περὶ ἐωυτοὐς ἔχοντες δύο θεους μεγάλους,

290쪽

Πειθώ τε καὶ λαγκαίην, ουτω τέ σφι κάρτα δοτέα εἶναι χρηματα, υπεκρίναντο προς ταυτα λέγοντες, ῶς κατὰ λόγον ἐσαν ἄρα αἱ Mθῆναι μεγάλαι τε καὶ ευδαίμονες καὶ θεῶν χρηστῶν ,οιεν ευ, ἐπεὶ -δρίους γε ειναι, γεωπείνας ἐς τὰ μέγιστα ανήκοντας, καὶ θεους δυο αχρήστους Ουκ ἐκλείπειν σφεων τὴν νῆσον, ἀλλ' αἰεὶ φιλοχωρέειν, Πενίην τε καὶ Ἀμηχανίην, καὶ τουτων των θεῶν ἐπηβόλους ἐόντας Ἀνδρίους οὐ δώσειν χρήματα 'oυδέκοτε γὰρ τῆς λυτῶν ἀδυναμίης τὴν Ἀθηναίων δυναμιν εἶναι κρέσσω. ουτοι μὲν δὴ ταυτα υποκρινάμενοι καὶ οὐ δόντες χρήματα ἐπολιορκέοντο. Θεμιστοκλέης δε, I 12ου γὰρ ἐπαύετο πλεονεκτέων, ἐσπέμπων ἐς τὰς ἄλλας νήσους ἀπειλητηρι Ους λόγους αἴτεε χρήματα διὰ των αυ- τῶν αγγέλων, χρεόμενος λόγοισι τοῖσι καὶ πρὸς Ἀνδρίους ἐχρήσατο, λέγων ως εἰ μη δώσουσι το αἰτεόμενον, ἐπάξει τὴν στρατιὴν των Ἐλλήνων και πολιορκέων ἐξαιρήσει. λέγων ων ταυτα συνέλεγε χρήματα μεγάλα παρὰ Καρυστίων τε καὶ Παρίων, οῖ πυνθανόμενοι τήν τε υνδρονώς πολιορκεοιτο διότι ἐμήδισε, καὶ Θεμιστοκλέα ῶς εἴη ἐν αἴνy μεγίστη των στρατηγῶν, δείσαντες ταλα ἐπεμπον χρήματα. εἰ δὲ δή τινες καὶ ἄλλοι ἔδοσαν νησιωτέων, ουκ ἔχω ειπαι ' δοκέω δέ τινας καὶ ἄλλους δosναι καὶ ου τούτους μουνους. καίτοι Καρυστίοισί γε ουδὲν τούτου εἴνεκεν τοs κακοs υπερβολὴ ἐγενετο Πάριοι δε Θεμιστοκλέα χρήμασι ἱλασάμενοι διέφυγον τὸ στράτευμα. Θεμιστοκλέης μέν νυν ἐξ υνδρου ὁρμεόμενος χρήματα παρορὰ νησιωτέων ἔκτητο λάθρη τῶν ἄλλων στρατηγῶν.

οἱ δ' ἀμφὶ Σερξια ἐπισχόντες ὀλίγας ημέρας μετὰ II3

τὴν ναυμαχίην ἐξήλαυνον ἐς Βοιωτους τὴν αυτὴν οδόν. ἐδοξε γὰρ Μαρδονίω ἄμα μὲν προπέμψαι βασιλέα, ἄμα δὲ ἀνωρίην εἶναι τοs Dεος πολεμέειν, χειμερίσαι δὲ ἄμεινον εἶναι ἐν Θεσσαλίη, καὶ ἔπειτεν ἄμα τω ἔαρι πειρ

SEARCH

MENU NAVIGATION