Antiqvitatvm romanorvm qvae svpersvnt, recensvit Adolphvs Kiessling

발행: 1860년

분량: 368페이지

출처: archive.org

분류: 미분류

171쪽

υπάρξει μοι τῶν τιμῶν παρὰ πάντα τον λοιπὸν αἰῶνα

τυγχάνειν.

IIII. Toιαυτα μὲν ὁ Ῥωμυλος ἐκ διδαχης ras μητροπάτορος, ῶσπερ ἔφην, απομνημονεύσας ἐν τοῖς b καήσεσιν ἔλεξεν. οἱ δὲ βουλευσάμενοι κατὰ σφὰς

αυτους αποκρίνονται τοιάδε ' 'φεῖς πολιτείας μὲν 24ήκαινης ουδὲν δεόμεθα, την δ' υπὸ των πατερων δοκιμασθεῖσαν εἶναι κρατίστην παραλαβόντες οὐ μετατιθέμεθα γνώμll τε επόμενοι τῶν παλαιοτέρων,10 ους απὸ μείζονος οἰόμεθα φρονήσεως αυτην καταστήσασθαι, καὶ τυχη ἀρεσκόμενοι. ου γὰρ τηνδε μεμψαίμεθ' αν εἰκότως, η παρέσχεν ἡμῖν βασιλευομενοις τα μέγιστα τῶν ἐν ἀνθρώποις αγαθῶν, ἐλευθερίαν τε καὶ ἄλλων αρχήν. περὶ μεν δὴ πολιτείας ταυτα Ili ἐγνώκαμεν ' την δε τιμὴν ταυτην Ουχ ἐτέρω τινὶ μἀλ- λον ἡ σοὶ προσήκειν ὐπολαμβάνομεν του τε βασιλείου γένους ἔνεκα καὶ αρετῆς, μάλιστα δ' ἔτι τῆς αποικίας ἡγεμόνι κεχρήμεθά σοι καὶ πολλὴν συνίσμεν δεινότητα, πολλὴν δὲ σοφίαν, ου λόγω μῆλλον ἡ ἔργω μα- 20 θόντες. ταυτα ὁ ωμυλος ακουσας αγαπῶν μὲν ἔφη βασιλείας ἄξιος υπ' ἀνθρώπων κριθείς ' ου μέντοι γε λήψεσθαι την τιμὴν πρότερον, ἐὰν μὴ καὶ τὸ δαιμόνιον ἐπιθεσπίση δι οἰωνῶν αἰσίων. V. Xὸς κἀκείνοις ἡν βουλομένοις προειπών

25 ημέραν, ἐν ἡ διαμαντευσασθαι περὶ τῆς αρχῆς ἔμελλεν, et ἐπειδὴ καθῆκεν ὁ χρόνος ἀναστὰς περὶ τον δοθooω ἐκ τῆς σκηνῆς προῆλθε ' στὰς δὲ ἡπαίθριος ἐν καθαρῶ χωρίω καὶ προθυσας δ νόμος ήν ευχετο Θιί τε

βασιλεῖ και τοῖς ἄλλοις θεοῖς, ους ἐποιήσατο τῆς 30 αποικίας ηγεμόνας, εἰ βουλομένοις αυτοῖς ἐστι βασιλευεσθαι τὴν πόλιν υφ' εαυτοί, σημεῖα ουοάνιαφῆναι καλά. μετὰ δὲ τὴν ευχὴν αστραπὴ διῆλθεν

172쪽

ἐκ τῶν ἀριστερῶν ἐπὶ τα δεξιά. τίθενται δὲ Ῥωμαῖοι τας ἐκ τῶν αριστερῶν ἐπὶ τα δεξιὰ ἀστραπας αἰσίους, εἴτε παρὰ Τυρρηνῶν διδαχθέντες, εἴτε πατερων καθηγησαμένων κατὰ τοιόνδε τινὰ, ώς ἐγω πείθομαι, λογισμὸν, ὁτι καθέδρα μεν ἐστι καὶ στάσις ἀρίστη οτῶν οἰωνοῖς μαντευομένων η βλέπουσα προς ανατολὰς, οθεν ηλίου τε ἀναφοραὶ γίνονται καὶ σεληνης καὶ

ἀστερων πλανητῶν τε καὶ απλανῶν, η τε του κόσμου

περιφορὰ, δι ην το ὲ μὲν υπὲρ γης ἄπαντα τὰ ἐν αὐτῶ γίνεται, το ὲ λυπὸ γης, ἐκεῖθεν ἀρξαμένη Ιοτην ἐγκυκλιον ἀποδίδωσι κίνησιν. τοῖς δε προς ανα-

246 τολὰς βλέπουσιν αριστερὰ μὲν γίνεται τὰ προς τηνἄρκτον ἐπιστρέφοντα μέρη, δεξιὰ δὲ τὰ προς μεσημβρίαν φέροντα ' τιμιώτερα δε τὰ πρότερα πέφυκεν εἶναι τῶν υστέρων. μετεωρίζεται γὰρ ἀπὸ τῶν βορείων Id μερῶν ὁ του ἄξονος πόλος, περὶ ον η του κύσμου

στροφη γίνεται, καὶ τῶν πέντε κύκλων τῶν διεζωκο- των την σφαῖραν ὁ καλούμενος αρκτικος αεὶ τη δε φανερός' ταπεινουται δ' ἀπὸ τῶν νοτίων ο καλουμενος ἀνταρκτικὸς κύκλος αφανης κατὰ τοsτο τό μέρος. 20 εἰκὸς δη κράτιστα τῶν Ουρανίων και μεταρσίων -- μείων υπάρχειν, ὁσα ἐκ του κρατίστου γίνεται μέρους,

ἐπειδη δὲ τὰ μὲν ἐστραμμένα προς τὰς ἀνατολὰς

ηγεμονικωτέραν μοῖραν ἔχει τῶν προσεσπερίων, αυ-

τῶν δέ γε τῶν ανατολικῶν υψηλότερα τὰ βόρεια τῶν 2d νοτίων, ταῶτα αν εἴη κράτιστα. ώς δέ τινες ἱστορουσιν ἐκ παλαιοί τε και πριν η παρὰ Τυρρηνῶν μαθεῖν 47 τοῖς ' μαίων προγόνοις αἴσιοι ἐνομίζοντο αἱ ἐκ τῶν αριστερῶν ἀστραπαί. Ἀσκανίω γὰρ τῶ ἐξ Αἰνείου γεγονότι, καθ' ον χρόνον υπὸ Ἀρρηνῶν, ους ηγε 30βασιλεὐς Μεσέντιος, ἐπολεμεῖτο καὶ τειχηρης ην, περὶ την τελευταίαν ἔξοδον, ην ἀπεγνωκὼς ηδη τῶν πραγ-

173쪽

μάτων ἔμελλε ποιεῖσθαι, μετ' ολοφυρμοὐ τόν τε Θία καὶ τους αλλους αἰτουμένω θεους αἴσια σημεῖα της ἐξόδου δosναι φασὶν αἰθρίας οἴσης ἐκ των αριστερῶν ἀστράψαι τον Ουρανόν. τos δ' ἀγῶνος ἐκείνου λα-5 βόντος το κράτιστον τέλος διαμεῖναι παρὰ τοῖς ἐκγόνοις αυτοs νομιζόμενον αἴσιον τόδε τὸ σημεῖον.

VI. πτε δ' οὐν ὁ μύλος ἐπειδη τὰ παρὰ τουδαιμονίου βεβαια προσέλαβε, συγκαλέσας τὸν δῆμον εἰς ἐκκλησίαν καὶ τὰ μαντεῖα δηλώσας βασιλεὐς ἀπο-

10 δείκνυται προς αυτῶν καὶ κατεστήσατο ἐν ἔθει τοῖς μετ' αυτὸν ἄπασι μήτε βασιλείας μήτε ἀρχὰς λαμβάνειν, εὰν μὴ καὶ τὸ δαιμόνων αὐτοῖς ἐπιθεσπίση, διέμεινέ τε μεχρι πολλοs φυλαττόμενον υ μαίων τὸ περὶ τοὐς οἰωνισμοὐς νόμιμον, ου μόνον βασι- Ib λευομένης τῆς πόλεως, ἀλλα καὶ μετὰ κατάλυσιν τῶν μοναρχων ἐν υπάτων καὶ στρατηγῶν καὶ τῶν thἄλλων τῶν κατὰ νόμους αρχόντων αἱρέσει. πέπαυται δ' ἐν τοῖς καθ' ημῆς χρόνοις, πλὴν οἷον εἰκών τις αυτοὐ λείπεται τῆς ὁσίας αυτῆς ἔνεκα γινομένη. 20 ἐπαυλίζονται μεν γὰρ οἱ τὰς ἀρχὰς μέλλοντες λαμβάνειν καὶ περὶ τὸν ὁρθρον ἀνιστάμενοι ποιοsνταί τινας εὐχὰς υπαίθριοι, τῶν δὲ παρόντων τινὲς ὀρνιθοσκόπων μισθὸν ἐκ τοs δημοσίου φερόμενοι αστοαπὴν αὐτοῖς μηνύειν ἐκ τῶν αριστερῶν φασιν την Ου25 γενομένην. οἱ δὲ τὸν ἐκ τῆς φωνῆς οἰωνὸν λαβόντες απέρχονται τὰς ἀρχὰς παραληψόμενοι οἱ μὲν αυτὸ τοὐθ' ἱκανὸν ὐπολαμβάνοντες εἶναι τὸ μηδένα γενέσθαι τῶν ἐναντιουμένων τε καὶ κωλυόντων οἰωνῶν,

οἱ δὲ καὶ παρὰ τὸ βούλημα τοs θεοs κωλυοντος, ἔστιω γὰρ ὀτε βιαζόμενοι καὶ τὰς ἀρχὰς ἀρπάζοντες μῆλλονὴ λαμβάνοντες. δι Ους καὶ πολλαὶ μὲν ἐν γῆ στρατιαὶ

ωμαίων ἀπώλοντο πανώλεθροι, πολλοι δ' ἐν Θα-

174쪽

249 λάττη στόλοι διεφθάρησαν αυτανδροι, ἄλλαι τε μεγάλαι καὶ δειναι περιπέτειαι τύ πόλει συνέπεσον αἱ

μὲν ἐν ὀθνείοις πολέμοις, αἱ δὲ κατὰ τὰς ἐμφυλίους διχοστασίας, ἐμφανέσταται καὶ μέγισται κατὰ την ἐμὸν ηλικίαν, ὀτε Λικίννιος Κρῆσσος ἀνὴρ οὐδενὸς 5

δεύτερος των καθ' εαυτὸν ηγεμόνων στρατιὰν ηγεν ἐπὶ τὸ Πάρθων ἔθνος, ἐναντιουμένου του δαιμονίου πολλα χαίρειν φράσας τοῖς ἀποτρέπουσι την ἔξοδον οἰωνοῖς μυρίοις οσοις γενομένοις. ἀλλ' υπὲρ μὲν της εἰς τὸ δαιμόνιον ολιγωρίας, n χρῶνταί τινες ἐν τοῖς I0 καθ' ημῆς χρόνοις πολὐ ἔργον αν εχ λέγειν. VlI. Ο δε ωμύλος ἀποδειχθεὶς τοίτον τον τρόπον υπό τε ἀνθρώπων και θεῶν βασιλεὼς τά τε πολέμια δεινὸς καὶ φιλοκίνδυνος ὁμολογεῖται γενέσθαι και πολιτείαν ἐξηγήσασθαι την κρατίστην φρονιμώ- id τατος. διέξειμι δ' αυτos τὰς πράξεις τάς τε πολιτικὰς καὶ τὰς κατὰ πολέμους, ων και λόγον ἄν τις ἐν ἱστορίας

αφηγησει ποιήσαιτο. ἐρῶ δε πρῶτον υπὲρ τοί κόσμου της πολιτείας, ον ἐγὼ πάντων ηροῶμαι πολιτικῶν κόσ-5O μων αὐταρκέστατον ἐν εἰρήνst τε καὶ κατὰ πολέμους. ην 20 τοιόςδε ' τριχη νείμας την πληθυν ἄπασαν εκάστητων μοιρῶν τον ἐπιφανέστατον ἐπέστησεν ηγεμόνα ἔπειτα των τριῶν πάλιν μοιρῶν εκάστην εἰς δέκα

μοίρας διελών, ἴσους ηγεμόνας καὶ τούτων απέδειξετους ανδρειοτάτους' ἐκάλει δὲ τὰς μεν μείζους μοίρας 2b τρίβους, τὰς δ' ἐλάττους κουρίας, ώς καὶ κατὰ τονημέτερον βίον ἔτι προσαγορεύονται. εἴη δ' ἰν Ελλάδι γλωττη τὰ ονόματα ταὐτα μεθερμηνευόμενα φυλὴ

μὲν καὶ τριττὐς ἡ τρίβους, φράτρα δὲ καὶ λύχος ἡ

κουρία, καὶ των ἀνδρῶν οἱ μὲν τὰς τῶν τρίβων ηγε- 30μονιας ἔχοντες φύλαρχοί τε καὶ τριττύαρχοι, οὐς 2I καλοίσι Ῥωμαῖοι τριβούνους' οἱ δὲ ταῖς κουρίotς

175쪽

ἐφεστηκότες καὶ φρατοίαρχοι καὶ λοχαγοὶ, ους ἐκεῖνοικουρίωνας ὀνομάζουσι. διήρηντο δε και εἰς δεκάδας αἱ φρῆτραι προς αυτοῶ, καὶ ἡγεμὼν ἐκάστην ἐκόσμει δεκάδαοχος κατὰ τὴν ἐπιχώριον γλῶτταν προσαγορευ-5 όμενος. ώς δὲ διεκρίθησαν ἀπαντες καὶ συνετάχθησαν εἰς φυλὰς καὶ φράτρας, διελὼν την γην εἰς τριάκοντα κλήρους ἴσους ἔκαστη φράτρα κλῆρον ἀπέδωκεν ἔν εξελὼν την ἀρκοῶσαν εἰς ἱερὰ καὶ τεμένη καί τινα καιτῶ κοινῶ γην καταλιπών. μία μὲν αυτη διαί9εσις 10 υπὀ μύλου των τε ἀνδρῶν καὶ τῆς χώρας ἡ περιέχουσα την κοινὴν καὶ μεγίστην ἰσότητα, τοιάδε

τις ἡν. VIII. μέρα αυτῶν πάλιν των ἀνδρῶν ἡ τὰ

φιλάνθρωπα καὶ τὰς τιμὰς διανέμουσα κατὰ τηυ15 ἀξίαν, ῆν μέλλω διηγεῖσθαι. τους ἐπιφανεῖς κατὰ γένος καὶ δι αρετὴν ἐπαινουμένους και χρήμασιν, ώς ἐν τοῖς τότε καιροῖς, εὐπορους, ήδη παῖδες οις ἡσαν, διώριζεν απὸ τῶν ἀσημων καὶ ταπεινῶν καὶ ἀπορων. ἐκάλει δὲ τοὐς μὲν ἐν τῆ καταδεεστέρα τύχρ πληβεί- 2520 ους, ώς δ' ῶν Ελληνες εἴποιεν δημοτικούς' τοὐς δ' ἐν τῆ κρείττονι πατέρας εἴτε διὰ τὸ πρεσβεύειν ηλικία τῶν ἄλλων, εἴθ' ὁτι παῖδες αὐτοῖς ἐσαν, εἴτε διὰ την ἐπιφάνειαν τοὐ γένους, εἴτε διὰ πάντα ταυτα ' ἐκ τῆς 'Aθηναίων πολιτείας, ῶς ἄν τις εἰκάσειε, τῆς κατ' ra ἐκεῖνον τον χρόνον ἔτι διαμενούσης τὸ παράδειγμα λαβών. εκεῖνοι μὲν γὰρ εις δύο μέρη νείμαντες τὸ πλῆθος εὐπατρίδας μὲν ἐκάλουν τοὐς ἐκ τῶν ἐπιφανῶν οἴκων καὶ χρήμασὶ δυνατοὐς , οἷς ἡ τῆς πόλεως

ἀνέκειτο προστασία, αγροίκους δὲ τοὐς ἄλλους πολί- 30 τας, οἷ τῶν κοινῶν -δενὸς ἐσαν κύριοι ' σῶν χρόωροδε και ουτοι προσελήφθησαν ἐπὶ τὰς ἀρχάς. α μὲν δὴ

τὰ πιθανώτατα περὶ τῆς Pωμαίων πολιτείας ἱστομῶν

176쪽

ἐκείνους πατερας καὶ τους ἐκγόνους αυτῶν πατρικίους, οἱ δὲ προς τον ἴδιον φθόνον ἀναφέροντες τὀ253 πρῆγμα καὶ διαβάλλοντες εἰς δυσγένειαν την πόλιν ου διὰ ταυτα πατρικίους ἐκείνους κληθῆναί φασι, θἀλλ' ὁτι πατέρας εἶχον ἀποδεῖξαι μόνοι, ώς των γε

ἄλλων δραπετῶν οντων καὶ οὐκ ἐχόντων Oνομάσαι πατέρας ἐλευθέρους. τεκμήριον δε τουτου παρέχουσιν, οτι τοὐς μεν πατρικίους, οπότε δόξειε τοῖς βασι - λευσι συγκαλεῖν, οἱ κήρυκες ἐξ oνόματος τε και πα- 10τρόθεν ἀνηγόρευον, τους δὲ δημοτικοὐς υπηρέται τινὲς ἀθρόους κέρασι βοείοις ἐμβυκανῶντες ἐπὶ τὰς

ἐκκλησίας συνῆγον. ἔστι δὲ Ουτε η των κηρυκων ἀνά - κλησις τῆς εὐγενείας των πατρικίων τεκμήριον, ουτε

ἡ τῆς βυκάνης φωνὴ τῆς αγνωσίας των δημοτικῶν Ili συμβολον, ἀλλ' ἐκείνη μὲν τιμῆς, αὐτη δὲ τάχους. ου γὰρ οἰόντε ἐν ἐν ὀλίγω χρόνω την πληθῶν καλεῖνα ονόματος. VIIII. O δὲ Pωμυλος ἐπειδὴ διέκρινε τοὐς κρείττους ἀπο τῶν ἡττόνων, ἐνομοθέτει μετὰ τοὐτο καὶ 20 διέταττεν, ἁ χρῆ πράττειν εκατέρους ' τοὐς μὲν ευπα-τρίδας ἱερῆσθαί τε καὶ ἄρχειν καὶ δικάζειν καὶ μεθ' ίαυτου τὰ κοινὰ πράττειν ἐπὶ τῶν κατὰ την πόλιν ἔργων μένοντας, τοὐς δὲ δημοτικοὐς τουτων μὲν ἀπολελύσθαι τῶν πραγματειῶν απείρους τε αυτῶν 25 54 ὁντας καὶ δι απορίαν χρημάτων ἀσχόλους, γεωργεῖν δὲ καὶ κτηνοτροφεῖν καὶ τὰς χρηματοποιοὐς ἐργάζεσθαι τέχνας, ινα μη στασιάζωσιν, ῶσπερ ἐν ταῖς ἄλλαις πόλεσιν. ἡ τῶν ἐν τέλει προπηλακιζόντων τοὐς ταπεινοίς ἡ τῶν φαύλων καὶ απόρων τοῖς ἐν ταῖς mὐπεροχαῖς φθονουντων. παρακαταθήκας δὲ ἔδωκε τοῖς πατρικίοις τοὐς δημοτικοὐς ἐπιτρέψας εκαστω

177쪽

τῶν ἐκ του πλήθους, ον αυτὸς ἐβούλετο, νέμειν π9οστάτην, ἔθος Ελληνικὸν καὶ ἀρχαῖον, ω Θετταλοί τε μέχρι πολλοs χρώμενοι διετέλεσαν καὶ 'Aθηναῖοι κατ' ἀρχὰς, ἐπὶ τα κρείττω λαβών. ἐκεῖνοι μεν γὰρ

5 υπεροπτικῶς ἐχρῶντο τοῖς πελάταις ἔργα τε ἐπιτάττοντες ου προσήκοντα ἐλευθέροις, καὶ οπότε μηπράξειάν τι τῶν κελευομένων, πληγὰς ἐντείνοντες καιταλλα ῶσπερ ἀργυρωνήτοις παραχρώμενοι. ἐκάλουν eo 'Aθηναῖοι μὲν θῆτας τους πελάτας ἐπὶ τῆς λατρείας,10 Θετταλοὶ δὲ πενέστας ονειδίζοντες αὐτοῖς ευθὐς ἐν Σιτῆ κλησει την τύχην. ὁ δε Pωμύλος ἐπικλήσει τε εὐπρεπεῖ τὸ πρῆγμα ἐκόσμησε πατρωνείαν ὀνομάσας

την τῶν πενήτων καὶ ταπεινῶν προστασίαν, καὶ ταἔργα χρηστὰ προσέθηκεν εκατέροις, φιλανθρωπους Ib καὶ πολιτικὰς κατεργαζόμενος αυτῶν τὰς συζυγίας. X. 'm δὲ tα ὐπ' ἐκείνου τότε ὁρισθέντα καὶ μέχρι πολλου παραμείναντα χρόνου Ῥωμαίῖς ἔθη περὶ

τὰς πατρωνείας τοιάδε ' τους μὲν πατρικίους ἔδει τοῖς εαυτῶν πελάταις ἐξηγεῖσθαι τα δίκαια, ίν ουκ εἶχον 20 ἐκεῖνοι την ἐπιστήμην, παρόντων τε αυτῶν και μὴ παρόντων τον αυτὸν ἐπιμελεῖσθαι τρόπον ἄπαντα πράττοντας, ὁσα περὶ παίδων πράττουσι πατέρες, εἰς

χρημάτων τε καὶ τῶν περὶ χρήματα συμβολαίων λόγον ' δίκας τε υπερ τῶν πελατῶν ἀδικουμένων λαγ- 25 χάνειν, εἴ τις βλάπτοιτο περι τὰ συμβόλαια, και τοῖς di ἐγκαλοsσιν ὁπέχειν ' ώς δε ολίγα περὶ πολλῶν ἄν τις εἴποι πῆσαν αὐτοῖς εἰρήνην τῶν τε ἰδίων καὶ τῶν κοινῶν πραγμάτων, ώς μάλιστα ἐδυναντο, πα9έχειν. τοὐς δὲ πελάτας ἔδει τοῖς εαυτῶν προστάταις θυγα-30 τέρας τε συνεκδίδοσθαι γαμουμένας, εἰ σπανίζοι ευ οἱ πατέρες χρημάτων, καὶ λύτρα καταβάλλειν πολεμίοις, εἴ τις αυτῶν ὴ παίδων αἰχμάλωτος γένοιτο ' δίκας τε

178쪽

κὸν ἐχούσας τίμημα εκ τῶν ἰδίων λύεσθαι χρημάτων, ου δανείσματα ποιουντας ἀλλα χάριτας' ἔν τε ἀρχαῖς καὶ γερηφορίαις καὶ ταῖς ἄλλαις ταῖς εἰς τὰ κοινὰ δαπάναις τῶν ἀναλωμάτων ώς τους γένει προσήκοντας θμετέχειν. κοινy δ' ἀμφοτέροις Ουτε οσιον ουτε θέμις ἐν κατηγορεῖν ἀλληλων ἐπὶ δίκαις η καταμαρτυρεῖν ἡ 258 ψῆφον ἐναντίαν ἐπιφέρειν η μετὰ τῶν εχθρῶν ἐξετάζεσθαι. εἰ δε τις ἐξελεγχθείη τούτων τι διαπραττόμενος ἔνοχος ἐν τῶ νόμω τῆς προδοσίας, ον ἐκύρωσεν 10 ὁ μυλος, τον δὲ ἀλόντα τῶ βουλομένω κτείνεινοσιον ἐν ώς θῶμα του καταχθονίου Aιός. ἐν ἔθει γὰρ μαίοις, ἴσους ἐβούλοντο νηποινὶ τεθνάναι, τὰ τούτων σώματα θεῶν ὁτωδήτινι, μάλιστα δε τοῖς

καταχθονίοις κατονομάζειν' o καὶ τότε ὁ μυλος i5 ἐποίησε. τοιγάρτοι διέμειναν ἐν πολλαῖς γενεαῖς Ουδεν διαφερουσαι συγγενικῶν ἀναγκαιοτήτων αἱ τῶν πελατῶν τε και προστατῶν συζυγίαι παισὶ παίδων

συνιστάμεναι, καὶ μέγας ἔπαινος ἡν τοῖς ἐκ τῶν ἐπιφανῶν οἴκων ώς πλείστους πελάτας ἔχειν τάς τε re προγονικὰς φυλάττουσι διαδοχὰς τῶν πατρωνειῶν καὶ διὰ τῆς εαυτῶν αρετῆς ἄλλας ἐπικτωμένοις, o τε αγὼν

υπὲρ τῆς ευνοίας, ἡπὲρ του μὴ λειφθῆναι τῆς ἀλλήλων χάριτος, ἐκτοπος ἡλίκος ἀμφοτέροις ην τῶν μεν

πελατῶν ἀπαντα τοῖς προστάταις ἀξιούντων ως δυ- 25νάμεως εἰχον υπηρετεῖν, τῶν δὲ πατρικίων ῆκιστα βουλομένων τοῖς πελάτα ς ἐνοχλεῖν χρηματικήν τε25 Ουδεμίαν δωρεὰν προσιεμένων' ουτως ἐγκρατὴς ὁ βίος

XI. Ου μόνον δ' ἐν αυτῆ τῆ πόλει τὸ δημοτικὸν υπὸ τὴν προστασίαν τῶν πατρικίων ἐν, ἀλλὰ καὶ τῶν

179쪽

ἀποίκων αυτῆς πόλεων καὶ των ἐπὶ συμμαχία καὶ φιλία προσελθουσῶν καὶ των ἐκ πολέμου κεκρατημένων ἐκάστη φυλακας εἶχε και προστάτας ους ἐβούλετο μαίων. και πολλάκις ἡ βουλὴ τα ἐκ τούτων ἀμφι-5 σβητήματα των πόλεων καὶ ἐθνῶν ἐπὶ τους προωτα - μένους αυτῶν ἀποστέλλουσα, τα ὐπ' εκείνων δικα - σθέντα κύρια ηγεῖτο. ουτω δὲ ἄρα βέβαιος ην ἡ μαίων ομόνοια την αρχὴν ἐκ των υπὸ Pωμυλου κατασκευασθέντων λαβοέσα ἐθῶν, ῶστε Ουδέποτε δι10 αῖματος καὶ φόνου του κατ ἀλλήλων ἐχώρησαν ἐντὸς εζακοσίων καὶ τριάκοντα ἐτῶν, πολλῶν καὶ μεγάλων ἀμφισβητημάτων γενομένων τῶ δήμω προς τους ἐν τέλει περὶ των κοινῶν, ώς ἐν ἁπάσαις φιλεῖ γίγνεσθαι μικραῖς τε καὶ μεγάλαις πόλεσιν ' ἀλλα πείθου-lb τες καὶ διδάσκοντες ἀλλήλους καὶ τα μεν εἴκοντες, τὰ 26 παρ' εἰκόντων λαμβάνοντες, πολιτικὰς ἐποιουντο

τὰς των ἐγκλημάτων διαλύσεις. ἐξ ου δὲ Γάιος Γράκχος ἐπὶ τῆς δημαρχικῆς ἐξουσίας γενόμενος διέφθειρε τὴν

του πολιτεύματος αρμονίαν, οὐκέτι πέπαυνται σφάτ-20 τοντες ἀλλήλους καὶ φυγάδας ἐλαύνοντες ἐκ της πόλεως καὶ οὐδενὸς των ἀνηκέστων ἀπεχόμενοι παρὰ τονικῆν. ἀλλα περὶ μεν τούτων ἔτερος ἔσται τοῖς λόγοις καιρὸς ἐπιτηδειότερος.

XII. Ο δὲ Ῥωμύλος ἐπειδὴ ταῶτα διεκόσμησε

25 βουλευτὰς ευθὐς ἔγνω καταστήσασθαι, μεθ' ἄν πράττειν τὰ κοινὰ ἔμελλεν, ἐκ τῶν πατρικίων ἄνδρας εκατὸν ἐπιλεξάμενος. ἐποιεῖτο δε αυτῶν τοιάνδε τὴν διαίρεσιν' αυτὸς μὲν ἐξ απάντων ἔνα του αὐεστον ἀπέδειξεν, ω τὰς κατὰ τὴν πόλιν ωετο δεῖν 30 ἐπιτρέπειν οἰκονομίας, ὁτε αυτὸς ἐξάγοι στρατεὰν ὐπερόριον' τῶν δὲ φυλῶν ἔκαστη προσέταξε ποεῖς ἄνδρας ἐλέσθαι τοὐς ἐν τῆ φρονιμωτάτη τε οντας

180쪽

ηλικία καὶ δι' ευγένειαν ἐπιφανεῖς. μετὰ δὲ τους ἐν- ' νέα τούτους ἔκαστη φράτρα πάλιν ἐκέλευσε τρεῖς ἐκ

261 των πατρικίων ἐπιλέξαι τους ἐπιτηδειοτάτους' ἔπειτα τοῖς πρώτοις ἐννέα τοῖς υπὸ των φυλῶν ἀποδειχθεῖσι τους ἐνενήκοντα προσθεις, οὐς αἱ φρῆτραι προεχει- 5ρίσαντο, και τούτων, ον αυτος προέκ9ινεν, ηγεμόνα ποιήσας τον των ε κατον ἐξεπλήρωσε βουλευτῶν αριθμόν. τοὐτο τὸ συνέδριον Ἐλληνιστὶ ερμηνευόμενον

γερουσίαν δύναται δηλοίν και μέχρι τοὐ παρόντος υπὸ Pωμαίων οἴτως καλεῖται. πότερον δὲ διὰ γῆρας in των καταλεγέντων εἰς αυτὸ ἀνδρῶν ὴ δι' αρετὴν ταύτης ἔτυχε τῆς ἐπικλήσεως οὐκ ἔχω τὸ σαφες εἰπεῖν. καὶ γὰρ τοὐς πρεσβυτέρους και τους ἀρίστους γέρον -

τας εἰώθεσαν οἱ παλαιοι καλεῖν. οἱ-μετέχοντες τοὐβουλευτηρίου πατέρες σύγγραφοι προσηγορεύθησαν 15 καὶ μέχρις ἐμοὐ ταύτης ἐτυγχανον τῆς προσqγορίας. Ελληνικὸν ἄρα καὶ τοὐτο το ἔθος ἡν. τοῖς γοῶν .. βασιλεὐσιν, οσοι τε πατρίους ἀρχὰς παραλάβοιεν καὶ ὁσους ἡ πληθυς αυτὴ καταστήσαιτο ηγεμόνας, βουλευτήριον ἐν ἐκ των κρατίστων, ώς Dμηρός τε και 20 οἱ παλαιότατοι των ποιητῶν μαρτυροέσι' καὶ οὐχ 62 ῶσπερ ἐν τοῖς καθ' ημῶς χρόνοις αὐθάδεις καὶ μονογνώμονες ἐσαν αἱ των αρχαίων βασιλέων δυναστεῖαι. XIlI. sὸς δὲ κατεσκευάσατο και τό βουλευτικὀντων γερόντων συνέδρων ἐκ των εκατὸν ἀνδρῶν, ορῶν 25ῖπερ εἰκὸς ὁτι και νεότητος αὐτῶ δεήσει τινὸς συντεταγμένης , ἡ χρήσεται φυλακῆς ἔνεκα τοs σώματος

καὶ προς τὰ κατεπείγοντα τῶν ἔργων υπηρεσία, τριακοσίους ανδρας ἐκ τῶν ἐπιφανεστάτων οἴκων τους ἐορωμενεστάτους τοῖς σώμασιν ἐπιλεξάμενος, οῖς καπέδειξαν αἱ φρῆτραι τον αυτὸν τρόπον, δνπερ τους βουλευτὰς Ιεκῶντη φράτρα δέκα νέουςJ, τούτους τους 9 .

SEARCH

MENU NAVIGATION